JGR IV 3.16
Περὶ προικός.
Abrir no leitor do IusCommune →1
pr.Ἡ διατετιμημένη προῖξ τῷ ἀνδρὶ κινδυνεύεται· κἂν ἀποθάνωσι τὰ ζῶα, κἂν ἡ γυνὴ τὴν ἐσθῆτα τρίψῃ, τὴν ἀποτίμωσιν αὐτῶν δίδωσιν '.
2
pr.Διατιμήσεως γενομένης τὸ τίμημα χρεωστείσθω μόνον, εἰ μὴ τὸ ἐναντίον συνεφωνήθη ἢ οὐ δικαία γέγονεν ἡ ἀποτίμησις.
3
pr.Διατιμηθείσης τῆς προικὸς αὐτῆς χρεωστείσθω ἡ δια- - τίμησις καὶ μὴ τὰ πράγματα, κἂν μείωσιν ἢ αὔξησιν δέξωνται.
4
pr.Τῆς δὲ ἀτιμήτου προικὸς καὶ ἡ αὔξησις καὶ ἡ μείωσις τὴν γυναῖκα ὁρᾷ. καὶ αὕτη λαμβάνει τὸν τοκετὸν τῶν δούλων, τοὺς δὲ καρποὺς καὶ τὴν γονὴν τῶν θρεμμάτων ὁ ἀνὴρ λαμβάνει, πρότερον μέντοι πληρῶν τὰ βάρη τῶν πρωτοτύπων καὶ ὑποβάλλων ἀντὶ τῶν τελευτώντων ἀπὸ τῶν ἐπιγινομένων. ἐὰν δὲ πρὸ τοῦ γάμου τελευτήσῃ τινὰ τῶν διατετιμημένων, ἡ γυνὴ ζημιοῦται.
5
pr.᾿Αγρὸς διατιμηθεὶς καὶ εἰς προῖκα δοθεὶς μηδὲ ἐκποιείσθω μηδὲ ὑποτιθέσθω, κἂν συναινέσῃ ἡ γυνή. καὶ τοῦτο μὴ ἐπὶ μόνου ἰταλικοῦ, ἀλλὰ καὶ ἐπὶ παντὸς κρατεῖ ἀγροῦ.
6
pr.Ἐν ᾧ εὑρήσεις, ὅτι οἱ καρποὶ τῶν προικιμαίων πραγμάτων τῷ ἀνδρὶ διαφέρουσι, δηλονότι κἂν ἀδιατίμητά εἰσι. γνῶθι ὅτι καὶ τὴν τῆς προικὸς ζημίαν αὐτὸς ὑποστήσεται.
7
pr.Ὁ ἀνὴρ τῆς προικὸς τοὺς καρποὺς λαμβάνει διὰ τὰ βάρη τοῦ γάμου. οἱ μέντοι πρὸ τοῦ γάμου ληφθέντες καρποὶ τῆς προικὸς γίνονται, εἰ μὴ τὸ ἐναντίον συνεφωνήθη τ.
8
pr.Ἐὰν εἰς αὐτὸ τὸ δοῦναι περιγραφῇ γυνὴ, ἀναλαμβάνει τὸ πρᾶγμα· εἰ δὲ περὶ τὴν διατίμησιν, ἐπιλογὴν ἔχει ὁ ἀνὴρ ἢ τὸ πρᾶγμα ἀποδοῦναι ἢ τὴν διατίμησιν. εἰ δὲ δοῦλος ὢν ἴσως ἐτελεύτησε, μόνον τὸ συμφωνηθὲν δίδωσιν.
9
pr.Ὅπου τὰ βάρη τοῦ γάμου, ἐκεῖ ἡ προῖξ ὀφείλει εἶναι. παραχρῆμα δὲ τοῦ ἀποθανεῖν τὸν πατέρα τῷ υἱῷ ἕπονται, ὥσπερ καὶ οἱ παῖδες καὶ ἡ γυνή.
10
pr.Τῶν γάμων μὴ γενομένων οὐ τὴν διατίμησιν τῶν δοθέντων διατετιμημένων, ἀλλὰ τὰ πράγματα ἡ γυνὴ λαμβάνει.
11
pr.Ἐὰν αὐτὸ τὸ πρᾶγμα τῆς προικὸς δοῦναι γράψῃ ὁ ἀνὴρ, ἡ γυνὴ ἀναλαμβάνει τὸ πρᾶγμα· εἰ δὲ τὴν διατίμησιν, ἐπιλογὴν ἔχει ὁ ἀνὴρ ἢ τὸ πρᾶγμα ἀποδοῦναι ἢ τὴν δικαίαν διατίμησιν.
12
pr.Ἐὰν ἀνδράποδα διατετιμημένα τῆς προικὸς λάβῃ ὁ ἀνὴρ, ἐφ᾽ ᾧ λυομένου τοῦ γάμου ἀποδοῦναι ὑπὸ τὴν αὐτὴν διατίμησιν, αὐτῷ ἐκκινδυνεύεται, καὶ ὁ τοκετὸς αὐτῶν παρ αὐτῷ μένει.
13
pr.Μετὰ τὸν γάμον οὐ δύναται ὁ πατὴρ χείρονα τὴν αἵρεσιν ποιῆσαι προικὸς, ἐπειδὴ οὔτε καταβάλλεται αὐτῷ ἡ προῖξ ἀκούσης τῆς θυγατρός.
14
pr.Μεταξὺ δούλων καὶ ἐλευθέρων οὐ συνίσταται γάμος οὔτε προῖξ οὔτε πρὸ γάμου δωρεά.
15
pr.Ὁ πατὴρ προῖκα ἢ πρὸ γάμου δωρεὰν ὑπὲρ τῶν ἑαυτοῦ παίδων ἐπερωτώμενος δοκεῖ ἐκ τῆς ἰδίας ὑποστάσεως ταύτην ποιεῖσθαι. ὅθεν εἰ πράγματα ἔχει ὁ παῖς ἀπροσπόριστα, μένουσι σῶα, μὴ δυναμένου τοῦ πατρὸς μετὰ ταῦτα λέγειν ὡς ἐκ τούτων τήν τε προῖκα ἢ πρὸ γάμου δωρεὰν ἐποιησάμην. ἐχρῆν γὰρ ἐν τῷ καιρῷ τῆς ἐπερωτήσεως ταῦτα προειπεῖν.
16
pr.Ἐὰν οἱ παῖδες ἔχωσιν ἴδια πράγματα εἴτε ἐκ μητρώας εἴτε ἐξ ἑτέρας αὐτοῖς αἰτίας προσγεγονότα, ἐφ᾽ οἷς ὁ πατὴρ ἐξουσίαν ἔχει, ὅμως ἐν τῷ ἐπιδιδόναι αὐτὸν ὑπὲρ τῶν παίδων προῖκα ἢ πρὸ γάμου δωρεάν, εἰ μὴ προσδιορίσηται πόθεν αὐτὴν ἐπιδίδωσιν, αὐτὸς οἴκοθεν ἀπαιτεῖται. εἰ δὲ προσδιοριζόμενος εἴπῃ, ἐκ τῶν ἐμῶν καὶ ἐκ τῶν τοῦ παιδὸς, τότε εἰ μὲν ἄπορός ἐστι παντελῶς ὁ πατὴρ, ἐκ τῶν πραγμάτων τοῦ παιδὸς δίδοται τὸ πᾶν, εἰ δὲ εὐπόρως ἔχει ὁ πατὴρ καὶ οὕτως ἀπαιτεῖται τὸ ὅλον. ἐχρῆν γὰρ αὐτόν, φησι, τῆς μὲν ἰδίας ἐπιδόσεως φανερῶσαι τὸ ποσὸν καὶ οὕτως τῷ παιδὶ συναινέσαι βουλομένῳ ἐκ τῶν ἰδίων ὁπόσον μέρος ἐπιδοῦναι.
