JGR IV 3.15
Περὶ γάμων κεκωλυμένων.
Abrir no leitor do IusCommune →1
pr.Ἡ συγγένεια ὄνομά ἐστι γενικόν. διαιρεῖται δὲ εἰς τρία, εἰς ἀνιόντας, εἰς κατιόντας καὶ τοὺς ἐκ πλαγίου. καὶ ἀνιόντες μέν εἰσιν οἱ ἡμᾶς γεγεννηκότες, οἷον πατὴρ μήτηρ πάππος μάμμη καὶ οἱ τούτων ἀνώτεροι. κατιόντες δὲ οἱ ἐξ ἡμῶν γεννώμενοι, οἷον υἱὸς θυγάτηρ ἔκγονος ἐκγόνη προέκγονος προεκγόνη καὶ ἔτι τούτων κατώτεροι. ἐκ πλαγίου δὲ οἱ μήτε ἡμᾶς γεγεννηκότες μήτε ἐξ ἡμῶν γεννώμενοι, τῆς δὲ αὐτῆς ἡμῖν γονῆς καὶ ῥίζης κεκοινωνηκότες, οἷον ἀδελφὸς ἀδελφὴ θεῖος θεία ἀνεψιὸς ἀνεψιὰ ἐξάδελφος ἐξαδέλφη καὶ οἱ ἐκ τούτων τικτόμενοι. ἑκάστη δὲ τάξις συγγενείας ποικίλους ἔχει καὶ διαφόρους βαθμούς. ἀλλ᾽ ἐπὶ μὲν τῶν ἀνιόντων καὶ κατιόντων ἁπλουστέρα τὶς καὶ εὐχερὴς [ἡ κατάληψις τῶν βαθμῶν]· ἕκαστον γὰρ τούτων τῶν προσώπων βαθμὸν ἀποτελεῖ, καὶ ἁπλῶς ὅσαι γεννήσεις, τοσοῦτοι καὶ βαθμοί. δυσχερεστέρα δὲ καὶ οὐκ εὐκατάληπτος ἡ τῶν ἐκ πλαγίου βαθμῶν εἵρεσις· δεῖ γὰρ ἡμᾶς οὐκ εὐθέως τρέχειν ἐπὶ τὸ ἐκ πλαγίου πρόσωπον, ἀλλὰ πρότερον ποιεῖσθαι τὴν ἀνάβασιν ἐπὶ τοὺς ἀνιόντας μέχρις ὅτου φθάσωμεν ἐκεῖνο τὸ αἴτιον τῆς γεννήσεως τοῦ ἐκ πλαγίου, εἶτα τοῦτο εὑρόντας κατιέναι ἐπὶ τὸ ζητούμενον πρόσωπον τοῦ ἐκ πλαγίου, καὶ οὕτως πάσας συναριθμεῖν τὰς γεννήσεις τὰς συναγομένας τοῦτο μὲν ἐπὶ τῆς ἀνόδου τοῦτο δὲ καὶ ἐπὶ τῆς καθόδου· ἑκάστην γὰρ γέννησιν ἐν ἰδιάζοντι τάττων βαθμῷ ποιοῦ τὸν ἀριθμόν. καὶ ἐπὶ μὲν τῶν κατιόντων εὐχερὲς τοῦτο. οἷον ὁ υἱός μου πόστου ἐστὶ βαθμοῦ; ἐγὼ ἔτεκον· ἰδοὺ μία γέννησις ἕνα βαθμὸν ἀπετέλεσεν· οὐκοῦν πρώτου μου ἐστὶ βαθμοῦ. ὁ ἔκγονος πόστου; ἐγὼ ἐγέννησα τὸν υἱὸν, ὁ υἱὸς τὸν ἔκγονον· ἰδοὺ δύο γεννήσεις δύο βαθμοὺς ἀπετέλεσαν· οὐκοῦν ὁ ἔκγονός ἐστι δευτέρου βαθμοῦ. τὸ αὐτὸ ἐφεξῆς ἐπὶ προγόνου καὶ ἀπεκγόνου. ὁμοίως καὶ ἐπὶ τῶν ἀνιόντων. ὁ πατὴρ πόστου ἐστὶ βαθμοῦ; ἐμὲ ἐγέννησεν ὁ πατήρ· ἰδοὺ μία γέννησις ἕνα βαθμὸν ἀπετέλεσεν, ὥστε οὖν πρώτου μου ἐστὶ βαθμοῦ. ὁ πάππος πόστου; ἐμὲ ἐγέννησεν ὁ πατὴρ, τὸν πατέρα ὁ πάππος· ἰδοὺ δύο γεννήσεις δύο βαθμοὺς