JGR IV 3.14
Περὶ γάμου καὶ ἀκριβείας αὐτοῦ.
Abrir no leitor do IusCommune →1
pr.Γάμος ἐστὶν ἀνδρὸς καὶ γυναικὸς συνάφεια καὶ συγκλήρωσις πάσης τῆς ζωῆς εἴτε δ᾽ εὐλογίας εἴτε διὰ στεφανώματος ἢ διὰ συμβολαίου. τὰ δὲ παρὰ ταῦτα γινόμενα ὡς μηδὲ γεγονότα λογιζόμεθα '.
2
pr.Ἐντεῦθεν καινίζεται τοὺς κατωτέρω τῶν ἰλλουστρίων ἤγουν πρωτοσπαθαρίων καὶ ἀπὸ μόνης γαμικῆς διαθέσεως γάμον συνιστᾶν κατὰ τὴν ριζ νεαράν.
3
pr.Ἐννόμους γάμους μεταξὺ ἀλλήλων συνιστῶμεν, ἡνίκα τὰ περὶ γάμων τοῖς νόμοις διηγορευμένα φυλάξομεν. δεῖ δὲ τοὺς μὲν ἄῤῥενας ἐφήβους εἶναι, τὰς δὲ θηλείας ἀνδρὸς δεκτικὰς, τουτέστι τοὺς μὲν ὑπερβεβηκέναι τὸ ιδ ἔτος, τὰς δὲ μείζους εἶναι τῶν ιβ ἐνιαυτῶν. ταῦτα δὲ λέγομεν, εἴτε αὐτεξούσιοί εἰσιν εἴτε ὑπεξούσιοι οἱ πρὸς γάμον συνιόντες.
4
pr.Οὐ γίνεται γάμος, εἰ μὴ συναινέσουσιν οἱ συναπτόμενοι καὶ οἱ τούτους ἔχοντες ὑπεξουσίους.
5
pr.Ὁ αὐτεξούσιος τελείαν ἄγων τὴν ἡλικίαν καὶ χωρὶς τῆς τοῦ πατρὸς συναινέσεως γαμεῖν δύναται.
6
pr.Ἡ αὐτεξουσία τελείαν ἄγουσα τὴν ἡλικίαν καὶ ἄκοντος τοῦ πατρὸς νομίμῳ συνάπτεται ἀνδρί.
7
pr.Ἐὰν ὁ πάππος μαίνηται, ὁ πατὴρ συναινεῖ. εἰ δὲ ὁ πατὴρ, ἀρκεῖ ὁ πάππος συναινῶν, εἰ φρονεῖ.
8
pr.Ὅτε ὁ πατήρ ἐστιν ὑπεξούσιος τῷ πάππῳ δηλονότι.
9
pr.Καὶ κατὰ τὰ παρ᾽ ἡμῶν ἀρτίως εὐσεβῶς νομοθετηθέντα, ὁ ἐν σωφροσύνῃ διάγων μὴ ἀναγκαζέσθω πρὸς γάμον ἐλθεῖν παρὰ τοῦ ἰδίου πατρὸς, κἂν ὑπεξούσιός ἐστιν.
10
pr.Οἰκείᾳ γνώμῃ γαμεῖν ἡ ὀρφανὴ δύναται. ἡ γὰρ τῶν πραγμάτων αὐτῆς διοίκησις πρὸς τὸ ὀφφίκιον τοῦ κουράτωρος ἀναφέρεται, οὐ μὴν ὁ γάμος αὐτῆς.
11
pr.Εἴσω τριετίας τοῦ αἰχμαλώτου μὴ ὑποστρέφοντος, οἱ παῖδες αὐτοῦ δύνανται γαμεῖν.
12
pr.Ἐὰν ἐπὶ τριετίαν ὁ πατὴρ ἠγνόηται ποῦ διάγει καὶ εἰ περίεστι, δύνανται οἱ ἑκατέρας φύσεως αὐτοῦ παῖδες νομίμως γαμεῖν.
13
pr.Υἱὸς ὑπεξούσιος ἀσώτως πολιτευόμενος μὴ παραιτείσθω γάμον.