17
pr.Ἐὰν γνώμῃ τῆς αὐτεξουσίας μου θυγατρὸς ἐπιδώσω τὰ δωρηθέντα αὐτῇ παρ᾽ ἐμοῦ, οὐκ ἐγὼ ἀλλ᾽ αὐτὴ δεδωκέναι δοκεῖ.
18
pr.Ἐὰν ἐξωτικὸς ἐπαγγειλάμενος προῖκα ἀπορήσῃ, ὁ ἀνὴρ, ὡς μὴ ἀπαιτήσας ἐκκινδυνεύει, εἰ μὴ ἄρα κατὰ δωρεὰν ἐπηγγείλατο. τότε γὰρ τοῦ ἀνδρὸς φειδόμεθα ὡς μὴ καταναγκάσαντος πρὸς καταβολὴν τὸν δωρησάμενον, ἐπειδὴ καὶ οἱ δωρούμενοι μέχρις εὐπορίας καταδικάζονται.
19
pr.Ὁ ἀνὴρ καὶ ἄπορος ὢν πᾶσαν τὴν προῖκα χρεωστεῖ.
20
pr.Ἐὰν ὁμολογήσῃ τὶς εἴσω ἐνιαυτοῦ διδόναι προῖκα, ὁ ἐνιαυτὸς οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπερωτήσεως, ἀλλ᾽ ἀπὸ τῶν γάμων ἀριθμεῖται.
21
pr.Ὁ ἀνὴρ ἐπιτρέπων ἑτέρῳ τινὶ δοθῆναι τὴν προῖκα, αὐτὸς πιστεύεται αὐτὴν εἰληφέναι.
22
pr.Ὁ ἐπερωτηθεὶς προῖκα τῷ γαμβρῷ αὐτοῦ καὶ πρὸ τοῦ ἐπιδοθῆναι αὐτὴν λεγάτον εἶναι ταύτην τῇ θυγατρὶ αὐτοῦ δια- - θέμενος, οὐ ποιεῖ τοῖς δυσὶν ἔνοχον τὸν ἴδιον κληρονόμον, ἀλλ᾽ εἰς μόνον ἀπαιτεῖται, ὡς συναρέσει αὐτοῖς.
23
pr.Ὁ πενθερὸς ἀπὸ τοῦ γαμβροῦ καὶ ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς ἀπαιτούμενοι ἣν ἐπηρωτήθησαν προῖκα, πρὸς τὸ μέρος τῆς οὐσίας αὐτῶν καταδικάζονται.
24
pr.Τοῦτο τὸ κεφάλαιον ἐν τῷ πλάτει οὕτως ἔχει. ἐὰν ὁ πατὴρ ὁμολογήσας προῖκα λεγατεύσῃ, εἰ μὲν τῷ γαμβρῷ, ἀνίσχυρον τὸ λεγάτον· οὐ γὰρ ἐῤῥωμένως τὶς λεγατεύει τῷ δανειστῇ αὐτοῦ ὅπερ αὐτῷ χρεωστεῖ· εἰ δὲ τῇ θυγατρὶ, ἔῤῥωται. ἡ μὲν γὰρ προῖξ τῷ ἀνδρὶ ἀπὸ τῆς ἐπερωτήσεως ἕπεται, τὸ δὲ λεγάτον τῇ θυγατρί κεχρεώστηται, καὶ λαμβάνει ἑκάτερον ἡ θυγάτηρ, ἐὰν δόξῃ τοῦτο βουληθῆναι τὸν πατέρα. εἰ δὲ ἓν ἠθέλησε δοθῆναι, εἰ μὲν θυγάτηρ ἀπαιτεῖ τὸ λεγάτον, οὐ λαμβάνει, εἰ μὴ ἀσφαλίσηται δεφενδεύειν τὸν κληρονόμον πρὸς τὸν ἄνδρα. εἰ δὲ ὁ ἀνὴρ κινεῖ, χωρὶς δεφενσίωνος λαμβάνει, καὶ μετ᾿ αὐτὸν ἡ θυγάτηρ ἐνάγουσα ἐκβάλλεται τῇ παραγραφῇ.
25
pr.Τὰ ἐκ τῶν προικιμαίων χρημάτων ἀγορασθέντα προικιμαῖά εἰσιν.
26
pr.Δοκεῖ πως τοῦτο ἐναντίον τῷ ἐν τῷ ἔ βι. τοῦ κώδικος ὑπὸ θαλελαίου λεγομένῳ, ὅτι τὸ ἐκ τῶν προικιμαίων νομίσματων ἀγοραζόμενον οὐκ ἐστὶ τῆς δεσποτείας τῆς γυναικός. καί φησιν, ὅτι τοῦτο μὲν, ἡνίκα ὁ ἀνὴρ ἀπορεῖ· χρεωστῶν γὰρ τὰ νομίσματα δίδωσιν αὐτὰ καὶ οὐ τὸ ἐκ τούτων ἀγορασθέν. τὸ δὲ ἕτερον, ἡνίκα παντελῶς ἀπορήσει ὁ ἀνὴρ θεματίζεται· μὴ γὰρ εὐπορῶν ἀναδοῦναι τὰ χρήματα, ὑπὸ τὴν τῆς γυναικὸς ἐξουσίαν ὅσα ἐξ αὐτῶν ἠγοράσθη καταλιμπάνει.
27
pr.Συνεστῶτος τοῦ γάμου δύναται ἡ προῖς ὑπὸ τῆς γυναικὸς κενοῦσθαι ἐκ τούτων τῶν αἰτιῶν· οἷον ἵνα ἑαυτὴν καὶ τὸν ἄνδρα καὶ τοὺς ἰδίους παῖδας θρέψῃ, ἵνα ἀγρὸν ἐπιτήδειον ἀγοράσῃ, ἵνα τὸν ἐξόριστον πατέρα θρέψῃ, ἵνα τοὺς ἀδελφοὺς πενομένους ἐλεήσῃ. ταῦτα δὲ κρίσει τοῦ ἐπάρχου ἢ τοῦ κοιαίστορος ἢ τῶν ἀρχόντων ἢ τῶν ἐπισκόπων γίνεσθαι.
28
pr.Τὸ λεγόμενον, ὅτι τὰ ἀναγκαῖα δαπανήματα τῷ αὐτῷ δικαίῳ μειοῖ τὴν προῖκα, τοῦτο δηλοῖ, ὥστε τὸν ἄνδρα παρακρατεῖν τὸν ἀγρὸν ἢ μέρος αὐτοῦ ἕως οὗ λάβῃ τὴν δαπάνην. εἰ δὲ κατὰ μέρος εἰς τὸν ἀγρὸν ἐδαπανήθη ὅσου ἦν ἄξιος, παύεται εἶναι προικιμαῖος, εἰ μὴ ἐντὸς ἐνιαυτοῦ παράσχῃ τὰς δαπάνας. εἰ δὲ ἦσαν σὺν τῷ ἀγρῷ καὶ χρήματα ἐν προικὶ, τὰ χρήματα μειοῦται. καταβαλλούσης δὲ τῆς γυναικὸς τὰς δαπάνας, ὑποστρέφει ὁ ἀγρὸς εἰς τὴν προῖκα. ἐν τῷ μεταξὺ δὲ κωλύεται ἡ ἐκποίησις αὐτοῦ.
