JGR IV 3.17
Περὶ προγαμιαίας δωρεᾶς.
Abrir no leitor do IusCommune →1
pr.Ἡ μὴ δευτερογαμοῦσα μήτηρ καὶ πᾶς ἀνιὼν μὴ δευτερογαμῶν πρὸς τῇ χρήσει τῶν γαμικῶν κερδῶν ἐχέτω καὶ παι δὸς μοῖραν κατὰ δεσποτείαν· τοῦτο δὲ ἐπὶ τῶν τελευτῇ καὶ οὐ διαζυγίῳ λυομένων γάμων. τοῖς δὲ παισὶν ἁρμόσει πᾶν γαμικὸν κέρδος ἐξ οἱασδήποτε λύσεως κατὰ δεσποτείαν, κἂν μὴ δευτερογαμήσωσιν οἱ γονεῖς αὐτῶν, οἵτινες τὴν χρῆσιν τῶν τοιούτων γαμικῶν κερδῶν ἔχουσι τρέφοντες τοὺς αὐτῶν παῖδας '.
2
pr.Τῆς μητρὸς εἰς δευτέρους γάμους ἐλθούσης, κέρδος εὐθὺς ἁπάντων τῶν παίδων [τὴν δεσποτείαν] τῆς προγαμιαίας δωρεᾶς [γενέσθαι], καὶ μηδεμίαν ἄδειαν εἶναι τῇ μητρὶ τοὺς μὲν τῶν παίδων ἐπιλέγεσθαι, τοὺς δὲ ἀτιμάζειν, διότι πάντας ὁμοῦ τοῖς δευτέροις ὕβρισε γάμοις· ὥστε καὶ ἐπὶ [τοῦ παρόν τος ἡ δεσποτεία τῆς προγαμιαίας δωρεᾶς ὅλη πρὸς] τοὺς παῖδας παραγενήσεται, τῆς χρήσεως παρὰ τῇ μητρὶ μέχρι περίεστι φυλαττομένης· καὶ εἰ μὲν ἡ μήτηρ προαπέλθῃ, τῇ παιδὶ τῆς ὅλης προγαμιαίας δωρεᾶς ἁρμοζούσης· [εἰ δὲ ἡ παῖς, μένειν μὲν] παρὰ τῇ μητρὶ τὸ ἐκ τοῦ τῆς ἀπαιδίας συμφώνου κέρδος, τὸ δὲ λοιπὸν τῇ παιδὶ ἢ τελευτώσης ἢ τελευτώντων τοῖς κληρονόμοις δίδοσθαι, αὐτῶν ἀπὸ τοῦ νόμου καλουμένων. ἐὰν γὰρ οὐ παιδὶ τυχὸν, ἀλλά τινι τῶν ἔξωθεν ἡ μήτηρ, ἔτι δευτέρων ἄπειρος οὖσα γάμων, μοῖράν τινα τῆς προγαμιαίας δωρεᾶς ἤ τινα πράγματα δωρήσεται εἴτε κατὰ ἄλλον τυχὸν τρόπον ἐκποιήσεται, εἶτα ὕστερον εἰς ἄνδρα φοιτήσειε δεύτερον, πρόδηλον ὅτι τὸ τῆς ἐκποιήσεως ἀνατροπῇ ἀνατραπήσεται. καὶ εἴπερ ὑπάρχουσι παῖδες, ἡ δεσποτεία πρὸς αὐτοὺς ἐρχομένη μηδὲν ἐπιδίδωσι τῇ γυναικὶ ὡς ἐπὶ βλάβη τῶν παίδων ἐργασαμένῃ· εἰ δὲ προτελευτήσαιεν ἅπαντες τῆς μητρὸς, μένειν τὸ συνάλλαγμα βέβαιον, οὐκ εἰς ὁλόκληρον, ἀλλὰ κατὰ τὸ ἐξ ἀπαιδίας σύμφωνον, καὶ κατά τινα μοῖραν ἔσται τὸ συνάλλαγμα βέβαιον, κατά τινα δὲ ἄκυρον ἀποφαίνεται, τουτέστι κατὰ μὲν τὸ μένον παρὰ τῇ μητρὶ προφάσει τοῦ ἐξ ἀπαιδίας συμφώνου κρατήσει, κατὰ δὲ τὸ παραπεμπόμενον εἰς τοὺς τοῦ παιδὸς διαδόχους· ἄκυρον ἔσται· ὡς εἴγε ἡ μήτηρ μόνη τῷ παιδὶ διάδοχος εὑρεθῇ, τὸ πᾶν αὖθις κύριον ἔσται.