14
pr.Ἐὰν πρὸ τριετίας οἱ παῖδες τοῦ αἰχμαλώτου ἢ τοῦ ἀπόντος γαμήσωσι, καὶ δῆλόν ἐστι μὴ ἐπαρέσκειν τῷ πατρὶ τὸ πρόσωπον, οὐκ ἔῤῥωται ὁ γάμος.
15
pr.Καὶ τοῖς πρὸ ἡμῶν νομοθέταις γέγραπται νόμος, ἥτις ἐστὶν ὑπερβᾶσα τὸν κε τῆς ἡλικίας χρόνον, δύναται ἐπιῤῥίπτειν ἑαυτὴν, ᾧτινι βούλεται, μηδαμῶς ἐκ ταύτης τῆς αἰτίας δυναμένου τοῦ ταύτης πατρὸς γράφειν ἀπόκληρον. πλὴν καὶ τοῦτο θεσπίζομεν, ἵνα κἂν ὁ πατὴρ αὐτῆς περὶ τὸν γάμον ἐῤῥᾳθύμησε, μὴ ἐξεῖναι αὐτῇ ᾧτινι βούλεται ἑαυτὴν ἐπιῤῥίπτειν, ἀλλὰ μηνυέτω ἐν μὲν τῇ κωνσταντινουπόλει τῷ ἐπάρχῳ ἢ τῷ κοιαίστωρι, ἐν δὲ ταῖς ἐπαρχίαις τῷ κατὰ τὸν τόπον ἄρχοντι, καὶ αὐτοὶ ἀναγκαζέτωσαν τοὺς γονεῖς αὐτῆς ἐκγαμίζειν τε καὶ προικίζειν κατὰ τὴν τῆς περιουσίας αὐτῶν δύναμιν.
16
pr.Ὁ γάμος καὶ χωρὶς προικῴων συμβολαίων συνίσταται, δηλονότι φυλαττομένης τῆς ἄλλης τοῦ νόμου παρατηρήσεως.
17
pr.Τὸν γάμον οὐ τὸ συγκαθευθῆναι ἀλλήλοις ἄνδρα καὶ γυναῖκα συνίστησιν, ἀλλὰ τὸ γαμικῇ αὐτῶν διαθέσει.
18
pr.Ἡ ἥττων τῶν ιβ ἐτῶν γαμηθεῖσα τότε γίνεται νόμιμος γαμετὴ, ὅτε παρὰ τῷ ἀνδρὶ τὰ ιβ ἔτη πληρώσει.
19
pr.Ἡ ἐλάττων τῶν κε ἐνιαυτῶν αὐτεξουσία μέλλουσα δευτερογαμεῖν γνώμῃ τοῦ πατρὸς γαμείσθω. εἰ δὲ ἐτελεύτησεν ὁ πατὴρ, γνώμῃ τῶν συγγενῶν. εἰ δὲ ἐναντιοῦνται αὑτοῖς, ὁ ἄρχων κρινέτω τὴν βελτίονα γνώμην, ἵνα ἐὰν ἶσοι ὦσιν οἱ δύο μνηστῆρες, καὶ γένηται ἐπιλογή, προτιμᾶται ἡ τῆς γυναικὸς κρίσις.
20
pr.Ὅτε περὶ γάμου τῆς ἀνήβου καὶ ὀρφανῆς κόρης ἀμφιβάλλουσι μήτηρ καὶ συγγενεῖς καὶ ἐπίτροποι, ὀφείλει ὁ ἄρχων τὰ περὶ τούτου διακρῖναι.
