JGR IV 3.13
Περὶ ἀῤῥαβώνων καὶ δωρεῶν μνηστείας.
Abrir no leitor do IusCommune →1
pr.Ὁ ἀῤῥαβὼν δεσμός ἐστι καὶ φύσιν ἔχει τοιαύτην. εἰ μὲν ὁ λαβὼν τὸν ἀῤῥαβῶνα παραιτήσεται, διπλάσιον ὅπερ ἔλαβεν ἀποδώσει, εἰ δὲ ὁ δεδωκὼς, ἀπόλλυσι τὸν ἀῤῥαβῶνα '.
2
pr.Ἐὰν μηδὲ παρ ' αἰτίαν τοῦ ἀνδρὸς μηδὲ παρ ' αἰτίαν τῆς γυναικὸς κωλυθῇ ἡ μνηστεία, ἀλλ᾽ εἷς ἐκ τῶν δύο τελευτήσῃ, οὐκ ἀπόλλυται ὁ ἀῤῥαβὼν, ἀλλὰ μόνον αὐτὸ τὸ δοθὲν ἀποκαθίσταται.
3
pr.Ἐὰν πατὴρ ὑπὲρ τῆς ἰδίας θυγατρὸς δεξάμενος ἀῤῥαβῶνα μήπω τῶν γάμων γενομένων τελευτήσῃ, εἶτα μετὰ τὸν ἐκείνου θάνατον ἢ ἐπίτροπος ἢ κουράτωρ παρασκευάσῃ λυθῆναι τὴν μνηστείαν, μὴ ἔχειν αὐτοὺς ἄδειαν τὰ ἐν τῇ ζωῇ τοῦ πατρὸς δοκιμασθέντα ἀνατρέπειν, ἵνα μηδὲν ἐκ τούτου πρόκριμα τῇ κόρῃ γένηται 3. Σχόλιον. Εἰ μὴ ἄρα τὸ τελευτῆσαν πρόσωπον προβῆναι τοὺς γάμους παρενεπόδισεν ἐπίτηδες.
4
pr.Ἐὰν γυνὴ αὐτεξουσία, τελείαν ἄγουσα τὴν ἡλικίαν, ἀῤῥαβῶνας δεξαμένη παραιτήσηται τὸν γάμον, διπλοὺς ἀναδιδότω τοὺς ἀῤῥαβῶνας. εἰ δὲ καὶ ἐλάττων οὖσα συγγνώμην ἡλικίας ᾔτησε καὶ ἀῤῥαβῶνας ἔλαβε, πάλιν τὸ διπλάσιον δώσει. [τοῖς μὲν ἀνδρᾶσιν] ἀπὸ ἢ χρόνου ἕως εἰκοστοῦ πέμπτου, ταῖς δὲ θηλείαις ἀπὸ τη χρόνου μέχρι κε ἔξεστιν αἰτουμέναις παρὰ βασιλέως ἀπώσασθαι τοὺς κουράτωρας αὐτῶν· οὗτοι γὰρ μόνοι τὴν τῶν ἰδίων πραγμάτων ποιεῖσθαι φροντίδα δύνανται, ὑπολήψεως ἀγαθῆς δηλονότι μαρτυρούμενοί· τηνικαῦτα δὲ μετὰ τὴν αἴτησιν πράττουσι τὰ τῶν τελείων, οὐ μέντοιγε χωρὶς δεκρέτου ἐκποιοῦνταί τι τῶν αὐτοῖς προσόντων. εἰ δὲ ἀφῆλιξ οὖσα συγγνώμην ἡλικίας οὐκ ἤτησε, κἂν ἀῤῥαβῶνας ἔλαβεν, αὐτὸ τὸ ἁπλοῦν, ὅπερ ἔλαβεν, ἀποκαταστήσῃ. εἰ δὲ πατὴρ ἢ μήτηρ ἀῤῥαβῶνας ἔλαβεν ἢ πάππος ὑπὲρ ἐγγόνης, τελείας ὄντες ἡλικίας, καὶ αὐτοὶ εἰς τὸ διπλάσιον κατεχέσθωσαν, εἴπερ δυναμένων προβῆναι τῶν γάμων παραιτοῦνται ποιῆσαι. εἰ δὲ καὶ ἀνυπόστατος μέλλει ὁ γάμος εἶναι, αὐτοὶ οἱ ἀῤῥαβῶνες ἀναδιδόσθωσαν ἁπλοί. εἰ δὲ καὶ μὴ ἦν ἀνυπόστατος ὁ γάμος, δι εὔλογον δὲ αἰτίαν παραιτοῦνται, εἰ μὲν ᾔδεισαν καὶ πρὸ τῆς μνηστείας τὴν αἰτίαν, ἑαυτοῖς ἐγκαλείτωσαν, διατὶ τὸν τοιοῦτον ἐμνηστεύσαντο. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ μνηστῆρος λέγομεν τοῦ τὴν μνηστείαν παραιτουμένου.
