JGR IV 3.18
Περὶ δωρεῶν μεταξὺ ἀνδρὸς καὶ γυναικός.
Abrir no leitor do IusCommune →1
pr.Μεταξὺ ἀνδρὸς καὶ γυναικὸς οὐκ ἔῤῥωται δωρεά, διὰ τὸν ἔρωτα καὶ διὰ τὸ μὴ ἔχειν αὐτοὺς διαζυγίου πρόφασιν καὶ διὰ τὸ μὴ γίνεσθαι τὸν εὔπορον ἄπορον καὶ τὸν ἄπορον εὔπορον '.
2
pr.Οὐ μόνον ἐπὶ τῶν συνεστώτων γάμων, ἀλλὰ καὶ ἐπὶ τῶν κεκωλυμένων ἀνίσχυροί εἰσιν αἱ δωρεαί.
3
pr.Καὶ οἱ συνυπεξούσιοι τῶν γεγαμημένων, ἐλευθεροί τε καὶ δοῦλοι, κωλύονται δωρεῖσθαι· καὶ ὑπεξούσιοι τοῖς ὑπεξουσίοις. ὅθεν ἡ γυνή μου τῷ ὑπεξουσίῳ μου υἱῷ οὐκ ἐῤῥωμένως δωρεῖται, εἰ μὴ ἐπὶ κάστρα ἀπιόντι· ἰδίοκτητα γὰρ αὐτοῦ γίνεται. καὶ ὁ ὑπεξούσιός μου ἐκ τοῦ ἰδίου πεκουλίου καλῶς δωρεῖται τῇ γαμετῇ μου. ὁ οὖν ἔχων υἱὸν αὐτεξούσιον καὶ τῇ ἰδίᾳ γαμετῇ καὶ τῇ νύμφῃ δωρεῖσθαι οὐ κωλύεται.
4
pr.Ἡ πενθερὰ τῇ νύμφῃ καὶ ἡ νύμφη τῇ πενθερᾷ δωρεῖται. οὐ γὰρ ὑπεστι λόγος ὑπεξουσιότητος.
5
pr.Εἰ μὲν μὴ ἔχων πρόθεσιν ὁ ἀνὴρ πωλῆσαι πέπρακε τῇ γυναικὶ διὰ τὸ δωρεῖσθαι αὐτῇ, ἄκυρος ἡ πρᾶσις. εἰ δὲ πωλῆσαι βουλόμενος ὀλίγου πέπρακεν, εἰς ὃ γέγονεν ἡ γυνὴ πλουσιωτέρα, ἀκυροῦται· τυχὸν γὰρ δοῦλον τε νομισμάτων ἄξιον ἐπώλησεν [εἰς ε νομίσματα, καὶ νῦν ἄξιός ἐστι τ νομίσματα· τὰ ε δίδωσιν,] εἰς ἃ νῦν ἐστιν εὐπορωτέρα.
6
pr.Ἐπὶ τῶν κεκωλυμένων γάμων εἰ μὲν φαίνεται τὰ δωρηθέντα, ἐκδικεῖται· εἰ δὲ δεδαπάνηται, ἀπαιτεῖται ὁ δεξάμενος μέχρις οὗ γέγονεν εὐπορώτερος.
7
pr.Καλῶς ἀλλήλοις θανάτου αἰτίᾳ δωροῦνται· εἰς καιρὸν γὰρ ἀναφέρεται, ἐν ᾧ ὁ γάμος παύεται, καὶ τῷ θανάτῳ τοῦ δωρησαμένου γίνεται τοῦ λαβόντος, ἐν δὲ τῷ μεταξὺ τοῦ δωρησαμένου ἐστίν. πᾶσα γὰρ δωρεά θανάτου αἰτίᾳ μεταξὺ τῶν συνοικούντων ἔῤῥωται.
8
pr.Διαζυγίου γινομένου ἡ θανάτου αἰτίᾳ δωρεὰ οὐκ ἔῤῥωται, ἀλλὰ ἀκυροῦται.
9
pr.Καλῶς δωροῦμαι τῇ γαμετῇ μου τὸ ἀρκοῦν πρὸς ἀνανέωσιν τοῦ καυθέντος αὐτῇ οἴκου.