21
pr.Εὕρομεν τοῖς ἀρχαίοις περιέχεσθαι νόμοις καὶ πρόσγε παρὰ τοῦ εὐσεβεστάτου ἰουστινιανοῦ κεκύρωται, δι οὗ καὶ μέχρι τετάρτου γάμου ἐξεῖναι παρεκτείνεσθαι τοῖς βουλομένοις τὰ συνοικέσια· ἴσως καταστοχαζομένου, ὡς τοῖς πολλοῖς εἰκὸς τοῦτο συμβαίνειν διὰ τὸ τὸ συνοικοῦν αὐτοῖς πρόσωπον ἀποβαλέσθαι, εἰ νέοι ἔτι τοῦτο πάθοιεν καὶ οὐδὲ ἀνθίστασθαι πρὸς τὰς τῆς φύσεως ὁρμὰς δύνανται, ὥστε τούτους συμβαίνειν τῶν σωφρόνων ἀποτρέπεσθαι γάμων, φοιτᾶν δὲ εἰς τινας μίξεις ἀπηγορευμένας. ἐχρῆν δὲ καὶ ἡμᾶς ὡς τῆς αὐτῆς φύσεως καὶ ἀσθενείας κεκοινωνηκότας τοῖς παλαιοῖς ἐμμεῖναι νόμοις· ἀλλ᾽ ὁρῶμεν θεῖον νόμον ἡμᾶς εἴργοντα. διὰ τοῦτο ἡ ἡμετέρα γαληνότης, ταῖς ἀνειμέναις τῶν ἐρώντων ἐπιθυμίαις ἐπιθεῖναι χαλινὸν βουλομένη, τοσοῦτον ἀπαγορεύει τὸ πρὸς τέταρτον συνοικέσιον ἀφικέσθαι τινά, ὥστε καὶ τοὺς εἰς τρίτον ἐλθόντας τοῖς ἐκκλησιαστικοῖς ὑποβάλλεσθαι κανόσιν. ὥστε οὖν τὰ αὐτὰ δίκαια προβαίνει καὶ ἐπὶ τρίτου συνοικεσίου, ὁπόσα καὶ ἐπὶ δευτέρου. ἔστω οὖν πᾶσι κατάδηλον, ὡς εἴ τις τολμήσειε πρὸς τέταρτον γάμον τὸν οὐ γάμον ἐλθεῖν, οὐ μόνον ἀντ᾽ οὐδενὸς ὁ τοιοῦτος γάμος λογισθήσεται, ἀλλ᾽ οὔτε οἱ ἐξ αὐτοῦ τεχθέντες παῖδες γνήσιοι γνωρισθήσονται, ὑποβαλλόμενοι ταῖς ποιναῖς τῶν μεμολυσμένων τοῖς τῆς πορνείας ῥυπάσμασιν, ἀπ᾿ ἀλλήλων τῶν τοιούτων προσώπων διϊσταμένων.
22
pr.Ἐπειδὴ δὲ παρὰ τοῖς παλαιοῖς ἀνειμένην εὕρομεν τὴν κοινωνίαν τῆς παλλακῆς πρὸς τὸν βουλόμενον αὐτῇ κοινωνεῖν, οὐκ ἔδοξεν ἡμῖν ἀμνημόνευτον ἐᾶσαι τὴν τοιαύτην νομοθεσίαν, ἵνα μὴ καταχραίνηται ἡμῶν ἡ πολιτεία γάμοις οὐκ εὐπρεπέσιν. ὅθεν κελεύομεν, ἀπὸ τοῦ νῦν μηδενὶ ἐξὸν ὑπάρχειν, παλλακὴν ἐν τῷ ἰδίῳ οἴκῳ κατέχειν· μικρὸν γὰρ ἢ οὐδὲν διαφέρειν τῆς πορνείας αὐτὸ νομίζομεν. ἀλλ᾽ εἰ βούλοιτο αὐτῇ κοινωνεῖν, γαμικὸν ποιείτω πρὸς αὐτὴν συνάλλαγμα κατὰ τὴν τοῦ νόμου ἀκρίβειαν. εἰ μέντοιγε ἀναξίαν αὐτῷ ταύτην κρίνοι γυναῖκα ἔννομον κεκλῆσθαι, μηδεμίαν πρὸς αὐτὴν κατὰ συνουσίαν ἐχέτω κοινωνίαν, ἀλλ᾽ ἀποδιωκέτω, καὶ λήψοιτο ἣν ἂν ἑαυτῷ κρίνοι λυσιτελές. εἰ δὲ σωφρόνως βιοῦν αἱρεῖται, εὐκτέον ἡμῖν τοῦτο.
23
pr.Τὰ πένθη τῶν ἀνιόντων οὐκ ἐμποδίζει τοῖς γάμοις τῶν πενθούντων.
24
pr.Ἡ μήτηρ τῆς ἐπιτροπευθείσης παιδὸς δύναται τῷ ἐπιτρόπῳ τῆς ἰδίας θυγατρὸς γαμηθῆναι.