29
pr.Εἰ καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ ἀνδρός ἐστιν ἡ προῖξ, ὅμως τῆς γυναικός ἐστι. ὅθεν ἐκδικουμένου τοῦ προικιμαίου ἀγροῦ ἡ γυνὴ κινεῖ περὶ ἐκνικήσεως· αὐτῇ γὰρ διαφέρει. ἐὰν γὰρ μὴ ἐκνικήσῃ, παύεται αὐτὸν ἔχειν ἐν προικί. ἐν ὅσῳ δὲ παρὰ τῷ ἀνδρί ἐστιν ἡ γυνὴ, τὸ κέρδος αὐτοῦ ἔχει ὁ ἀνὴρ διὰ τὰ βάρη.
30
pr.Ἐὰν γυνὴ κατ᾿ ἀψιμαχίαν λαβοῦσα τοὺς παῖδας ἀναχωρήσῃ τοῦ ἀνδρὸς, ὁ δὲ ὥσπερ ἀγοράζων τὴν φιλίαν αὐτῆς συμφωνήσῃ μὴ ἀπαιτεῖσθαι τὴν προῖκα, εἴγε πρὸς αὐτὸν ἐπιστρέψει, οὐκ ἔῤῥωται τὸ σύμφωνον.
31
pr.Ἐάν τις συμφωνήσῃ πρὸς τὸν πενθερὸν, ἵνα ἐὰν συμβῇ αὐτὸν ἐν τῷ γάμῳ τελευτῆσαι παίδων αὐτῷ ὑπόντων, τὸ ἥμισυ τῆς προικὸς μόνον ἀποδοθῇ, ἄχρηστόν ἐστι τὸ σύμφωνον.
32
pr.Ἐὰν ὁ ἀνὴρ συμφωνήσῃ πρὸς τὴν γυναῖκα, ἵνα τελευτῶσαν αὐτὴν κληρονομήσῃ, τὸ σύμφωνον τοῦτο ἄχρηστόν ἐστιν. οὐδὲ γὰρ δυνατὸν διὰ συμφώνου τυποῦσθαι τὰ περὶ τῆς ἡμετέρας κληρονομίας. ἐξωτικὸς γὰρ ἄνθρωπος διαθήκης χωρὶς ἕτερον οὐ δύναται κληρονομῆσαι· ἡ γὰρ κληρονομία τοῖς ἐξωτικοῖς ἐν διαθήκῃ δίδοται.
33
pr.Ἐὰν γένηται σύμφωνον, ἵνα προτελευτώσης τῆς γυναικὸς ἡ προῖξ ἀπομένῃ τῷ ἀνδρὶ, ἐὰν παρὰ τοῦ πατρὸς δέδοται ἡ προῖξ, ἔῤῥωται τὸ σύμφωνον καὶ ἀποκλείεται ὁ πατήρ. δυνατὸν γὰρ βλάπτεσθαι ἀπὸ συμφώνου τὴν προῖκα, ὅτε μόνος ὁ πατὴρ ὁ ταύτην οἴκοθεν δεδωκὼς μέλλει περὶ αὐτῆς ἐρευνᾶν.
34
pr.Ἐὰν συμφωνηθῇ ἐξ ἀπαιδίας κερδᾶναι τὸν ἄνδρα τὴν προῖκα, καὶ ναυαγήσῃ ἡ γυνὴ μετὰ ἐνιαυσιαίου παιδὸς, δοκεῖ προτελευτᾶν τῆς μητρὸς ὁ παῖς, καὶ κερδαίνει ὁ ἀνήρ.
35
pr.Ἐκ τοῦ ιη΄ τί. β΄ κεφ. τῶν διατ. - Ὁ προῖκα ποιήσας τῇ ἰδίᾳ δούλῃ, ἐλευθέραν αὐτὴν καὶ νόμιμον παρασκευάζει γαμετὴν, καὶ τοὺς παῖδας ἐλευθέρους τε καὶ γνησίους.
36
pr.Περὶ προικὸς τοῦ πλάτους. Τῆς προικὸς μὴ ἐπιδοθείσης ἐν συνεστῶτι τῷ γάμῳ, εἰ μὲν πρὸ τριετίας τελευτήσῃ ὁ ἀνὴρ, οὐδεμίαν μέμψιν ἔχει ὡς μὴ ἐπιζητήσας τὴν προῖκα. εἰ δὲ ἐπέζησεν ἐν τῷ γάμῳ ἐνήλικος ὢν ἕως δεκαετίας, αὐτὸς ὑπόκειται ἐκ τῶν ἰδίων καὶ ὅθεν δύναται πληροῖ τῇ γυναικὶ τὴν προῖκα. εἰ δὲ ἀνήλικος ἦν ἐν συνεστῶτι τῷ γάμῳ, μετὰ τὴν ἐνηλικιότητα ἐχέτω δεκαετίαν, καὶ εἰ μηδὲ τότε ἀπαιτήσῃ τὴν προῖκα, πάλιν αὐτὸς ὑποκείσθω τῇ γυναικί. εἰ δὲ μήτε κατὰ τὴν δεκαετίαν ἐν ὅλῃ τῇ συστάσει τοῦ γάμου ἀνήλικος, μήτε μετὰ τὴν ἐνηλικιότητα καὶ τὴν προσθήκην τῆς δεκαετίας μηδὲν ἀπαιτήσας, τελευτήσῃ, πρὸς τοὺς κληρονόμους αὐτοῦ ἔστω ἡ ζημία. ἐλλιποῦς δὲ τοῦ χρόνου ὄντος, εἴτε τοῦ ἀπὸ τῆς ἀρχῆς τοῦ γάμου ἀνηλίκου ὄντος εἴτε τοῦ ἀπὸ τῆς ἀνηλικιότητος προκόψαντος εἰς τὸν ἐνήλικον χρόνον, συμπληρούσθωσαν μετὰ θάνατον αὐτοῦ οἱ εἰρημένοι χρόνοι, καὶ τότε οἱ κληρονόμοι αὐτοῦ, εἰ μὲν ἐνήλικοί εἰσι, τριμήνου διάσκεψιν λαμβάνοντες καταβαλλέτωσαν τῇ γυναικὶ τὴν προῖκα, εἰ δὲ ἀνήλικοί εἰσι, τελειούμενοι καὶ αὐτοὶ κατὰ τὴν ἡλικίαν ἐχέτωσαν διάσκεψιν διετίας χρόνον, καὶ εἶθ᾽ οὕτως χρεῶσταί εἰσι διδόναι τὴν προῖκα τῇ γυναικί
37
pr.Ἐὰν ἐγράφη μὲν ἐν τῷ προικώῳ συμβολαίῳ ποσότης. προικὸς, μὴ ἐπεδόθη δὲ, ἔξεστι καὶ τῷ ἀνδρὶ καὶ τοῖς κληρονόμοις αὐτοῦ καὶ τῷ τοῦ ἀνδρὸς πατρὶ, εἰ συνυπεδέξατο τὴν προῖκα, καὶ τοῖς κληρονόμοις αὐτοῦ καὶ ἁπλῶς παντὶ προσώπῳ προῖκα αἰτουμένῳ ἀντιτιθέναι τῇ γυναικὶ καὶ τοῖς αὐτῆς κληρονόμοις ἀναργυρίαν εἴσω ἐνιαυτοῦ ἀριθμουμένου συναπτῶς μετὰ τὴν λύσιν τοῦ γάμου.