ἀπετέλεσαν· ἐστὶν οὖν ὁ πάππος δευτέρου βαθμοῦ. τὸ αὐτὸ καὶ ἐπὶ μητρὸς καὶ μάμμης καὶ πάντων τῶν ἀνιόντων ἀῤῥένων καὶ θηλειῶν. ἐπὶ δὲ τῶν ἐκ πλαγίου, ὡς εἴρηται, δεῖ ἀνιέναι ἐπὶ τὸ τῆς συγγενείας αἴτιον πρόσωπον, ἕως ἔλθωμεν εἰς τὸ πρόσωπον περὶ οὗ ἡ ζήτησις. εἰ γάρ τίς σε ἐρωτήσει· ὁ ἀδελφὸς πόστου σοι ἐστὶ βαθμοῦ; λέγε δευτέρου. διὰ τί; ἀνέρχου πρὸς τὸν πατέρα· ἰδοὺ μία γέννησὶς ἀπὸ τοῦ πατρὸς εἰς σὲ ἕνα βαθμὸν ἀπετέλεσεν. εἶτα ἐπειδὴ εὗρες τὸ αἴτιον τῆς γεννήσεως πρόσωπον, κάτελθε πρὸς τὸν ἀδελφὸν προστιθεὶς ἐνταῦθα ἑτέραν γέννησιν. ἰδοὺ δύο γεννήσεις δύο βαθμοὺς ἀπετέλεσαν· οὐκοῦν καλῶς εἴρηται, ὅτι ὁ ἀδελφὸς δευτέρου βαθμοῦ ἐστιν. πάλιν ἐάν τίς σε ἐρωτᾷ· ὁ θεῖος πόστου σοι ἐστὶ βαθμοῦ; λέγε τρίτου. ἀνάγκη γάρ σε ἀνιέναι ἐπὶ τὸν σὸν πατέρα καὶ λέγειν· ἐμὲ ἐγέννησεν ὁ πατὴρ, τὸν πατέρα ὁ πάππος· ἰδοὺ δύο γεννήσεις· ὁ αὐτὸς πάππος τὸν ἐμὸν θεῖον· ἰδοὺ τρεῖς γεννήσεις τρεῖς βαθμοὺς ἀπετέλε σαν, ὥστε τρίτου μοι ἐστὶ βαθμοῦ ὁ θεῖος. οὕτω καὶ ἐπὶ τῶν ἑξῆς τῷ αὐτῷ προσέχων κανόνι δύνασαι καταλαβεῖν τοὺς βαθμούς '.
2
pr.Τοὺς κεκωλυμένους βαθμοὺς ὁρίζομεν οὕτως· ἐπὶ μὲν τῶν ἀνιόντων καὶ κατιόντων εἰς ἀπέραντον ὁ γάμος κεκώλυται, εἰ καὶ μὴ ἐξ ἐννόμων γάμων ὦσιν. οὐ δύναται γὰρ λαμβάνειν τὶς τὴν ἰδίαν μάμμην, οὐδὲ τὴν ἐκγόνην, εἴτε φυσικαί εἰσιν εἴτε θεταὶ, κἂν μάλιστα ἡ θέσις ἐλύθη τῷ τρόπῳ τῆς αὐτεξουσιότητος. αἰσχυνέσθωσαν γὰρ νῦν τὴν πάλαι τοῦ πατρὸς ἢ τοῦ πάππου προσηγορίαν ἐπ᾿ αὐτῷ καλεῖσθαι.
3
pr.Καὶ μεταξὺ δὲ τῶν ἐκ πλαγίου προσώπων ἐστὶ κώλυσις. τὴν τοῦ ἀδελφοῦ γὰρ ἢ τῆς ἀδελφῆς θυγατέρα λαμβάνειν πρὸς γάμον οὐ θέμις.
4
pr.᾿Αλλ᾽ οὐδὲ τὴν τούτων ἐκγόνην, εἰ καὶ μάλιστα τοῦ τετάρτου βαθμοῦ ἐστι, ἐξ οὗ δὴ βαθμοῦ δύναταί τις λαμβάνειν πρὸς γάμον, οἷον τὴν θυγατέρα τοῦ θείου ἢ τῆς θείας, τουτἐστι τὴν ἐξάδελφον. ἀλλ᾽ οὐδὲ ὁ υἱός μου τὴν ἐκγόνην αὐτῶν, οἵτινες λέγονται δισεξάδελφοι. κανὼν γὰρ ἔστω σοι καθολικός· ἐκείνου τοῦ προσώπου, οὗ τὴν θυγατέρα λαβεῖν οὐκ ἐχώρει σοι πρὸς γάμον, ἀλλ᾽ οὐδὲ τὴν ἐκγόνην. ὡσαύτως καὶ ὁ υἱός σου.