5
pr.Ἑαυτοῖς ἐγκαλείτωσαν ὑποκείμενοι τοῖς τῆς ζημίας ἐπιτιμίοις δηλονότι τὴν μνηστείαν διαλύοντες.
6
pr.Εἰ καὶ νόμοις ἀπηγορευμένοι μή εἰσιν οἱ ἐλπισθέντες γάμοι, μετὰ δὲ τοὺς δοθέντας ἐπὶ μνήστροις ἀῤῥαβῶνας ἡ μνηστὴ τὴν συνάφειαν τοῦ μνηστῆρος διὰ τὴν αἰσχρὰν αὐτοῦ ἢ ἄσωτον ἀναστροφὴν ἢ τὴν τῆς θρησκείας ἢ τοῦ δόγματος διαστροφὴν παραιτεῖται, ἢ ὅτι ἀνὴρ συνάφειαν ἐξ ἧς ἐλπὶς γονῆς τίκτεται ποιεῖν οὐ δύναται, ἢ δι ἄλλην εὔλογον παραιτήσεως αἰτίαν, εἰ μὲν ἀποδειχθῇ πρὸ τοῦ δοθῆναι τοὺς αὐτοὺς ἀῤῥαβῶνας τοῦτο αὐτὴν τὴν γυναῖκα ἢ τοὺς αὐτῆς γονεῖς ἐγνωκέναι, ἑαυτοῖς ὀφείλουσιν ἐγκαλεῖν. ἐὰν δὲ ταῦτα ἀγνοοῦντες τοὺς ἀῤῥαβῶνας ἐδέξαντο, ἢ μετὰ τὸ λαβεῖν αἰτία τὶς εὔλογος μεταμελείας παρενετέθη, αὐτῶν μόνων ἀποδιδομένων, περὶ τῆς ἄλλης καταβολῆς ἐλεύθεροι φυλαττέσθωσαν τ.
7
pr.Οὐ χρὴ τοὺς ἄρχοντας ἐξ ἐκείνης τῆς ἐπαρχίας ἧς ἄρχουσι μνηστεύεσθαι. εἰ δὲ τοῦτο ποιήσουσιν, ἔξεστι τῇ κόρῃ καὶ τοῖς γονεῦσιν αὐτῆς ἢ ἐπιτρόποις ἢ κουράτωρσι παραιτεῖσθαι τὸν γάμον καὶ κερδαίνειν τοὺς ἀῤῥαβῶνας. τοῦ αὐτοῦ κρατοῦντος καὶ ἐπὶ υἱῶν αὐτῶν καὶ ἐγγόνων καὶ συγγενῶν καὶ δομεστίκων καὶ συγκαθέδρων καὶ ἐπὶ πάντων τῶν ἐν τῇ τάξει καὶ τῶν οἰκείων αὐτοῦ, ἐὰν κατὰ σπουδὴν καὶ ἀγῶνα τοῦ ἄρχοντος ἐμνηστεύσαντο. εἰ μέντοι καὶ μετὰ τὴν ἀρχὴν βούλεται ἡ κόρη συναφθῆναι αὐτῷ, ἔῤῥωται ὁ γάμος. τότε γὰρ κωλύεται τοῦτο, ὅτε φοβερὸς ἀπὸ τῆς δυναστείας τοῦ ὀφφικίου αὐτοῦ τοῖς τῆς κόρης γονεῦσιν ὑπάρχει· ἐὰν δὲ ἱκανὸς οὐκ ἦν τοῦ κολάσαι, συνίσταται ἡ μνηστεία.
8
pr.Ἐὰν ὁ μνηστὴρ ἢ ἡ μνηστὴ μετὰ τὸ λαβεῖν τοὺς ἀῤῥαβῶνας ἢ καὶ δοῦναι αὐτοὺς τὸν μονήρη βίον ἀγαπήσῃ, ὁ μὲν μνηστὴρ ἀναλαμβάνει οὓς δέδωκεν ἀῤῥαβῶνας, ἡ δὲ μνηστὴ οὓς ἔλαβε μόνον, καὶ οὐ τὸ διπλοῦν ἀναγκάζεται παρέχειν. τὸ αὐτὸ καὶ ἐπὶ προστίμων.
9
pr.Ὅσα ὁ ἀνὴρ δωρεῖται τοῖς γονεῦσι τῆς μνηστῆς ἐπὶ τῷ γενέσθαι τοὺς γάμους, ταῦτα μὴ γινομένων τῶν γάμων πρὸς αὐτὸν ἀναδίδονται.