10
pr.Αἱ πρὸ γάμου δωρεαὶ ἰσχύουσι, κἂν ἐν τῇ αὐτῇ ἡμέρᾳ γαμηθῶσιν.
11
pr.Οὐ λαμβάνει ὁ ἀνὴρ, εἴ τι ἐδαπάνησεν εἰς τεχθέντας ἐκ τῶν προικιμαίων δούλων, ἢ δέδωκεν εἰς μάθησιν αὐτῶν ἢ εἰς τέρψεις ἢ εἰς τροφάς· τῇ γὰρ ὑπηρεσίᾳ αὐτῶν κέχρηται. τὸ δὲ δοθὲν ταῖς τροφοῖς λαμβάνει, ὡς ἐπὶ σωτηρίᾳ δοθέν· ὃν τρόπον εἰ παρὰ λῃστῶν τοὺς προικιμαίους ἐῤῥύσατο δούλους.
12
pr.Ἐὰν ἥττω τῶν ιβ ἐνιαυτῶν ἀγαγόμενός τις δωρήσηται αὐτῇ, εἰ μὲν προϋπῆν μνηστεία, μένει καὶ ὡς πρὸς μνηστὴν ἡ δωρεὰ ἔῤῥωται. εἰ δὲ μὴ προῆν μνηστεία, ἄκυρος ἡ δωρεά. οὐ γὰρ πρὸς ἐξωτικὴν, ἀλλ᾽ ὡς πρὸς γαμετὴν ἐγένετο.
13
pr.Ἐὰν δωρεᾶς ἐν γάμῳ γενομένης συμβῇ συναποθανεῖν τὸν ἄνδρα καὶ τὴν γυναῖκα, οὐδέτερος ἐνάγει, ἐπειδὴ οὐδεὶς αὐτῶν ἐπέζησε τῷ ἑτέρῳ.
14
pr.Περὶ δωρεῶν. — Τῶν δωρεῶν αἱ μέν εἰσιν ἐν ζωῇ γινόμεναι καὶ πρὸς ζωὴν τὴν χάριν καὶ τὴν εὐεργεσίαν γνωρίζουσαι καὶ τὴν εὐγνωμοσύνην ἐπιζητοῦσαι· αἱ δὲ ἐν αἰτίᾳ θανάτου γινόμεναι, καὶ μετὰ τὸν ὡς εἰπεῖν αἴτιον [ταύτης τῆς δωρεᾶς θάνατον] τὴν περαίωσιν καὶ βεβαίωσιν ἔχουσαι. πρὸ γὰρ τοῦ τελευτῆσαι τὸν δωρησάμενον οὐδὲν ἕξει ὁ τὴν δωρεὰν κατέχων ἐκ τοῦ δωρηθέντος κτήματος, διότι πρόσκειται τὸ μετὰ θάνατον.
15
pr.Τῶν ἐν ζωῇ δωρεῶν αἱ μέν εἰσιν ἐξ αὐτῆς τῆς ὥρας καὶ τοῦ καιροῦ τὴν περαίωσιν δεχόμεναι, καὶ ὡς εἰπεῖν ἀπεντεῦθεν ἤδη τὴν περαίωσιν δεχόμεναι καὶ παραδιδόμεναι μηδεμιᾶς προφάσεως ἢ αἱρέσεως ἐγκειμένης· αἱ δὲ ὑπὸ αἵρεσιν διδόμεναι, ὡς ἂν ὁ δωρούμενος ἐπείποι καὶ προσδιορίσηται.
16
pr.Μετὰ θάνατον δωρεά ἐστιν, ὅταν τὶς ἑαυτὸν θέλοι μᾶλλον ἔχειν ἢ τὸν λαμβάνοντα, τὸν δὲ λαβόντα πλέον τοῦ ἰδίου κληρονόμου.
17
pr.Ἐὰν ἀπόντος τινὸς γένηται δωρεαστικὸν ὡσανεὶ δωρησαμένου αὐτοῦ, οὐδὲν αὐτῷ πρόκριμα γίνεται ἐκ τοῦ τοιούτου συμβολαίου· καὶ γὰρ δύναται τοῦτο παραγράφεσθαι ὡς παρὰ γνώμην αὐτοῦ γινόμενον.