5
pr.᾿Αλλ᾽ οὐδὲ τὴν πρὸς πατρὸς ἢ πρὸς μητρὸς θείαν δυνατόν σοι λαβεῖν, κἂν θεταὶ ὦσιν, ἐπειδὴ μητέρων τάξιν ἔχουσι. καὶ πῶς συμβαίνει εἶναι θετὴν θείαν; οἷον ὁ πάππος μου ὁ πρὸς πατρὸς ἔχων υἱὸν τὸν ἐμὸν πατέρα ἔλαβε κόρην τινὰ εἰς θέσιν, καὶ ὁ μὲν ἐμὸς πατὴρ ἐκάλει αὐτὴν ἀδελφὴν, ἐγὼ δὲ θείαν.
6
pr.Ωσαύτως οὐδὲ τὴν μεγάλην θείαν δύναμαι λαβεῖν τουτἐστι τὴν τοῦ πάππου ἀδελφὴν, εἰ καὶ θετή ἐστιν, ἐπειδὴ μάμμης τάξιν ἔχει.
7
pr.Τοῦτο τὸ κεφάλαιον ἐν τοῖς ἰνστιτούτοις κατὰ τοιαύτην ἐῤῥέθη διάνοιαν, ὅτι δύναται μέν τις ἐκ τοῦ δ βαθμοῦ οἷον τὴν ἐξάδελφον λαμβάνειν. τοῦτο γὰρ τότε οὐκ ἐκωλύετο. τὴν γὰρ ἐκγόνην τῆς ἀδελφῆς, κἂν τετάρτου βαθμοῦ ἐστιν, οὐδεὶς λαμβάνει· ἕτερος γὰρ τοῦτο κωλύει κανὼν, ὃν ἑξῆς φησιν. ἐπεὶ δὲ σήμερον οὐ μόνον ὁ τέταρτος κεκώλυται, ἀλλὰ καὶ ὁὲ καὶ ὁ, περισσὸν οἶμαι καὶ τὸ εἰ καὶ μάλιστα, καὶ τὸ ἐξ οὗ βαθμοῦ δύναταί τις, ἀλλὰ καὶ αὐτὸς ὁ κανὼν βέλτιον οὕτως ῥηθήσεται· καὶ μεταξὺ τῶν ἐκ πλαγίου συγγενῶν ἐστὶ κώλυσις. τὴν τοῦ ἀδελφοῦ γὰρ ἢ τῆς ἀδελφῆς θυγατέρα λαμβάνειν πρὸς γάμον οὐ θέμις. οὐδὲ τὴν θυγατέρα τοῦ θείου ἢ τῆς θείας, τουτέστι τὴν ἐξάδελφον· ἀλλ᾽ οὐδὲ ὁ υἱός μου τὴν ἐκγόνην αὐτῶν, οἵτινες λέγονται δισεξάδελφοι.
8
pr.Τὸ ἐκ τετάρτου βαθμοῦ δύνασθαι λαμβάνειν πρὸς γάμον τῆς ἀρχαιοτέρας νομοθεσίας ὂν ἀνῃρέθη ὑπὸ τοῦ ἰσαυρικοῦ νόμου, ὃς καὶ πολιτεύεται νῦν μέχρι ἕκτου βαθμοῦ κωλύων τὸν γάμον. οἱ γὰρ δισεξάδελφοι ἕκτου εἰσὶ βαθμοῦ. ὥστε οὖν τὸ κἂν τετάρτου εἰσὶ βαθμοῦ καὶ τὸ ἐξ οὗ βαθμοῦ δύναμαι λαβεῖν ἀνῃρημένον.
9
pr.Τὰ περὶ τῶν θετῶν θείων, σχεδὸν δὲ καὶ τὰ τῆς ἄλλης διὰ θέσεως συγγενείας ἀργεῖ σήμερον, ἐπειδὴ καὶ τὰ τῆς υἱοθε σίας παντελῶς ἐνηλλάγη, οὐχ ὑποκειμένων τῶν υἱοθετουμένων τῇ δουλείᾳ τῆς ἀρχαίας ὑπεξουσιότητος ἧς λυομένης καὶ αὐτὴ ἡ υἱοθεσία ἐλύετο, οὐδὲ κερδαινόντων τῶν θετῶν πατέρων τῆς τῶν θετῶν υἱῶν ὑποστάσεως.
