IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.20

Περὶ λύσεως γάμων καὶ τῶν αἰτιῶν αὐτοῦ.

Abrir no leitor do IusCommune →

1

pr.Ἐπειδὴ πολλὰς ἐν τοῖς παλαιοῖς νόμοις εὕρομεν αἰτίας, ἐξ ὧν εὐχερῶς αἱ τῶν γάμων διαλύσεις γίνονται, τούτου ἕνεκα συνείδομεν ἐκ τούτων περιελεῖν τινας, αἵπερ ἡμῖν ἀνάξιοι πρὸς τὸ διαλύειν γάμους ἐφάνησαν, καὶ ταύτας μόνον ὀνομαστὶ [τῷ παρόντι ἐντάξαι νόμῳ], ὑπὲρ ὧν εὐλόγως τοὺς γάμους ἔξεστι διαλύειν δίχα ποινῆς '. τάδε εἰσίν·

2

pr.Διαλύεται γάμος κατὰ πρόφασιν ἀναγκαίαν τε καὶ οὐκ ἄλογον, ὅταν τὶς οὐχ οἷός τε εἴη συνιέναι τῇ γυναικὶ καὶ τὰ παρὰ τῆς φύσεως ἀνδράσι διδόμενα πράττειν, ἀλλὰ τριετία μὲν παραδράμῃ ἐκ τοῦ τῶν γάμων καιροῦ, ὁ δὲ ὅτι ταῖς ἀληθείαις ἐστὶν ἀνὴρ, οὐ δεικνύει, πάρεστι τῇ γυναικὶ ἢ τοῖς αὐτῆς πατράσι διαζευγνύναι τὸ συνοικέσιον καὶ στεῖλαι διάλυσιν, κἂν εἰ μὴ βούλοιτο τοῦτο ὁ συνοικῶν. κἀνταῦθα ἡ μὲν προῖξ, ἥτις ἐστὶν ὅλως ἐπιδεδομένη, ἀκολουθήσει τῇ γυναικὶ καὶ ἀποδώσει ταύτην ὁ ἀνὴρ εἴγε βούλοιτο λαβών· ἡ δὲ διὰ τῶν γάμων ἤτοι πρὸ τῶν γάμων δωρεὰ μένει παρὰ τῷ ἀνδρὶ μηδὲν οἴκοθεν ζημιουμένῳ.

3

pr.Θεσπίζομεν καὶ τὸν ἐν αἰχμαλωσίᾳ διαλύεσθαι τοῦ γάμου, οὐχ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ᾽ ἕως μέν ἐστι φανερὸν περιεῖναι τὸν ἄνδρα ἢ τὴν γαμετὴν, μένειν ἄλυτα τὰ συνοικέσια συγχωροῦμεν, καὶ οὐκ ἐλεύσονται πρὸς δευτέρους γάμους οὔτε γυναῖκες οὔτε ἄνδρες, εἰ μὴ βούλοντο κατὰ προπέτειαν τοῦτο πρᾶξαι καὶ ὑποπεσεῖν ταῖς ποιναῖς, ὁ μὲν τῇ τῆς πρὸ γάμου δωρεᾶς ἐκτίσει, ἡ δὲ τῆς προικός. εἰ δὲ ἄδηλον καθεστοίη τὸ ἐν πολεμίοις ὂν πρόσωπον, τηνικαῦτα πενταετίαν μενετέον εἴτε τῷ ἀνδρὶ εἴτε τῇ γυναικὶ, ἕως σαφῆ γένοιτο τὰ τῆς τελευτῆς· εἰ δὲ ἄδηλον μένει, γαμεῖν ἔξεστιν ἀκινδύνως, ὥστε ἐνταῦθα οὐ διαισίῳ γίνεται καιρὸς, οὐδὲ τῶν προσώπων διεστώτων ἀπ᾿ ἀλλήλων. καὶ οὐδεὶς ἐνταῦθα κερδαίνει, οὔτε ὁ ἀνὴρ τὴν προῖκα οὔτε ἡ γυνὴ τὴν προγάμου δωρεάν, ἀλλ᾽ ἕκαστος ἐπὶ τῶν οἰκείων μένει.

4

pr.Ἐπειδὴ δὲ κατὰ συναίνεσιν ἢ καὶ διὰ σωφροσύνην ἐλύετο – ὁ γάμος, θεσπίζομεν, μὴ ἄλλως πως ἢ παρευθὺς τὰ ἑκάτερα μέρη τῷ μονήρει βίῳ προσέρχεσθαι, ἀζημίων δηλονότι φυλαττομένων αὐτῶν· ἀπὸ γὰρ συναινέσεως οὐδεὶς λύειν γάμον δύναται.