18
pr.Τρία ἐστὶν εἴδη τῶν ἐν αἰτίᾳ θανάτου δωρεῶν. ἓν μὲν, ὅτε μηδενὸς ἐπηρτημένου φόβου δωρεῖται, διὰ μόνην ἐλ πίδα φυσικοῦ θανάτου. δεύτερον δὲ, ὅτε τὶς διὰ τὸν ἐπηρτημένον ἔξωθεν καὶ οὐκ ἐκ τοῦ λαμβάνοντος θάνατον δωρεῖται, ἐφ᾽ ᾧ παραχρῆμα δεσπόσαι τὸν λαβόντα. τρίτον δὲ, ὅτε δι ἀποδημίας κίνδυνον δίδοται, ἐφ᾽ ᾧ τὸν λαβόντα μὴ δεσπόσαι ἕως ἂν ὁ δεδωκὼς ἀποθάνῃ· οἷον κίνδυνον λῃστῶν ἢ πολεμίων ἢ ναυαγίου ἢ τόπους ἐπιβουλευομένους εὐλαβούμενος· ταῦτα γὰρ πάντα κίνδυνον ἐνεστῶτα σημαίνουσιν.
19
pr.Ἐὰν δωρούμενος ἀποστείλω σοι πρᾶγμα καὶ πρὶν ἢ δοθῆναί σοι ἀποθάνω, οὐ γίνεται σόν.
20
pr.Ἐὰν ὁ ὑπεξούσιος κελεύσει ἢ βουλήσει πατρὸς δωρήσηται, ὁ πατὴρ δωρεῖσθαι δοκεῖ. καὶ ἐάν τις τὸ σὸν πρᾶγμα βουλήσει τῇ σῇ δωρεῖταί τινι ὡς ἴδιον, δοκεῖς σὺ τοῦτο δωρεῖσθαι.
21
pr.Ὅτι δεῖ τὰς δωρεὰς τὰς ὑπὲρ τῶν φ νομισμάτων οὔσας καὶ εἰ διὰ μαρτύρων πιστῶν βεβαιοῦνται, κἂν ἄρα ἄγραφός ἐστιν ἡ μαρτυρία, πιστὰς καὶ ἐῤῥωμένας εἶναι διατυποῦμεν.
22
pr.Δύναται ὁ ἀνὴρ δωρήσασθαι τῇ γυναικὶ δοῦλον, ἵνα λαβοῦσα αὐτὸν ἐλευθερώσῃ.
23
pr.Οἱ προγενέστεροι δανεισταὶ τοῦ ἀνδρὸς, εἰ μὴ ὑποθήκας ἔχουσιν, οὐ δύνανται τὰ τῇ μνηστῇ δωρηθέντα παρ᾽ αὐτοῦ πράγματα ἀποσπᾶν.
24
pr.Ἐὰν ἐνισταμένοις τοῖς γάμοις ὁ ἀνὴρ ὡς δωρούμενος τῇ γυναικί τινα προσέθηκε τῇ προικὶ καὶ ἐτελεύτησεν ἐφησυχάσας τῇ δωρεᾷ, ἐνάγονται οἱ κληρονόμοι αὐτοῦ παρασχεῖν ὅπερ ὁ ἀνὴρ ἐδωρήσατο. τῷ γὰρ θανάτῳ τοῦ ἀνδρὸς ἴσχυσεν ἡ δωρεά.
25
pr.Τὰ τῷ ἀνδρὶ παρὰ τῆς γυναικὸς δωρούμενα διὰ τὸ τυχεῖν αὐτὸν ἀξίας, ἔῤῥωται μέχρι τοῦ προχωροῦντος ποσοῦ.
26
pr.Καὶ εἰς προκοπὴν τοῦ ἀνδρὸς καλῶς ἡ γυνὴ δωρεῖται.
27
pr.Διὰ τὸ τυχεῖν τιμῆς καὶ λαβεῖν ἀξίαν ἱππέως ἢ ἄλλην στρατείαν ἀριθμοῦ τινος ἢ τάγματος ἢ χάριν τινὸς θέας.
28
pr.Καὶ ἐξορίας χάριν καλῶς ἀλλήλοις δωροῦνται ὅ τε ἀνὴρ καὶ ἡ γυνή.