25
pr.Ἐὰν ἡ ἐπιτροπευθεῖσα παρά τινος λάβῃ τοὺς λογισμοὺς τῆς διοικήσεως καὶ ὑπερβῇ τὸν κε ἐνιαυτὸν, δύναται αὐτὴν ὁ τοῦ ἐπιτροπεύσαντος υἱὸς ἀγαγέσθαι.
26
pr.Ἐὰν ἡ ὀρφανὴ πληρώσῃ τὸν κε χρόνον καὶ ἕτερον ἕνα ἐνιαυτὸν καὶ δώσει τοὺς λόγους ὁ ἐπίτροπος, δύναται ταύτην γαμεῖν.
27
pr.Ὁ ἐλευθερώσας δούλην δύναται αὐτὴν ἀγαγέσθαι [γνησίας μὴ ὑπούσης αὐτῷ γονῆς], (ἀλλὰ καὶ γονῆς ὑπούσης ἐὰν γένηται προικῷον κατὰ τὴν νεαρὰν,) καὶ οἱ τεχθέντες παῖδες νόμιμοί εἰσιν.
28
pr.Οἱ τοῦ ἄφρονος καὶ οἱ τοῦ μαινομένου παῖδες οἱασδήποτε φύσεως ὄντες δύνανται γάμοις ὁμιλεῖν, τῆς ὑπὲρ αὐτῶν προικὸς ἢ πρὸ γάμου δωρεᾶς κρίσει τοῦ ἐπάρχου τῆς πόλεως ἢ τοῦ κοιαίστωρος ἢ τοῦ κατὰ τόπον ἄρχοντος ἢ τοῦ ἐπισκόπου παρὰ τοῦ ἰδίου κουράτωρος διδομένης.
29
pr.Μηδεὶς μυστικῶς στεφανούσθω, ἀλλὰ παρόντων πλειόνων. ὁ γὰρ τοῦτο κατατολμήσας ἐργάσασθαι, σωφρονιζέσθω τιμωρούμενος, δηλονότι τοῦ ἱερέως ὡς ἐν ἀπρεπέσιν ἑαυτὸν ἐμβάλλοντος τὰς ἀξίας εὐθύνας εἰσπραττομένου κατὰ τῶν ἐκκλησιαστικῶν κανόνων διάταξιν.
30
pr.Ὁ ἀδίκως κωλύων γαμεῖν ἢ γαμεῖσθαι τοὺς ἰδίους ὑπεξουσίους, ἢ μὴ διδοὺς προῖκα, διὰ τῶν ἀρχόντων ἀναγκάζε ται ἐκγαμίζειν καὶ προικίζειν· κωλύειν δὲ δοκεῖ ὁ μὴ ζητῶν μνηστείαν.
31
pr.Οὐ δύνανται οἱ παῖδες διαλύειν τοὺς ὑπὲρ ἑαυτῶν γάμους εἰς βλάβην καὶ ζημίαν τῶν ὑπὲρ αὐτῶν τὰς προῖκας καὶ πρὸ γάμου δωρεὰς ἐπιδεδωκότων.
32
pr.Ἡ κατὰ γνώμην τοῦ πατρὸς συναλλάξασα γάμον δύναται καὶ παρὰ γνώμην τοῦ πατρὸς ἐπιμένειν τῷ γάμῳ, καὶ οὐ δοκεῖ προσκροῦσαι ὡς εὔλογον αἰτίαν παρεχομένη.
33
pr.Ὁ αἰχμάλωτον ἀγοράσας καὶ ταύτῃ μιγεὶς ὡς γυναικὶ, ὡς προλήψει δοκῶν αὐτῇ συγχωρεῖν τὸ τίμημα εἰς τὴν φυσικὴν εὐγένειαν ἀνατρέχειν ταύτην συγχωρεῖ, καὶ τοὺς ἐξ αὐτῆς τικτομένους παῖδας νομίμους ἔχειν δοκεῖ.
34
pr.Ἡ γυνὴ τοῦ γάμου συνεστῶτος ἐν ἀπορίᾳ τοῦ ἀνδρὸς τὰ ὑποκείμενα πράγματα τοῦ ἀνδρὸς ὑπὲρ τῆς προικὸς καὶ τῆς πρὸ γάμου δωρεᾶς καὶ τῶν ἐξωπροίκων ἐκδικήσασα ἤγουν καὶ κατέχουσα, οὐ δύναται ταῦτα ἐκποιεῖν, ἀλλ᾽ ἐξ αὐτῶν ἀναγκάζεταὶ καὶ τὸν ἄνδρα καὶ τοὺς παῖδας ἀποτρέφειν.