10
pr.Εἰσὶ δὲ καὶ ἕτεροι οὐ διὰ θεσμὸν συγγενείας διὰ δὲ ἀγχιστείαν μὴ προβαίνοντες γάμοι. ἀγχιστεία δέ ἐστιν οἰκειότης προσώπων ἐκ γάμων ἡμῖν συνημμένων συγγενείας ἐκτός. οἷον οὐ δύναμαι λαμβάνειν τὴν ἐμὴν προγονὴν ἢ νύμφην. καὶ προγονὴ μέν ἐστιν ἡ ἐξ ἄλλου ἀνδρὸς θυγάτηρ καὶ ἐκγόνη καὶ προεκγόνη τῆς γαμετῆς μου· νύμφη δὲ ἡ τοῦ υἱοῦ καὶ ἐκγόνου καὶ προεκγόνου γαμετή.
11
pr.Πενθερά ἐστιν ἡ μήτηρ καὶ ἡ μάμμη καὶ ἡ προμάμμη τῆς γαμετῆς μου, καὶ οὐδεμίαν αὐτῶν δύναταί τις λαμβάνειν, ἐπειδὴ μητέρων τάξιν ἔχουσιν.
12
pr.Ἐπὶ τῶν θετῶν συγγενῶν φασὶν οἱ παλαιοὶ τοὺς ἀνιόντας καὶ κατιόντας πρὸς τοὺς ἀλλήλων γάμους κωλύεσθαι, κἂν ἡ θέσις ἐλύθη δ᾽ αὐτεξουσιότητος, ἐπὶ δὲ τῶν ἐκ πλαγίου τὸν θετὸν υἱὸν πρὸς μὲν τὴν πρὸς πατρὸς θείαν κωλύουσι, κἂν αὐτεξούσιος γένηται, πρὸς δὲ τὴν πρὸς] μητρὸς θείαν κἂν ὑπεξούσιός ἐστιν οὐ κωλύουσι, τὴν ἀπὸ θηλυγονίας συγγένειαν οὐδὲ εἶναι πρὸς τὴν θέσιν λέγοντες·· ἀλλὰ καὶ τὸν πρὸς τοὺς ἀδελφοὺς γάμον, ἡνίκα ἡ θέσις λυθῇ, ἀκώλυτον ἡγοῦνται. ὁμοίως δὲ καὶ τὸν πρὸς τοὺς ἐξ ἀῤῥενογονίας ἀνεψιούς· τὸν γὰρ πρὸς τοὺς ἐκ θηλυγονίας καὶ συνεστώσης τῆς θέσεως οὐ κωλύουσι. καὶ τὸν μὲν δεσμὸν τῆς θέσεως τὴν ὑπεξουσιότητα νομίζουσι· μετὰ δὲ τὴν αὐτεξουσιότητα ἐξαλείφεσθαι τῆς θετῆς φαμιλίας φασὶ τὴν συγγένειαν. καὶ ταῦτα μὲν ἡ ἀρχαιότης. μήπω δὲ τῆς νεαρᾶς διαφορὰν ἔχοντας πάλιν τοὺς ἐξ ἀῤῥενογονίας πρὸς τοὺς ἐκ θηλυγονίας περὶ τὰς κληρονομίας εἰς ἀδιάφορον ὁμοιότητα μεθαρμοσάσης δοκεῖ σιωπηρῶς καὶ τὰ τῶν θετῶν διορθωθῆναι. καὶ μήποτε τῆς καθ ' ἡμᾶς θέσεως ἐν ἁγίοις ναοῖς καὶ δι εὐχῶν ὁσίων καὶ χειροθεσίας ἱερέων συνισταμένης, ἄλυτος ὁ δεσμὸς διαμένει, καὶ καθάπερ ἐπὶ τῆς φυσικῆς συγγενείας οὕτω καὶ ἐπὶ τῆς θετῆς τοὺς γάμους κωλύεσθαι.
13
pr.Οὐ μόνον ἡ τοῦ πατρὸς ἀλλὰ καὶ ἡ τοῦ πάππου γαμετὴ μητρυιὰ λέγεται, καὶ κωλύομαι λαβεῖν αὐτάς· κἂν πολλὰς ἔσχεν ὁ πατὴρ, οὐδεμίαν αὐτῶν λαμβάνω. ἀλλ᾽ οὐδὲ τὴν μνηστὴν αὐτοῦ λαμβάνω.