29
pr.Ἐὰν ἡ παλλακή μου ὅπερ ἐδωρησάμην αὐτῇ ἀμείψῃ πρός με μετὰ τὸν γάμον, οὐκ ἐστι δωρεὰ, ἀλλὰ συνάλλαγμα.
30
pr.Ἐὰν ὁ ἀνὴρ δωρησάμενος τῇ γυναικὶ τελευτήσῃ ἐφησυχάσας τῇ δωρεᾷ, [βεβαιοῦται ἡ δωρεά.] ὅθεν εἰ ὁ δημόσιος ὡς ἀποκληρονόμητον διαδέξηται τὸν ἄνδρα, οὐ δύναται τὴν δωρεὰν ἀνατρέπειν.
31
pr.Ἐὰν ὁ ἀνὴρ δούλην ἐξ οἰκείων νομισμάτων ἀγοράσῃ, εἰς ὄνομα δὲ τῆς γυναικὸς δωρεᾶς ἕνεκεν κελεύσῃ τῷ ὠνεακῷ συνταγῆναι, ὡς παρ᾽ αὐτῆς τὸ δοθὲν τίμημα καταβληθῇ, καὶ τὴν δούλην ἴσως λάβῃ, ἀποκαθίσταται αὐτῷ ἡ δωρεά. εἰ δὲ εἰς ὄνομα ἐξωτικοῦ τοῦτο παρεσκεύασε γενέσθαι ἢ ἐν οὐ γάμῳ εἰς ὄνομα τῆς δῆθεν γυναικὸς, ἴσχυσεν ἡ δωρεά.
32
pr.Ἐάν τις αὐτεξούσιος ὢν δωρήσηται τῇ γυναικὶ καὶ τελευτήσει ἐφησυχάσας τῇ δωρεᾷ, βεβαιοῦται τὸ γεγονὸς, καὶ οὐ δύναται ὁ τούτου πατὴρ ἀφαιρεῖσθαι τὰ πράγματα, οὐδὲ εἰ φαρμάκοις λέγει ὑπὸ γυναικὸς τοῦτον ἀναιρεθῆναι. κεχώρισται γὰρ ὁ τοῦ ἐγκλήματος λόγος ἀπὸ τῶν δωρεῶν.
33
pr.Ἐτήσιόν ἐστι τὸ παρεχόμενον τῇ γυναικὶ παρὰ τοῦ ἀνδρὸς καθ᾽ ἕκαστον ἐνιαυτὸν ἢ καθ'᾽ ἕκαστον μῆνα εἰς ἰδιαζούσας αὐτῆς χρείας, τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον ὑπὲρ τοῦ βασιλικοῦ ἢ μύρων ἢ ὀψωνίων. τοῦτο δὲ τὸ ἐνιαυσιαῖον, εἰ μὲν ἐπαγγέλλεται ὁ ἀνὴρ, οὐκ ἀναγκάζεται διδόναι· εἰ δὲ δώσει καὶ λαβοῦσα ἡ γυνὴ δαπανήσει, οὐ δύναται ἀπαιτεῖν αὐτὸ ὁ ἀνήρ.
34
pr.Δύναται ὁ ἀνὴρ δωρήσασθαι τῇ γυναικὶ δοῦλον, ἵνα λαβοῦσα αὐτὸν ἐλευθερώσῃ.
35
pr.Ἐάν τις ἐπὶ ἐγκλήματι κατηγορηθῇ ἢ δημευθῇ, μὴ ἐνοχλείσθω τῆς ἐκείνου γαμετῆς ἡ οὐσία. ἀλλ᾽ ἐχέτω πάντα τὰ πράγματα τὰ ἴδια καὶ τὰ πατρῷα καὶ ὅσα ἀπὸ δωρεᾶς τοῦ ἀνδρὸς εἰς αὐτὴν περιῆλθον· ταῦτα μὲν ἐὰν θάνατον ἐπήγαγεν αὐτοῦ ἡ τιμωρία, τῇ γὰρ προτελευτῇ τοῦ δωρησαμένου βεβαιοῦται ἡ δωρεά.
36
pr.Αἱ παρὰ τοῦ βασιλέως εἰς τὴν δέσποιναν δωρεαὶ οὐ δέονται πράξεως ὑπομνημάτων.