35
pr.· Εἴ τις ἄπορον γυναῖκα κατὰ τὴν τοῦ νόμου παρατήρη` σιν λάβοι καὶ αὐτῆς προτελευτήσοι, εἰ μὲν ἄχρι τριῶν παίδων ἔχει ὁ ταύτης ἀνὴρ εἴτε ἐξ αὐτῆς εἴτε ἐξ ἑτέρου συνοικεσίου, - τὸ τέταρτον μέρος τῆς οὐσίας τοῦ ἀνδρὸς λαμβάνει, οὕτω μέντοιγε ὥστε μὴ ὑπερβαίνειν τῶν δύο τοῦ χρυσίου λιτρῶν ποσότητα. εἰ δὲ πλείονες ἦσαν οἱ παῖδες, τοσοῦτον ἐπὶ τοῦ τοιούτου θέματος λαμβάνειν κελεύομεν τὴν γυναῖκα, ὅσον ἑνὶ τῶν παίδων ἁρμόζει. οὕτω δηλαδὴ, ὥστε χρῆσιν μόνην ἐπὶ τοῖς τοιούτοις πράγμασι τὴν γυναῖκα ἔχειν, τὴν δεσποτείαν δὲ ἐκείνοις τοῖς παισὶ φυλάττεσθαι, οὓς ἐξ αὐτοῦ τοῦ γάμου ἔσχεν. εἰ δὲ τοιαύτη γυνὴ παῖδας μὴ ἔχῃ, κελεύομεν καὶ δεσποτείας δίκαιον ἔχειν αὐτὴν εἰς τὰ τοιαῦτα πράγματα τὰ ἐξ ἀνδρὸς περιελθόντα αὐτῇ.
36
pr.᾿Απὼν ὁ ἀνὴρ δύναται διὰ μέσου καὶ δ᾽ ἐπιστολῆς γαμεῖν, τῆς γυναικὸς εἰς τὸν οἶκον αὐτοῦ ἀνιούσης· ἡ δὲ γυνὴ ἐὰν ἀπολιμπάνηται, οὐ δύναται τοῦτο γενέσθαι· δεῖ γὰρ εἰς τὸν οἶκον τοῦ ἀνδρὸς ἀνελθεῖν τὴν γυναῖκα· καὶ ἐὰν ἀποθάνῃ πρὸ τοῦ ἐπανελθεῖν, πενθεῖται παρὰ τῆς γυναικὸς, καὶ συμβαίνει παρθένον προῖκα ἔχειν καὶ περὶ προικὸς ἀγωγήν.
37
pr.Ἐὰν γυνὴ δ᾽ ἐπιστολῆς ἢ δ᾽ ἀγγέλου τὸν ἄνδρα προτρέψηται εἰς τὸν οἶκον αὐτῆς ἐλθεῖν, τῷ τρόπῳ τούτῳ γάμον συστῆναι οὐ δυνατόν. δεῖ γὰρ μᾶλλον τὴν γυναῖκα εἰς τὸν τοῦ ἀνδρὸς [ἀνελθεῖν] πεισθεῖσαν τοῖς αὐτοῦ γράμμασι. καὶ μήπω συναφείας ἐπακολουθησάσης συνίσταται μνηστεία.
38
pr.Νεαρὰ λέοντος. Εἴ τις εὐνοῦχος πρὸς γάμον ἥκων ὀφθείη, καὶ αὐτὸν μὲν τῇ τῆς πορνείας ὑποκεῖσθαι κολάσει, καὶ τὸν τολμήσαντα ἱερέα τοῦτο συναρμόσαι καθαιρεῖσθαι προστάσσομεν.
39
pr.Τῆς μαινομένης ὁ γάμος μένει ἐῤῥωμένος καὶ καλῶς αὐτῇ στέλλεται διαζύγιον· ἔοικε γὰρ τῷ ἀγνοοῦντι. αὕτη δὲ οὐ στέλλει, οὔτε ὁ κουράτωρ αὐτῆς· οὔτε ὁ πατὴρ δύναται τοῦτο ποιεῖν.