38
pr.Περὶ τῆς ἐπὶ τῆς προικὸς λεγομένης ἀναργυρίας ἑτέρως ἡ ἑκατοστὴ νεαρα διαλαμβάνει, κελεύουσα· εἰ μὲν εἴσω διετίας ὁ γάμος λυθῇ ἢ θανάτῳ ἢ ῥεπουδίῳ ἤτοι ἐν ζωῇ διαλύσει, ἔχειν καὶ τὸν ἄνδρα καὶ τοὺς αὐτοῦ κληρονόμους τέλειον ἐνιαυτὸν ἀριθμούμενον [συναπτῶς] ἀπὸ τῆς αὐτοῦ τοῦ γάμου διαλύσεως εἰς τὸ ἐπιμέμψασθαι τοῖς ὑποσχομένοις τὴν προῖκα, ὅτι οὐκ ἀπέδωκαν αὐτήν. εἰ δὲ ὑπερβὰς τὴν διετίαν ὁ γάμος μέχρι δεκαετίας διαλυθῇ, τότε καὶ ὁ ἀνὴρ καὶ οἱ κληρονόμοι αὐτοῦ τρίμηνον ἄλλο μετὰ τὴν λύσιν τοῦ γάμου λαμβάνουσιν· εἰ δὲ ὑπερέβη ἡ δεκαετία, οὔτε ὁ ἀνὴρ οὔτε οἱ κληρονόμοι αὐτοῦ ἕτερόν τινα χρόνον λαμβάνουσι. μέμψιν δέ φησιν οὐ τὴν ἁπλῶς καὶ ὡς ἔτυχε γινομένην, ἀλλὰ τὴν ἐγγράφως ἐπὶ μαρτύρων στελλομένην ἢ ἐν δικαστηρίῳ γινομένην ἔγκλησιν. καὶ ταῦτα μὲν, εἴγε καὶ ὁ ἀνὴρ τέλειός ἐστι καὶ οἱ αὐτοῦ κληρονόμοι. εἰ γὰρ εἴτε ὁ ἀνήρ ἐστιν ἀφῆλιξ, μέχρι τοῦ κζ χρόνου δύναται μόνον σιωπήσας κινεῖν, ὃν ὑπερβὰς ἐφ᾽ ὅλον σεσιγηκὼς μετὰ τῶν αὐτοῦ κληρονόμων ἀποκλείεται· εἰ δὲ οἱ κληρονόμοι τοῦ ἀνδρός εἰσιν ἀφήλικες, ἡνίκα ἢ τὸν ἐνιαυτὸν ἢ τὸ τρίμηνον λαμβάνουσιν, ὅσου ἄν εἰσι χρόνου ὀλίγου, πενταετίαν ἔχουσι μόνην. εἴσω δὲ τοῦ κζ χρόνου τελευτῶντος τοῦ ἀφήλικος ἀνδρὸς καὶ κατὰ μηδὲν μεμψαμένου, τέλειον ἐνιαυτὸν οἱ αὐτοῦ κληρονόμοι λαμβάνουσιν τέλειοι ὄντες. εἰ δὲ καὶ αὐτοί εἰσιν ἀτελεῖς πάντες, πάλιν τὴν πενταετίαν κἀνταῦθα. ἐν κεφαλαίῳ οὖν ἔστιν εἰπεῖν· διετίας εἴσω τοῦ γάμου διαλυθέντος καὶ τοῦ ἀνδρὸς σεσιγηκότος καὶ μηδὲν μεμψαμένου κατὰ τὸν χρόνον τῆς διετίας καὶ λαμβάνοντος μετὰ τὴν λύσιν τὸν ἐνιαυτὸν καὶ μηδὲ κατὰ τοῦτον ἐνάγοντος, ἢ τῶν αὐτοῦ κληρονόμων τῶν τὸν ἐνιαυτὸν λαμβανόντων, ἢ τοῦ γάμου μέχρι δεκαετίας λυομένου καὶ κατὰ πάντα τοῦτον τὸν χρόνον σιγῶντος τοῦ ἀνδρὸς, ἢ καὶ ἐν τῷ τριμήνῳ αὐτοῦ τε καὶ τῶν αὐτοῦ κληρονόμων οὐ μεμφομένων, καὶ ἐπ᾿ αὐτοῖς καὶ ἐπὶ τοῖς προστεθειμένοις διὰ τὴν ἀνηλικιότητα αὐτῶν καθάπερ εἴρηται χρόνοις οὔτε ἐγγράφως μεμψαμένων καὶ προφωνησάντων τοῖς ὑποσχομένοις τὴν προῖκα, ὅτι οὐκ ἐπέδωκαν αὐτὴν αὐτοῖς, οὔτε μὴν ἐν δικαστηρίῳ ἐναγωγὴν ποιησαμένων. οὔτε ὁ ἀνὴρ μετὰ ταῦτα οὔτε οἱ κληρονόμοι αὐτοῦ δύνανται τὴν οἱανοῦν κίνησιν ποιεῖσθαι κατὰ τῶν χρεωστούντων τὴν προῖκα, ἀλλ᾽ αὐτοὶ ὡς εἰληφότες αὐτὴν χρε ωστοῦσι τῇ γυναικὶ καὶ ταύτην ἀναδιδόασι. [καὶ ταῦτα οὐχ ὡς δοκεῖ τοῖς πολλοῖς ἁπλῶς καὶ ἀεὶ καὶ ἀπροσδιορίστως, ἀλλ᾽ ὡς ὑπεμφαίνει ἡ νεαρά, ἢ περιόντος τοῦ ὑποσχομένου ἢ φάσκοντος ἐπιδεδωκέναι, ἢ τελευτήσαντος καὶ ἀδήλου ὄντος εἴτε ἔδω κεν εἴτε οὐκ ἔδωκε, τὰ εἰρημένα τρακταΐζεται. τότε γὰρ ἡ χρονία σιγὴ τοῦ ἀνδρὸς τῶν ὑποσχομένων αὐτῷ τὴν προῖκα τὴν εὐπορίαν τῶν ἀποδείξεων, ὡς φησιν ἡ νεαρά, διαχέουσα] ὑπεύθυνον αὐτὸν καὶ τὸ αὐτοῦ μέρος τῇ γυναικὶ ἀπεργάζεται. εἰ γὰρ ἄλλως ὁμολογούμενον εἴη, τυχὸν αὐτοῦ τοῦ ὑποσχομένου ὁμολογοῦντος, ὅτι οὐδέπω τὴν προῖκα ἐπέδωκα, πῶς ἂν εἴη δίκαιον, ὡς τινές φασι, μὴ τὸν ὑποσχόμενον καὶ ταῦτα εὐποροῦντα κἂν ὁπόσος ἂν ῥυῇ χρόνος ἀπαιτηθῆναι τὴν προῖκα, ἀλλὰ τὸν μηδὲν λαβόντα ἄνδρα, εἰ τυχὸν δ᾽ ἐπιείκειαν καὶ τὴν πρὸς τοὺς γονεῖς εὐλάβειαν ἐσιώπησε, ταύτην εἰσπράττεσθαι; εἰ μέντοι ἐν τῷ μεταξὺ ὁ ὑποσχόμενος ἀπορήσειεν, ἐστὶν ἕτερος νόμος περὶ τούτου. ἐπὶ τούτοις ζητεῖται, εἰ καταδικαζόμενος ὁ ἀνὴρ δοῦναι τὴν προῖκα καὶ πρὸ γάμου δωρεὰν ἀναγκασθείη δοῦναι, ἣν καὶ παράσχῃ τῇ γυναικί.