14
pr.Οὐδὲ τὴν μητέρα τῆς ποτε μνηστῆς. γέγονε γὰρ πενθερά.
15
pr.Οὐδὲ τήν ποτε γυναῖκα τοῦ προγόνου.
16
pr.Οὐδὲ ἡ μητρυιὰ λαμβάνει τὸν γενόμενον ἄνδρα τῆς προγονῆς.
17
pr.Τὴν προεκγόνην τῆς ἀδελφῆς γαμεῖν οὐ δύναταί τις· γονέων γὰρ τάξιν ἔχει.
18
pr.Οὐδὲ τὴν θυγατέρα τῆς ἀποζευχθείσης γυναικὸς τὴν μετὰ διάζευξιν [ἐξ ἑτέρου] ἀνδρὸς τεχθεῖσαν.
19
pr.Οὐδὲ τὴν τοῦ πατρὸς ἢ ἀδελφοῦ μνηστὴν, κἂν γαμεταὶ αὐτῶν οὐ γεγόνασιν· ἡ μὲν γὰρ μητρυιᾶς, ἡ δὲ νύμφης τάξιν ἔχει.
20
pr.Ὁ φυσικὸς πατὴρ οὐ λαμβάνει τὴν πορνογενῆ αὐτοῦ θυγατέρα· τὸ φύσει γὰρ δίκαιον καὶ εὐπρεπὲς ζητοῦμεν.
21
pr.Τὴν ἐκ πορνείας ἀδελφὴν οὐδεὶς λαμβάνει. τὰ αὐτὰ καὶ περὶ δουλικῆς συγγενείας καὶ ἀγχιστείας.
22
pr.Ὁ θετὸς πατὴρ τὴν τοῦ υἱοῦ θυγατέρα ἢ ἐκγόνην λαμβάνειν οὐ δύναται.
23
pr.Οὔτε ὁ θετὸς υἱὸς τὴν τοῦ πατρὸς μητέρα ἢ θείαν ἢ ἐκγόνην, εἰ καὶ μὴ ἅπτεται τοῦ γένους αὐτῶν.
24
pr.Ὁ αὐτεξούσιος οὐ δύναται λαβεῖν τὴν γενομένην γαμετὴν τοῦ θετοῦ πατρὸς, ὥσπερ οὐδὲ τὴν αὐτοῦ ὁ ποιήσας αὐτὸν αὐτεξούσιον θετὸς πατήρ.
25
pr.Οὐκ εὐπρεπῶς ἡ γυνὴ τοῦ ἰδίου πάτρωνος γαμεῖται τῷ ἀπελευθέρῳ αὐτοῦ, κἂν ἀποδῷ τοὺς λόγους.
26
pr.Οὔτε ὁ πατὴρ τοῦ ἐπιτρόπου οὔτε ὁ συνυπεξούσιος ἀδελφὸς δύναται γαμεῖν τὴν ὀρφανήν.
27
pr.Καὶ ὁ κουράτωρ τῆς γαστρὸς ἢ τῆς οὐσίας ὑπόκειται τῇ κωλύσει· χρεωστεῖ γὰρ ἀποδοῦναι τοὺς λόγους· καὶ ἀδιάφορον, εἴτε πολύν τις διώκησε χρόνον εἴτε ὀλίγον.
28
pr.Ὁ ἐπὶ μοιχείᾳ γυναικὸς κατηγορηθεὶς οὐ δύναται αὐτὴν γαμετὴν ἀγαγέσθαι.
29
pr.Ὁ παρθένον ἢ χήραν ἁρπάσας οὐ δύναται ταύτην γαμεῖν, οὐδὲ συναινοῦντος τοῦ ταύτης πατρὸς καὶ συγχωροῦντος τὸ ἔγκλημα.
30
pr.Ὁ τὴν ἰδίαν συγγάλακτον ἢ ἀναθρεπτὴν ἐλευθερώσας οὐ δύναται ταύτην πρὸς γάμον ἀγαγέσθαι.
31
pr.Ὁ ἀπὸ τοῦ ἁγίου βαπτίσματος ἀναδεξάμενος οὐ δύναται αὐτὴν ὕστερον ἀγαγέσθαι, ὡς δῆθεν θυγατέρα αὐτοῦ γε νομένην, οὐδὲ τὴν μητέρα ἢ θυγατέρα αὐτῆς. ἀλλ᾽ οὐδὲ ὁ υἱὸς αὐτοῦ, ἐπειδὴ πατρικὴν ἔχει διάθεσιν.