IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.19

Περὶ ἀνατροπῆς δωρεῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἐάν τις μὴ ἔχων υἱὸν πᾶσαν αὐτοῦ τὴν οὐσίαν ἢ μέρος αὐτῆς ἰδίῳ ἀπελευθέρῳ δωρήσηται, σχῇ δὲ παῖδας μετὰ ταῦτα, πᾶσα ἀκυρούσθω ἡ δωρεά, καὶ παλινδρομείτω πάντα πρὸς τὸν δωρησάμενον, ἔχοντα πάλιν ἐξουσίαν ὡς βουλῆς ἔχει διοικεῖν αὐτά '.

2

pr.Οὔτε ἄνηβος οὔτε ἄνους δύναται δωρεῖσθαι· ἐν οὐδενὶ γὰρ τούτων ἐστὶ βούλησις.

3

pr.Ἐὰν ὁ τὴν δωρεὰν εἰληφὼς ἀχάριστος ὀφθῇ περὶ τὸν δωρησάμενον σκαιαῖς κατὰ τούτου χρησάμενος ὕβρεσι, ἢ χεῖρας ἀδίκους ἐπαγάγῃ, ἢ ζημίαν μεγίστην περιβάλλῃ ἐξ οἰκείας ἐπι βουλῆς, ἢ περὶ τὴν ζωὴν ἐπιβουλεύσῃ, ἢ τὰ ἐν τῇ δωρεᾷ πάντα εἴτε ἐγγράφως εἴτε ἀγράφως γεγονότα μὴ πληρώσῃ· μιᾶς γὰρ ἐκ τούτων τῶν αἰτιῶν ἐν δικαστηρίῳ κατὰ σύστασιν φανερῶς ἀποδεικνυμένης ἀνατρεπέσθωσαν αἱ γινόμεναι δωρεαί.