10
pr.Ἐὰν ὁ ἀνὴρ μὴ ὑποδεξάμενος προῖκα, μελλούσης αὐτῷ τῆς μνηστῆς γαμηθῆναι εἰ μὲν δωρήσεται αὐτῇ πρᾶγμα ἰδικῶς καὶ μετὰ ταῦτα δέξεται τοῦτο παρ᾿ αὐτῆς εἰς προῖκα, καὶ ἡ δωρεὰ τελεία ἐστὶν ὡς πρὸ τοῦ γάμου γενομένη, καὶ ἡ προῖξ συνίσταται ὡς ἐπιδόσεως προελθούσης. ἐὰν δὲ γράψῃ μόνον, ὅτι ὑπεδέξατο προῖκα, μηδὲν ὑποδεξάμενος, οὐδεμία ἐστὶν ἀπαίτησις τῶν μὴ ἐπιδοθέντων.
11
pr.Γυνὴ μέλλουσα γαμεῖσθαι, δόλον ἐποίησε τῷ ἀνδρὶ· περὶ τὴν ἰδίαν προῖκα, μηδὲν ῥητῶς ἐπαγγειλαμένη, ἀπατήσασα δὲ αὐτὸν ἐλπίδι μεγίστης προικός. διὰ τοῦτο καὶ ὁ ἀνὴρ ἐπηγγείλατο ψιλῶς ἢ καὶ ἐπηρωτήθη ὡς μνῆστρα δοῦναι τῇ γυναικὶ φανερὰν ποσότητα τυχὸν διακοσίων νομισμάτων· ἐπὶ τούτῳ συνέστη ὁ γάμος καὶ ἐτελεύτησεν ὁ ἀνὴρ ἐπὶ ἀδελφῷ. ἡ γυνὴ τοίνυν ἐκίνησε κατὰ τοῦ ἀδελφοῦ τοῦ ἀνδρὸς, ἀπαιτῆσαι βουλομένη τὰ ἐπαγγελθέντα αὐτῇ. ἀντιγράφει οὖν ἡ διάταξις πρὸς αὐτήν· ἐπεὶ ἐν τῇ ἐπερωτήσει τὸν ἄνδρα ἠπάτησας, οὐδὲν ὁ τοῦ ποτέ σου ἀνδρὸς ἀδελφὸς ὀφείλει σοι παρασχεῖν· μηδ᾽ ὁτιοῦν δοῦσα μηδὲν λαμβανέτω.
12
pr.Ἡ διάταξις βούλεται τὸν προξενοῦντα γάμον μηδὲν λαμβάνειν. εἰ δὲ ὅλως ἐνίσταται λαβεῖν, εἰ μὲν συνεφώνησε περὶ τούτου, μὴ ὑπὲρ τὴν εἰκοστὴν μοῖραν τῆς προικὸς καὶ τῆς προγάμου δωρεᾶς λαμβανέτω. εἰ δὲ μηδὲν συνεφώνησε, μηδὲν ὅλως λαμβανέτω.
13
pr.Ἐπειδὴ τῇ μνηστῇ δυνατὸν δωρεῖσθαι, οὐκέτι δὲ καὶ τῇ γαμετῇ, ἐζητεῖτο ἄρα, ἐὰν γένηται δωρεὰ ἐν αὐτῇ τῇ ἡμέρᾳ τῶν γάμων, ὡς πρὸς μνηστὴν γενομένη ἔῤῥωται ἢ ὡς πρὸς γαμετὴν ἀνυπόστατός ἐστιν. λέγει τοίνυν ἡ διάταξις, ὅτι ἐν τῇ τοσαύτῃ ἀδηλίᾳ δεῖ ζητεῖν, ποῦ τῆς γυναικὸς οὔσης ἡ δωρεά γέγονεν· ἵνα εἰ μὲν ἐν τῷ ἰδίῳ οἴκῳ ἦν, δόξῃ πρὸς μνηστὴν ἡ δωρεὰ γενέσθαι, εἰ δὲ ἐν τῷ τοῦ ἀνδρὸς, πρὸς γαμετὴν, καὶ οὐκ ἔῤῥωται.
14
pr.Οἱ δανεισταὶ τοῦ ἀνδρὸς, εἰ μὴ ὑποθήκας ἔχουσιν, οὐ δύνανται τὰ τῇ μνηστῇ παρ᾽ αὐτοῦ δωρηθέντα πράγματα ἀποσπᾶν.
15
pr.Ἡ γενομένη παρὰ τοῦ πενθεροῦ ἢ τῆς πενθερᾶς πρὸς τὴν νύμφην ἢ τὸν γαμβρὸν δωρεὰ οὐδὲ ἀπὸ θείας ἀντιγραφῆς ἀναιρεῖται.