39
pr.Εἰ μὲν ὁ ἀνὴρ παρὰ γνώμην τῆς ἰδίας γυναικὸς ὑπόθηται τὰ πράγματα αὐτῆς, οὐκ ἔῤῥωται ἡ ὑποθήκη· ἐὰν δὲ συναινούσης αὐτῆς ὑπόθηται, πάλιν ἐμποδίζει τὸ δόγμα· ἐὰν δὲ ὁ ἀνὴρ ὡς ἴδια τὰ τῆς γυναικὸς ὑπόθηται, ἀγνοῇ δὲ ὁ συναλλάσσων τὸ δρᾶμα, ἡ γυνὴ δὲ συνειδυῖα καὶ καθορῶσα τὸν ἄνδρα ὡς ἴδια τὰ ἑαυτῆς ὑποθέμενον ἐσιώπησεν ἐπίτηδες, βουλομένη ζημιῶσαι τὸν συναλλάσσοντα, τότε οὐ βοηθεῖται. ταῖς γὰρ ἀπατωμέναις γυναιξὶ βοηθεῖ τὸ δόγμα, οὐ ταῖς πανούργοις.
40
pr.Ἐὰν διὰ τὴν τοῦ ἀνδρὸς ἐνοχὴν παρέβαλεν ἑαυτὴν ἡ γυνὴ ἐν τῷ δεσμῷ τοῦ ἀλλοτρίου συναλλάγματος καὶ διὰ τῆς ἰδίας ὑποστάσεως τοῦτον ἀπαλλάξαι τῆς ἐνοχῆς ἐμελέτησεν, εἰ μὲν ὑποσχομένη κατέβαλε, τὸ καταβληθὲν διεκδικεῖν οὐ δύναται, δηλονότι τῶν ἐντελῶν οὖσα τοῦ νόμου χρόνων. εἰ δὲ μὴ κατέβαλεν, οὐδὲ καταβαλεῖν ἀπαιτηθήσεται.
41
pr.Εἴ τις γυνὴ ἐν διανειακῷ γραμματείῳ συναινεῖ τῷ ἰδίῳ ἀνδρὶ ἢ ὑπογράψει καὶ τὴν οἰκείαν περιουσίαν ἢ καὶ ἑαυτὴν ἔνοχον ποιήσει, κελεύομεν μηδὲν τοιοῦτον ἰσχύειν ἢ κρατεῖν, εἴτε ἅπαξ εἴτε πολλάκις τοιοῦτο γένηται, εἴτε ἰδικὸν εἴτε δημόσιον εἴη τὸ χρέος. ἀλλ᾽ οὕτως εἶναι, ὡς ἀντὶ μηδὲ γεγραμμένου, εἰ μὴ φανερῶς ἀποδειχθῇ, ὅτι τὰ χρήματα εἰς ἰδίας αὐτῆς τῆς γυναικὸς χρείας ἐδαπανήθη.
42
pr.Δύο προικῴων ὑπό τινος χρεωστουμένων, εἰς μὲν τὰ φαινόμενα ἐκδικεῖται ὑπὸ τῶν τεχθέντων ἐξ ἑκάστου γάμου, εἰς δὲ τὰ μὴ φαινόμενα ἔχει προγενεσίαν ἡ πρώτη προῖξ ἀπαιτουμένη ὑπό τε τῆς γυναικὸς καὶ ὑπὸ τῶν κατιόντων αὐτῆς παίδων καὶ ὑπὸ τῶν λοιπῶν συγγενῶν αὐτῆς.
43
pr.Παντὸς χρέους, δημοσίου μὲν τοῦ μεταγενεστέρου μόνον, ἰδιωτικοῦ δὲ καὶ τοῦ προγενεστέρου καὶ τοῦ μεταγενεστέρου, καὶ πάσης ὑποσχέσεως καὶ ἐνοχῆς τὴν γυναῖκα ζητοῦσαν τὴν προῖκα ἰσχυροτέραν εἶναι θεσπίζομεν. καὶ εἰ συμβῇ τὰ τοῦ ἀνδρὸς ὑπό τινος ὀργῆς βασιλικῆς, ὡς πολλάκις συμβαίνειν εἴωθεν, ἢ τῷ τῆς καθωσιώσεως ἁμαρτήματι διαταραχθῆναι καὶ διαφθαρῆναι, τῇ γυναικὶ τὴν προῖκα δοθῆναι κελεύομεν, καὶ εἶθ᾽ οὕτως τὰ λοιπὰ ὡς τῷ δημοσίῳ ἔξεστι διοικηθήτω.
44
pr.Γυνὴ ἐγγύας διδοῦσα ὑπὲρ χρηματικῆς δίκης ἐκτὸς προικὸς οὔτε εὐθύνεται οὔτε ἐνέχεται.
45
pr.Ἐὰν γνώμῃ τῆς αὐτεξουσίας μου θυγατρὸς ἐπιδώσω τὰ δωρηθέντα αὐτῇ παρ᾿ ἐμοῦ, οὐκ ἐγὼ ἀλλ᾽ αὐτὴ δεδωκέναι δοκεῖ.
46
pr.Τὰ ἐκ τῶν προικιμαίων πραγμάτων ἀγορασθέντα προικιμαῖά εἰσιν. 47. Ὅτι δεῖ τὸν μὴ δευτερογαμοῦντα ἄνδρα λαμβάνειν ἐκ τῆς προικὸς παιδὸς μοῖραν κατὰ δεσποτείαν.
48
pr.Νεαρὰ λέοντος. Αἱ ἄποροι καὶ προικοι γυναῖκες τὸ ἐπιλαγχάνον αὐταῖς μετὰ θάνατον τῶν συνοικούντων τέταρτον μέρος παίδων ὄντων καὶ μὴ δευτερογαμοῦσαι ἐκ τοῦ παρόντος νόμου κατὰ δεσποτείαν κερδαίνειν κελεύονται τοῖς παισὶ τὸ φαλκίδιον παραφυλάττουσαι.
49
pr.Ἡ μήτηρ ὑπὲρ τῆς θυγατρὸς προῖκα ἐπιδιδόναι οὐκ ἀναγκάζεται, εἰ μὴ ἀπὸ μεγάλης καὶ δεδοκιμασμένης ἢ νομίμης αἰτίας (καθὰ περὶ αἱρετικῶν μητέρων διαγορεύει, αἵτινες ἀναγκάζονται προικίζειν τὴν ὀρθόδοξον θυγατέρα). ὁ δὲ πατὴρ ἐκ τῶν τῆς γυναικὸς πραγμάτων μὴ βουλομένης (ὀρθοδόξου ταύτης τυγχανούσης) οὐδεμίαν ἔχει ἐξουσίαν τοῦ διδόναι προῖκα.