3
pr.Θεσπίζομεν τὰ ἄλλα πράγματα τὰ μετὰ τῆς πρὸ γάμου δωρεᾶς εἰς τοὺς παῖδας ἀφιγμένα, εἰ μὲν ὁ παῖς διάθοιτο κατὰ νόμον, χωρεῖν ἐπὶ τοὺς γεγραμμένους κληρονόμους, ἐν ταῦθα τῆς μητρὸς οὐ κωλυομένης γράφεσθαι παρὰ τοῦ παιδὸς κληρονόμου, ἀλλὰ καὶ τῶν κατὰ τῆς διαθήκης αὐτῇ διδομένων δικαίων, εἴγε ὁ παῖς αὐτὴν παραλείψειεν ἢ καὶ ἀλόγως ἀποκληρονόμον ποιήσεται, φυλαττομένων. εἰ δὲ ἀδιάθετος τελευτήσειε, τῆς ἐκείνου μοίρας, εἰ μὲν ἔχει παῖδας ἰδίους, ἐπ᾿ αὐτοὺς ἀφικομένης· εἰ δὲ οὐκ ἔχει παῖδας, εἴη δὲ τῶν ἀδελφῶν ἡ κλῆσις, καὶ τῆς μητρὸς ἅμα αὐτοῖς ἐπὶ τὸν κλῆρον ἐρχομένης καὶ τοῦτον ἰσχυρῶς ἐχούσης, εἴτε δευτέροις ὁμιλήσειε γάμοις εἴτε καὶ μή. τῆς δὲ προγαμιαίας δωρεᾶς εἰς δεύτερον ἐλθοῦσα συνοικέσιον, μηδὲ καθ ' ὅσον κληρονομεῖ τοῦ παιδὸς ἀπολαυέτω, ἀλλὰ τοῦτο τῶν παίδων ἐστὶ μόνων, κέρδος αὐτοῖς παρὰ τοῦ νόμου διδόμενον, καὶ μὴ δοκοῦν εἶναι μέρος τοῦ κλήρου τοῦ παιδὸς, ἀλλ᾽ ἔτι τῆς προγαμιαίας δωρεᾶς οὐκ ἀποβαλὸν τὴν φύσιν.
4
pr.Εἰ δέ τινες τοῖς ἔμπροσθεν οὐκ ἀρκεσθέντες γάμοις καὶ πρὸς δεύτερον ἔλθοιεν, εἰ μὲν οὖν ἄπαιδες μείνοιεν ἐκ τῶν προτέρων γάμων, οὐδεμία πολυπραγμοσύνη περὶ τὰ μέτρα· ἀλλὰ ἄνδρες μὲν ἀπελεύσονται παντοίως πάσης παρατηρήσεως ἐλεύθεροι, γυναιξὶ δὲ μόνον ἐπικείσεται δέος ὥστε μὴ πρὸ τοῦ ἐνιαυσιαίου χρόνου πρὸς δεύτερον συνοικέσιον ἐλθεῖν, ἢ γινώσκειν, ὡς εἴ τι τοιοῦτον πράξαιεν καὶ ἀώρους συναλλάξαιεν γάμους, ὑφέξουσι ποινὰς, ἐλάττους μὲν εἴπερ ἄπαιδες ἐκ τῶν προτέρων ὦσι συνοικεσίων, μείζους δὲ εἰ καὶ παῖδες ὑπεῖεν. εἰ μὲν γὰρ οὐχ ὑπέστι γυνὴ, τὸ τῆς ἀτιμίας εὐθὺς ἀκολουθήσει καὶ ἔσται παντοίως ἡ γυνὴ διὰ τὴν τῶν γάμων σπουδὴν ἠτιμωμένη καὶ οὐ λήψεται τῶν παρὰ τοῦ προτέρου τὶ καταλελειμμένων αὐτῇ συνοικεσίου, οὐδὲ ἀπολαύσει τῆς προγαμιαίας δωρεᾶς, οὐδὲ τῷ συνοικοῦντι κατὰ δεύτερον γάμον περαιτέρω τῆς τρίτης τῆς οἰκείας περιουσίας ἐπιδώσει μοίρας, οὐ μὴν οὐδὲ τῆς ἔξωθεν αἰσθήσεται φιλοτιμίας, οὐδὲ λήψεται παρ᾽ οὐδενὸς παντελῶς τῶν ἔξωθεν, οὐ κλῆρον, οὐ λεγάτον, οὐ τὴν μετὰ θάνατον δωρεάν· ἀλλὰ ταῦτα ἐλεύσεται ἢ μενεῖ παρὰ τοῖς κληρονόμοις τοῦ συνοικήσαντός ποτε ἢ συγκληρονόμοις αὐτῆς, εἴγε ἠδύνατο κληρονομεῖν ὅλως· οἷα αὐτῆς οὐδ᾽ ὁτιοῦν ὄφελος ἐχούσης, ἀλλ᾽ εἰ γεγραμμένοι καὶ ἕτεροι τύχοιεν κληρονόμοι εἴτε ἐξ ἀδιαθέτου καλοῖντο, πρὸς ἐκείνους ἐλεύσεται τὰ τῇ τοιαύτῃ γυναικὶ καταλελειμμένα· οὐ γὰρ τὸ δημόσιον αὐτὰ οἰκειώσεται, μήποτε δόξωμεν τὰ τοιαῦτα σωφρονίζοντες