40
pr.Ἡ ἄσημος τουτέστιν ἡ ἄτιμος παῖς ἢ πατρώνισσα λαμβάνει τὸν ἴδιον ἀπελεύθερον. τοῦτο δὲ ἀπὸ διαγνώσεως τοῦ ἄρχοντος.
41
pr.Οἰκείᾳ γνώμῃ ἡ ἀφῆλιξ γαμεῖν δύναται. ἡ γὰρ τῶν πραγμάτων διοίκησις πρὸς τὸ ὀφφίκιον τοῦ κουράτωρος φέρεται, οὐ μὴν ὁ γάμος αὐτῆς.
42
pr.Ὁ πρὸς ἐλευθέραν μὴ ποιησαμένην πόρον ἐκ· τοῦ σώματος ἔχων συνήθειαν, οὐ παλλακὴν ἀλλὰ γαμετὴν αὐτὴν ἔχειν δοκεῖ.
43
pr.Φανερῶς δὲ δοκεῖ πόρον ποιεῖν οὐ μόνον ἡ ἑαυτὴν ἐν χαμαιτυπίῳ προστήσασα, ἀλλὰ καὶ ἡ τῆς οἰκείας αἰδοῦς ἐν ἐργαστηρίῳ μὴ φεισαμένη. καὶ ἡ διὰ χρημάτων πόρον ποιοῦσα καὶ ἐπιμίξασα τούτοις συναριθμεῖται, ἀλλὰ καὶ ἡ διὰ ἡδυπάθειαν τοῦτο ποιοῦσα. συγγινώσκεται ἡ λέγουσα, κατὰ πενίαν ἐπόρνευον.
44
pr.Τοῖς κληρικοῖς ἐπιτέτραπται νομίμους ἔχειν γυναῖκας.
45
pr.Ὁ πατήρ ὁ μὴ ἐναντιούμενος τοῖς γάμοις τοῦ παιδὸς, συναινεῖν δοκεῖ καὶ τὸν ἐκ τούτου τικτόμενον ἔκγονον ἀναγκάζεται ἀποτρέφειν.
46
pr.Ἡ τεκοῦσα ἐν τῷ πενθίμῳ, παραχρῆμα δύναται γαμεῖν.
47
pr.Ἡ ἐν τῷ πενθεῖν τὸν ἄνδρα γεννήσασα, ἔτι κωλύεται πρὸς γάμον ἐλθεῖν ἕως οὗ χρόνος παρέλθῃ.
48
pr.Αἱ τῶν πενθουμένων καὶ αἱ τῶν μὴ πενθουμένων ἀνδρῶν γαμεταὶ κωλύονται ἐν τῷ πενθίμῳ καιρῷ γαμεῖσθαι.
49
pr.Ὁ μὴ ὢν ἐκτετμημένος, καὶ γαμεῖν δύναται καὶ προῖκα λαμβάνειν.
50
pr.Μετὰ σύστασιν τοῦ γάμου καλῶς συμφωνοῦσιν, εἰ καὶ τὴν ἀρχὴν μηδὲν συνεφωνήθη.
51
pr.Οἱ παῖδες τοῦ αἰχμαλώτου καὶ τοῦ μαινομένου μόνοι συμφωνοῦσι περὶ προικός.
52
pr.Καὶ συνεστῶτος τοῦ γάμου δυνατὸν συμφωνεῖν τὴν διατετιμημένην προῖκα γενέσθαι ἀδιατίμητον καὶ τῇ γυναικὶ κινδυνεύειν. εἰ δὲ βλάψῃ τοὺς ἀγροὺς ὁ ἀνὴρ, ἐνέχεται τῇ περὶ τῆς προικὸς ἀγωγῇ.
53
pr.Ὁ μαινόμενος ἔχει τοὺς παῖδας ὑπεξουσίους καὶ [τοὺς] πρὸ τῆς μανίας καὶ τοὺς μετὰ τὴν μανίαν. τὸ αὐτὸ κἂν ἡ γυνὴ μανῇ ἢ καὶ οἱ δύο. γαμεῖν μὲν ὁ μαινόμενος οὐ δύναται, ὁ συστὰς δὲ γάμος οὐ διαλύεται, εἰ ὕστερόν τις μανῇ. καὶ προσπορίζεται τῷ μαινομένῳ διὰ τῶν αὐτοῦ παίδων τὸ κέρδος, ὃ αὐτοὶ ἐπεκτήσαντο.