50
pr.Οὐδεὶς νόμος κωλύει, πᾶσαν ἅμα τὴν οὐσίαν τῆς γυναικὸς εἰς προῖκα ἐπιδιδόναι· καὶ γὰρ, ἐὰν τελεία οὖσα (τῶν ἐντελῶν τοῦ νόμου) ἡ γυνὴ ἐπιδίδωσιν. εἰ δὲ ἀφῆλίξ ἐστι, δύ ναται ἀποκατάστασιν αἰτῆσαι. ὁμοίως δὲ καὶ εἰ ἐπίτροπός ἐστιν αὐτῆς, ὃς δέδωκε τῷ μὴ ἀξίῳ, ἄχρηστος ἡ ἐπίδοσις, και θὼς ἡ ἑξηκοστὴ τοῦ κγ βι. τῶν διγέστων τί. ἢ διαλαμβάνει διάταξις.
51
pr.Ἐὰν πρᾶγμα τῆς γυναικός μου ἢ τῆς θυγατρός μου ἀγνοούσης ἢ ἀκούσης αὐτῆς εἰς προῖκα τῆς θυγατρὸς ἡμῶν παράσχω, καλῶς ἐκδικοῦσιν αὐτὸ οἱ κληρονόμοι τῆς γυναικὸς, καὶ μειοῦται ἡ προῖξ καὶ ἐνάγει μοι ὁ γαμβρός μου.
52
pr.Τὴν ὑπὲρ τῆς ἀπελευθέρας δοθεῖσαν προῖκα, κἂν ἀχάριστος εὑρεθῇ περὶ αὐτὸν, οὐ δύναται ὁ πάτρων ἀναλαμβάνειν, εἰ μὴ ἄρα ἐν τῷ καιρῷ τῆς ἐπιδόσεως ἢ συνεφώνησεν ἢ ἐπηρώτησεν εἰς ἑαυτὸν γενέσθαι τὴν ἐπανάδοσιν διαλυομένου τοῦ γάμου.
53
pr.Ἐχέτω ἡ γυνὴ μὴ μόνον τὴν περὶ τῆς δεσποτείας τῆς προικὸς ἀγωγὴν, ἀλλὰ καὶ τὴν ὑποθηκαρίαν, προτιμωμένη πάντων τῶν τοῦ ἀνδρὸς δανειστῶν, τῶν τε προγενεστέρων καὶ τῶν μεταγενεστέρων.
54
pr.Πάντα τὰ σύμφωνα τὰ ἐπὶ τῇ προικὶ γινόμενα μὴ παρὰ τοὺς νόμους ἰσχυέτωσαν, εἰ μὴ ἄρα διαζυγίῳ διελύθη ὁ γάμος. εἰ γὰρ διαζύγιον διαγένηται, ἀνάγκη κατὰ τὰς διατάξεις ἢ τὸν ἄνδρα κερδαίνειν τὴν προῖκα ἢ τὴν γυναῖκα τὴν πρὸ γάμου δωρεάν, εἰ μὴ ἄρα κατὰ κοινὴν συναίνεσιν τὸν γάμον διέλυσαν· τότε γὰρ κρατεῖ τὰ σύμφωνα. πάντα δὲ ὅσα προνόμια εἶχεν ἡ προῖξ εἴτε ἀπὸ νόμων εἴτε ἀπὸ διατάξεων, ταῦτα ἐχέτω ἡ τὴν προῖκα ἀπαιτοῦσα ἀγωγή.
55
pr.Ἐκ τοῦ η΄ τί. βι. [κη ']. — Ἐὰν ὁ πατὴρ χωρὶς συναινέσεως τῆς θυγατρὸς ἀπαιτήσας τὴν προῖκα ἐπιδῷ ὑπὲρ αὐτῆς ἀνδρὶ ἑτέρῳ, ἔχει ὁ πρῶτος γάμος κατ᾿ αὐτῆς ἀπαιτούσης δόλου παραγραφήν.
56
pr.Ἐὰν ὁ ἀνὴρ ἀνέλῃ τὴν γαμετὴν, οὐ κερδαίνει τὴν προῖκα, ἀλλὰ τοῖς κληρονόμοις αὐτῆς ἀποδίδοται. τὸ αὐτὸ καὶ ἐκ τοῦ ἐναντίου.
57
pr.Εἰ καὶ ἀλλότριον ἀγρὸν ἐπιδῷ γυνὴ ἐν εἰδήσει, ἀποδίδοται αὐτῇ μετὰ τὸ διαζύγιον σὺν τῇ ἀναλογίᾳ τῶν καρπῶν.
58
pr.Μέχρις εὐπορίας ὁ ἀνὴρ, οὐ μὴν καὶ ὁ κληρονόμος αὐτοῦ καταδικάζεται. τὸ γὰρ προνόμιον προσωπικόν ἐστιν, ἔχει δὲ αὐτὸ καὶ ὁ ἐκδικητής.
59
pr.Καὶ ὁ πατὴρ τοῦ ἀνδρὸς μέχρις εὐπορίας καταδικάζεται ὑπὸ τῆς νύμφης.
60
pr.Τάξιν ἀνδρὸς καὶ ὁ πενθερὸς ἔχει.
61
pr.Ἐὰν τοῦ δικαστοῦ τὸ νόμιμον ἀγνοήσαντος εἰς ὁλόκληρον ὁ ἀνὴρ ἐπὶ τῇ προικὶ καταδικασθῇ, ἔχει δόλου παραγραφήν.
62
pr.Ἐὰν ἀπατηθεῖσα γυνὴ δέξηται κατὰ μετάθεσιν χρεώστην ἄπορον ὑπὲρ τῆς προικὸς, σώζεται αὐτῇ ἡ τῆς προικὸς ἀγωγή.
63
pr.Καὶ συνεστῶτος τοῦ γάμου κινεῖ περὶ τῆς προικὸς ἡ γυνὴ, ἀφ᾽ οὗ ἄρξεται μὴ ἀρκεῖν πρὸς τὸ ποσὸν αὐτῆς ἡ οὐσία τοῦ ταύτης ἀνδρός.
64
pr.Ἐὰν τοῦ ἀνδρὸς προαγωγεύσαντος ἡ γυνὴ μοιχευθῇ, οὐδὲν ἐκ τῆς προικὸς παρακρατεῖ. πῶς γὰρ ἀποδοκιμάζει τοὺς τρόπους, οὓς ἔφθειρεν ἢ φθαρέντας ἀπεδέξατο; καὶ ἄλλος δέ τις κανὼν λέγει· τὸν προαγωγὸν μὴ δύνασθαι κατηγορεῖν τῆς γυναικὸς, ἀλλὰ ταῖς τοῦ νόμου ποιναῖς ὑποβάλλεσθαι.
65
pr.Ἐὰν τῆς γυναικὸς χρωμένης ἐλαττωθῶσι τὰ διατετιμημένα, ὁ ἀνὴρ ζημιοῦται.