τῆς τοῦ δημοσίου προνοεῖν ὠφελείας. ἀλλ᾽ οὕτω μὲν τὰ τῶν ἔξωθεν αὐτῇ καταλελειμμένα πρὸς ἑτέρους χωρήσει, τὰ δὲ παρὰ τοῦ προτέρου συνοικήσαν τος ἀφίξεται παρ᾽ αὐτῆς ἀφαιρούμενα πρὸς τὰ δέκα πρόσωπα τῆς τοῦ καταλιπόντος ἀνδρὸς συγγενείας, τουτέστιν ἀνιόντας κατιόντας ἢ τοὺς ἐκ πλαγίου μέχρι δευτέρου βαθμοῦ, τῶν βαθμῶν ἐπὶ τῆς οἰκείας φυλαττομένων τάξεως· ὧν οὐχ ὑφεστώτων ἐπὶ τὸ ταμιεῖον ἐλεύσεται. ἀλλ᾽ οὐδὲ περαιτέρω κληρονομίαν ἐξ ἀδιαθέτου τῶν οἰκείων αὐτῆς ὑπελεύσεται συγγενῶν, ἀλλὰ μέχρι τρίτου βαθμοῦ πανταχόθεν στήσεται μόνον τὰ τῆς διαδοχῆς αὐτῆς, οἱ πόῤῥω δὲ αὐτῇ ἑτέρους ἕξουσι κληρονόμους. εἰ δὲ παῖδες ὑπεῖεν, ἔξεστι μὲν αὐτῇ βασιλέως ὑπὲρ τῆς ἀτιμίας δεῖσθαι, οὐ μὴν ὄφελός τι τῶν ἀντιγραφομένων ἔχειν, πλὴν εἰ μὴ βούλεται τὰς ἐκ τῆς βασιλείας ἔχειν ὠφελείας καὶ τῶν ἄλλων ἀπαλλαγῆναι ποινῶν, τοῖς ἐκ τοῦ πρώτου γάμου παισὶ τὴν ἡμίσειαν τῆς οἰκείας περιουσίας δωρουμένη μοῖραν καθαρὰν, πάσης αἱρέσεως χωρὶς καὶ οὐδὲ τὴν χρῆσιν παρακατέχουσα, ἀλλὰ πάσης τῆς οὐσίας ὅτε πρὸς τοὺς δευτέρους γάμους ἐφοίτα τὴν ἡμίσειαν μοῖραν τοῖς ἔμπροσθεν γινομένοις παισὶν ἐπιδῷ. καὶ διαιρήσονται ταύτην οἱ παῖδες ἅπαντες ἐξ ἴσης· εἰ δὲ οὐκ ἔχοιεν, τὰ τοῦ τελευτήσαντος ἢ τῶν τελευτησάντων μέρη λήψονται πάντως ἀναλόγως ἑκάτερα· εἰ δὲ πάντες ἀπέλθοιεν, ἐχέτω παραψυχὴν τῆς ἑαυτῆς δυσκληρίας ἡ γυνὴ ταῦτα πάντα λαβεῖν. καὶ ταῦτά φαμεν, εἴπερ ἀδιάθετοι τελευτήσαιεν οἱ παῖδες. οὐ γὰρ ἐπὶ τοῖς ἅπαξ γενομένοις ὑπ᾽ αὐτῶν εἵρξομεν αὐτοὺς διαθήκας γράφειν.
5
pr.Εἰ δὲ καὶ ἐμμένοι μὲν τὸν χρόνον ἡ γυνὴ καὶ αὐτὴ διαφύγῃ τὰς εἰρημένας ποινὰς, ἐπὶ δεύτερον δὲ ἀφίκοιτο συνοικέσιον τῶν προτέρων ἀμελήσασα γάμων, εἴπερ οὐκ ἔχει παῖδας, ἀκίνδυνον ἅπαν τὸ ἐντεῦθεν.
6
pr.Ἐπειδὴ δὲ καὶ γυναῖκας τὰς εἰς δεύτερον γάμον οὐκ ἐρχομένας προτιμήσεώς τινος ἀξίας παρὰ τὰς δευτερογαμούσας εἶναι νομίζομεν, θεσπίζομεν, εἴ τις ἀποβαλλομένη τὸν ἄνδρα ἑτέρων ἀπόσχοιτο γάμον, ἔχειν μὲν αὐτὴν τὴν χρῆσιν τῆς προγάμου δωρεᾶς, καθὰ καὶ πρότερον ἐθεσπίσαμεν, ἔχειν δὲ αὐτὴν καὶ δεσποτείας τοσοῦτον, ὅσον ὡς πρὸς τοὺς παῖδας ἀναλογία ποιεῖ, ἵνα κατὰ τὸν τῆς δεσποτείας λόγον ἓν καὶ αὐτὴ παιδὸς πρόσωπον ἔχειν δοκεῖ. ταῦτα δὲ κρατεῖν οὐκ ἐπὶ μητέρων μόνων κελεύομεν, ἀλλὰ καὶ ἐπὶ πατέρων καὶ τῶν ἄλλων ἀνιόντων βουλόμεθα τῶν εἰς ἑτέρους γάμους οὐκέτι ἐρχομένων, καὶ ἔσονται ταῦτα αὐτοῖς οἰκεῖα καὶ οὐδὲν σχεδὸν τῆς ἄλλης αὐτῶν περιουσίας διαφέροντα.