54
pr.Οἱ ἀπὸ ἰλλουστρίων ἤτοι πρωτοσπαθαρίων καὶ πρὸς τὰ ἄνω χωρὶς προικῴων συμβολαίων οὐ δύνανται γαμεῖν. εἰ μέντοι προγεγαμηκότες ἔτυχον ἥττονες ὄντες ἀξίας καὶ μετὰ ταῦτα προβιβασθῶσι, καὶ χωρὶς τῶν προικῴων συμβολαίων τὸν γεγονότα ἐν αὐτοῖς γάμον ἔχουσι κεκυρωμένον.
55
pr.Σχόλιον λέοντος [βασιλέως]. – Ὥστε οὖν ἡ δίχα τῆς παρατηρήσεως τῆς τοιαύτης συναπτομένη γυνὴ ἐπ᾿ ἀνδρὶ τοιούτῳ οὐ γνησία γυνὴ ἔσται ἀλλὰ παλλακή, καὶ οἱ ἐξ αὐτῆς οὐ γνήσιοι παῖδες ἀλλὰ νόθοι· καὶ ἀποδιωχθήσεται ἀπὸ τοῦ ἀνδρὸς, κατὰ μὲν τοὺς παλαιοὺς εἴ γε βούλοιτο ἐκεῖνος, κατὰ δὲ τὸ νῦν καὶ εἰ μὴ βούλοιτο. καὶ παίδων μὲν γνησίων ὄντων τῷ ἀνδρὶ οὐδὲν λήψεται αὐτὴ σὺν τοῖς αὐτῆς παισὶν ἐκ τῆς ἐκείνου ὑποστάσεως ἐξ ἀδιαθέτου· ἀπὸ διαθήκης δὲ παῖδας μὲν ἔχουσα μίαν οὐγγίαν λήψεται σὺν αὐτοῖς, αὐτὴ δὲ μόνη οὖσα ἡμιούγγιον. γνησίων δὲ παίδων οὐκ ὄντων τῷ ἀνδρὶ, ἐξ ἀδιαθέτου μὲν δ οὐγγίας σὺν τοῖς παισὶ λήψεται, αὐτὴ δὲ μόνη οὖσα οὐδέν· ἀπὸ διαθήκης δὲ πατέρων μὲν ὄντων τῷ ἀνδρὶ αὕτη σὺν τοῖς παισὶν ἢ καὶ μόνη τὸ ὀκταούγγιον λήψεται, μὴ ὄντων δὲ ἀνιόντων, εἴ γε βούλοιτο ὁ ἀνὴρ, καὶ τὸ δωδεκαούγγιον ἢ συν τοῖς παισὶν ἢ καὶ ἄπαις οὖσα λήψεται μόνη. ταῦτα γάρ εἰσιν ἐπί τε παλλακῶν καὶ νόθων παίδων. εἰ μέντοι τὰ πάλαι προικῷα τῶν ἄρτι γαμικῶν στεφάνων καὶ εὐλογιῶν εἴτε κυριώτερα εἴτε ἀσθενέστερα πρὸς σύστασιν γνησίου γάμου ὦσιν, ἄδηλον. τοῦτο γὰρ νομοθετικῆς ἐπικρίσεώς τε ὁμοῦ καὶ δυνάμεως αὐτὸ ἀποφήνασθαι.
56
pr.Ὁ μεθ᾽ ὅρκου ἐν τάξει γαμετῆς προσλαβόμενος γυναῖκα, καὶ τελευτῶν ἢ καὶ ἀλόγως αὐτὴν ἀποπεμπόμενος, [τὸ δ αὐτῇ μέρος] δώσει τῆς οἰκείας περιουσίας, ἔχων καὶ τοὺς ἐξ αὐτῆς παῖδας γνησίους, τῆς γυναικὸς ἀναγκαζομένης ἀποδεῖξαι ὅτι ἀλόγως αὐτὴν ἀπεδίωξεν.
57
pr.Ὁ ἐξ ἐννόμου γάμου τικτόμενος υἱὸς ἕπεται τῷ πατρὶ, ὁ δὲ πορνογενὴς τῇ μητρί.