66
pr.Ἐὰν συνεφωνήθη τὰ διατετιμημένα τῆς προικὸς ἀνδράποδα τῆς αὐτῆς τιμῆς ἀποδοθῆναι τῇ γυναικὶ, καὶ περὶ τοῦ τοκετοῦ οὐδὲν ἐλέχθη, μένει ὁ τοκετὸς παρὰ τῷ ἀνδρὶ ἀντὶ τοῦ κινδύνου τῶν ἀνδραπόδων.
67
pr.Ἐὰν γυνή τις δούλῳ συνήφθη ἐν ἀγνοίᾳ καὶ προῖκα δέδωκε, δύναται ἐκ τῆς περὶ πεκουλίου ἀγωγῆς καὶ τὴν προῖκα ἀπαιτεῖν καὶ εἴ τι ἕτερον ἐξ αὐτοῦ ἐχρεωστήθη. οἱ δὲ παῖδες αὐτῆς ὡς ἀπὸ ἐλευθέρας γαστρὸς τεχθέντες εὐγενεῖς εἰσιν.
68
pr.Ἐὰν γυνὴ παρὰ πολεμίοις ἐστὶν, εἰ μὲν ἔτι περίεστιν, οὐ δύναται ὁ ἀδελφὸς αὐτῆς ἀπαιτῆσαι τὴν προῖκα. ἐὰν δὲ ἐτελεύτησε, καλῶς ὁ ἀδελφὸς ὡς κληρονόμος ἐξ ἀπαιδίας ταύτην λαμβάνει.
69
pr.Μὴ παρεχέτω ὁ ἀνὴρ ἐγγυητὴν ἐπὶ τῷ φυλάξαι τὴν προῖκα, κἂν μάλιστα νόμος ἢ συνήθεια ἐπιτρέπει τοῦτο γενέσθαι.
70
pr.Ἡ διάταξις κελεύει, μήτε ἐγγυητὴν ἢ μανδάτορα δίδοσθαι παρὰ τοῦ ἀνδρὸς ἢ παρὰ τοῦ μέρους αὐτοῦ εἰς τὸ παραλαβεῖν τὴν προῖκα.
71
pr.Διακέρδειά εἰσι τοῦ ἀνδρὸς τὰ βελτίονα ποιοῦντα τὴν προῖκα· οἷον τὸ νεόφυτον ποιῆσαι ἢ ἀρτοκοπεῖον ἢ ἐργαστήριον ἢ τέχνας διδάξαι τοὺς δούλους. καὶ οὐ μειοῦσι μὲν τὴν προῖκα, ἀπαιτοῦνται δέ τι.
72
pr.Ἐὰν ὁ ἀνὴρ ἀποδώσει πᾶσαν τὴν προῖκα, μὴ παρακρατήσας τὰ ἀναγκαῖα δαπανήματα, ἀπαιτεῖ αὐτά.
73
pr.Τῶν δαπανημάτων τὰ μὲν δι ἀνάγκην γίνονται, τὰ δὲ διὰ τέρψιν, τὰ δὲ διὰ κέρδος. δ᾽ ἀνάγκην ἐστὶ τὰ ἀναγκαίως γινόμενα, καὶ τότε μειοῦσι τὴν προῖκα, ὅτε περὶ αὐτὴν γίνονται· αἱ γὰρ εἰς ἄλλο τὶ γινόμεναι δαπάναι οὐ λογίζονται τῇ προικί. ἀναγκαῖα δὲ εἰσιν οἱ γινόμενοι μόλοι ἐν τῇ θαλάσσῃ ἢ ποταμῷ, καὶ τὸ γενέσθαι κατὰ τὸ ἀναγκαῖον ἀρτοκπεῖον ἢ ὡρεῖον, ἢ οἴκημα καταπίπτον οἰκοδομῆσαι ἢ ἐλαιῶνα, καὶ τὸ δοῦναί τι διὰ τὸ μὴ βεβαιωθῆναι τὴν περὶ τῆς μελλούσης συμπτώσεως ἀσφάλειαν· ἢ [εἰς] ἀσθένειαν πρὸς ὑγείαν τῶν δούλων· καὶ τὸ νεόφυτα ποιῆσαι ἀμπέλων, ἢ φροντίσαι τῶν δένδρων, ἢ σπερματοθήκας ἐπὶ χρησιμότητι τοῦ ἀγροῦ ποιῆσαι. καὶ εἰ μὲν πρὸς τὴν παροῦσαν χρησιμότητα φαίνεται τὸ δαπανηθὲν καὶ τοὺς καρποὺς τοῦ ἐνιαυτοῦ, ἀντιλογίζεται ἡ δαπάνη· εἰ δὲ μὴ πρὸς τὸν παρόντα ἐνιαυτὸν ἀλλὰ πρὸς διηνεκῆ τὴν χρησιμότητα φέρεται ἡ δαπάνη, ἀναγκαία ἐστὶ καὶ μειοῖ τὴν προῖκα.
74
pr.Ἐπιλογὴν ἔχει ἡ γυνὴ ἢ δοῦναι τὴν διὰ τέρψιν δαπάνην ἢ συγχωρῆσαι τῷ ἀνδρὶ περιελεῖν τὸ γεγονὸς, εἴγε δύναται περιαιρεθῆναι καὶ μέλλει ἔχειν αὐτὸ, ἐπεὶ οὐ περιαιρεῖ αὐτό. εἰ δὲ τὸ πρᾶγμα, περὶ ὃ γέγονεν ἡ δαπάνη, πράσιμον ᾖ, οὐκ ἐστι πρὸς τέρψιν ἀλλ᾽ ἐπ᾿ ὠφελείᾳ.
75
pr.Ἐὰν γνώμῃ τῆς γυναικὸς γεγόνασι τὰ πρὸς τέρψιν δαπανήματα, οὐκ ἀπαιτοῦνται· καὶ ἡ τῆς δαπάνης δωρεὰ μεταξὺ τῶν συνοικούντων κεκώλυται.
76
pr.Ἐὰν ὁ προικιμαῖος δοῦλος κλέψῃ τὶ τοῦ ἀνδρὸς, εἰ μὲν ᾔδει τοιοῦτον αὐτὸν ὄντα ἡ γυνὴ, εἰς τὸ πᾶν ἐνέχεται· εἰ δὲ μὴ ᾔδει, εἰς τὸ ἐκδοῦναι τὸν δοῦλον καταδικάζεται.
77
pr.Ὁ ἀνὴρ ἐναγόμενος περὶ τῆς προικὸς, καλῶς ἀντιτίθησι συμψηφισμὸν τῇ γυναικὶ εἰς ἅπερ ἀπεσύλησε πράγματα.
78
pr.Ἐκ τοῦ κθ ' βι. τί α΄. Ἐὰν πρᾶγμα τῆς γυναικὸς μου ἀγνοούσης αὐτῆς εἰς προῖκα τῆς θυγατρὸς ἡμῶν παράσχω δεδομένον παρ᾽ αὐτῆς εἰς χρῆσιν τῇ κόρῃ, καλῶς ἐκδικοῦσιν αὐτὸ οἱ κληρονόμοι αὐτῆς, καὶ μειοῖται ἡ προῖξ τῆς θυγατρὸς, καὶ ἐνάγει μοι ὁ γαμβρός μου.
79
pr.Ἐὰν δούλη δούλῳ ὡσανεὶ προῖκα ἐπιδέδωκε καὶ ἐλευθερωθῶσι μὴ ἀφαιρεθέντος τοῦ πεκουλίου καὶ μένωσι ἐν τῇ αὐτῇ συναφείᾳ, τὰ φαινόμενα ἐκ τῶν ἐπιδοθέντων σωμάτων σιωπηρῶς τῇ γυναικὶ κεχρεώστηται.
80
pr.Καὶ ἄκοντος τοῦ δεσπότου ἐπερωτῶν ὁ δοῦλος ὀνόματι αὐτοῦ προῖκα, προσπορίζει αὐτῷ τὴν ἐνοχὴν, ὡς καὶ τὰς λοιπὰς ἐπερωτήσεις, ἃς ἄκοντος ποιεῖται τοῦ δεσπότου. ἀλλ᾽ οὐ φέρεται πρὸς τὸν δεσπότην ὁ κίνδυνος, ἔνθα τυχὸν χρεώστης τῆς γυναικὸς ὡμολόγησε τὴν προῖκα, καὶ ἐξ ἀπροόπτων γέγονεν ἄπορος.. Ὁ ἐγγυώμενος τὴν ἐπερωτηθεῖσαν προῖκα ἐνάγεται.
82
pr.Ἐὰν τῷ προικιμαίῳ δούλῳ ἔλθῃ κληρονομία ἢ λεγάτον, ἅπερ ὁ διαθέμενος οὐκ ἠθέλησε διαφέρειν τῷ ἀνδρὶ, λυομένου τοῦ γάμου ἀποδίδοται τῇ γυναικί.
83
pr.Ἐὰν δούλη γινώσκουσα ἢ ἀγνοοῦσα τὴν κατάστασιν παράσχῃ μοι πρᾶγμα ἐν προικὶ, οὐ ποιεῖ μὲν δεσπότην αὐτῶν, ἀλλ᾽ ἐκείνου εἰσὶν, οὗ καὶ πρότερον ἦσαν, εἰ μὴ διὰ τῆς χρήσεως ἐδεσπόθησαν. εἰ δὲ καὶ ἐλευθερωθῇ συνοικοῦσά μοι, οὐ δύναται τὴν αἰτίαν ἐναλλάξαι τῶν χρημάτων. ὅθεν οὐδὲ διαζυγίου γινομένου ἀπαιτεῖ αὐτὰ ἢ ὡς προικιμαῖα ἢ ὡς τυχὸν χρεωστούμενα, ἀλλ᾽ ὁ δεσπότης αὐτῶν ἐκδικεῖ αὐτά.
84
pr.Κωφὸς καὶ ἄλαλος καὶ τυφλὸς ἐνέχονται περὶ προικὸς, ἐπειδὴ καὶ γαμεῖν δύνανται.
85
pr.Ἐὰν ἐπηγγείλατο ἡ γυνὴ προῖκα διδόναι, μὴ εἴπῃ δὲ ποσότητα ἢ πρᾶγμα ῥητὸν, ἄχρηστός ἐστιν ἡ τῆς προικὸς ἐπαγγελία, ὡς δυναμένης τῆς γυναικὸς εὐτελέστατόν τι παρασχεῖν.
86
pr.Ἐάν τις ἐπαγγειλάμενος προῖκα ἐπερωτηθῇ καὶ τόκους διδόναι, καλῶς αὐτοὺς ἀπαιτεῖται,
87
pr.Οὐδεὶς νόμος κωλύει πᾶσαν ἅμα τὴν οὐσίαν τῆς γυναικὸς εἰς προῖκα διδόναι.
88
pr.Ἐὰν γυνὴ ἀλλότριον εἰς προῖκα παρασχῇ εἰδότι τῷ ἀνδρὶ ἀλλότριον εἶναι, οὐδεμίαν δύναται ἐκεῖνος ἔχειν ἀγωγὴν ἐκδικουμένου τοῦ πράγματος, εἰ μὴ ἄρα ἢ ἐπαγγελία προικὸς ἢ ἐπερώτησις παρηκολούθησε· τότε γὰρ ἔχει τὴν ἀγωγὴν τὴν ἀπαιτοῦσαν τὴν προῖκα.
89
pr.Καὶ ἀγράφως δυνατὸν ἐπιδοθῆναι τὴν προῖκα, καὶ ἐὰν ἐγγράφως ἐπιδοθῇ καὶ ἀπώλοντο τὰ συμβόλαια, οὐδὲν ἧττον ἀπαιτεῖται ἡ προῖξ, ἐὰν ὅλως ἀποδείκνυται, ὅτι παρεσχέθη. ἡ γὰρ τῶν δικαιωμάτων ἀπώλεια οὐκ ἀναιρεῖ τὰς ἀγωγάς.
90
pr.Ἡ γυνὴ τὸν ἀγρὸν, ὃν ἐπέδωκεν εἰς προῖκα, οὐ δύναται πιπράσκειν· ὁ γὰρ ἀνήρ ἐστι δεσπότης.
91
pr.Ἡ γυνὴ τῶν γάμων ἔτι συνισταμένων ἐὰν ἄπορον ὁρᾷ τὸν ἄνδρα, δύναται ὑπὲρ προικὸς καὶ πρὸ γάμου δωρεᾶς καὶ ἐξωπροίκων διακρατῆσαι τὴν αὐτοῦ οὐσίαν ὡς [ἀπὸ] ὑποθήκης.
92
pr.Καλῶς συμφωνῶ, [ἵνα] ἐὰν ἀποθάνῃ ἡ θυγάτηρ μου, ἡ προῖξ ἀποδοθῇ μοι, εἰ δὲ προαποθάνω, δοθῇ τῷ υἱῷ μου, ἢ κἀκείνου προτελευτῶντος, δοθῇ τῷ κληρονόμῳ μου.
93
pr.Ἐπαγγειλάμενος πατὴρ προῖκα συνεφώνησε μὴ ἀπαιτηθῆναι αὐτὴν ζῶντος αὐτοῦ, μήτε γάμου συνεστῶτος. κατὰ κοινοῦ ἕλκομεν τὸ ἐμοῦ ζῶντος· καὶ εἰ μὲν ζῶντος τοῦ πατρὸς ἀποθάνῃ ἡ θυγάτηρ ἢ χωρὶς ῥαθυμίας διαζυγῇ, οὐκ ἀπαιτεῖται ἡ προῖξ. εἰ δὲ συνεστῶτος τοῦ γάμου τελευτήσῃ ὁ πατὴρ, ἀπαιτεῖται ὁ κληρονόμος αὐτοῦ.
94
pr.Δύναται συμφωνεῖν πρὸ τοῦ γάμου ἡ γυνὴ, ἵνα λαμβάνουσα τοὺς καρποὺς τῶν προικιμαίων πραγμάτων ἑαυτὴν ἀποτρέφῃ.
95
pr.Καὶ ὁ μὴ δεσπόζων πράγματος καλῶς αὐτὸ ἐκποιεῖ. ὁ γὰρ ἀνὴρ δεσπότης ὢν τῆς προικὸς οὐ δύναται ἐκποιεῖν ἐξ αὐτῆς καὶ συναινούσης τῆς γυναικὸς ἢ ὑποτιθέναι· ὁ δὲ δανειστὴς ὁ μὴ δεσπόζων τὸ ἐνέχυρον δύναται πωλεῖν ἐκ συμφώνου καὶ κατὰ τὴν δύναμιν τῶν διατάξεων.