5

pr.Ἐξ αἰτίας διαλυθέντος γάμου, εἰ μὲν παρ ' αἰτίαν τοῦ ἀνδρὸς, οἱ κοινοὶ παῖδες ἑκατέρας φύσεως ὄντες παρὰ τῇ μητρὶ μὴ δευτερογαμούσῃ διαγέτωσαν, ἐκ τῆς οὐσίας [τοῦ πατρὸς] ἀποτρεφόμενοι, οἳ καὶ δύνανται τοὺς γονεῖς κληρονομεῖν. εἰ δὲ παρ᾽ αἰτίαν τῆς γυναικὸς ὁ γάμος διελύθη, παρὰ τῷ πατρὶ καὶ οἰκείτωσαν καὶ τρεφέσθωσαν. ἀποροῦντος δὲ τοῦ πατρὸς ἡ μήτηρ τούτους τρεφέτω. καὶ γὰρ πάντες οἱ ἀνιόντες καὶ κατιόντες πενομένους ἀλλήλους ἀναγκάζονται τρέφειν.

6

pr.Καὶ προφάσει σωφροσύνης λύεται γάμος. εἰ δέ τις τῶν διὰ σωφροσύνην λυσάντων τὸν γάμον ἄλλην ἀγάγηται γαμετὴν ἢ πορνεύων φανῇ, τὴν πᾶσαν αὐτοῦ περιουσίαν οἱ παῖδες λήψονται, καὶ εἰ ἀτελοῦς ὦσιν ἡλικίας, διοικηθήσονται καὶ ἀνατραφήσονται παρὰ τοῦ μὴ πταίσαντος γονέως. ἀμφοτέρων δὲ πταισάντων, οἱ παῖδες τὸ πᾶν τῆς τούτων ὑποστάσεως [διαδέξονται], κουράτωρος τούτοις διδομένου παρὰ τοῦ προσφόρου δικαστοῦ. εἰ δὲ μὴ ἔχουσὶ παῖδας, ὁ δημόσιος ταῦτα διαδέξεται καὶ αὐτοὶ νομίμως τιμωρηθήσονται.

7

pr.Τὰς αἰτίας, δ᾽ ὧν ὁ ἀνὴρ χωριζόμενος τὴν προῖκα τῆς γυναικὸς ἀποκερδαίνειν δύναται, φυλαττομένης τῆς ἐπ᾿ αὐτῇ δεσποτείας τοῖς ἐκ τοῦ αὐτοῦ γάμου παισὶν, ἢ παίδων οὐκ ὄντων ἀπολαβόντος αὐτοῦ καὶ τῆς δεσποτείας ταύτης ὄντος τούτου κυρίου, διατυποῦμεν.

8

pr.Εἰ κατὰ τῆς βασιλείας βουλομένοις τισὶ σύνοιδεν ἡ γυνὴ καὶ μὴ τῷ ἰδίῳ ἀνδρὶ φανερώσῃ. εἰ δὲ ὁ ἀνὴρ τοῦτο παρὰ τῆς γυναικὸς προσαγγελθεὶς σιωπήσῃ, ἐξέστω τῇ γυναικὶ δι οἱουδήποτε προσώπου ταῦτα προσαγγέλλειν τῇ βασιλείᾳ, ὥστε τὸν ἄνδρα μηδεμίαν ἐκ ταύτης τῆς αἰτίας λύσεως γάμου εὑρεῖν πρόφασιν.

9

pr.Εἰ περὶ μοιχείας ὁ ἀνὴρ νομίσῃ δύνασθαι τὴν αὐτοῦ γαμετὴν ἐλεγχθῆναι, προσήκει τὸν ἄνδρα πρότερον ἐγγράφεσθαι τὴν γυναῖκα ἢ τὸν μοιχόν· καὶ εἴπερ ἡ τοιαύτη κατηγορία ἀληθὴς ἀποδειχδῇ, τηνικαῦτα χωρισμοῦ γινομένου ἔχειν τὸν ἄνδρα πρὸς τῇ προγάμου δωρεᾷ καὶ τὴν προῖκα, καὶ πρὸς τούτοις, εἰ παῖδας μὴ ἔχοι, τοσοῦτον λαμβάνειν ἐκ τῆς ἄλλης τῆς γυναικὸς περιουσίας, ὅσον τῆς προικὸς εἶναι τὸ τρίτον μέρος γινώσκεται, ὥστε τῇ αὐτοῦ δεσποτείᾳ καὶ τὴν προῖκα καὶ τὴν παρ᾽ ἡμῶν ὁρισθεῖσαν ποινὴν προσκυροῦσθαι. εἰ δὲ παῖδας ἔχοι ἐκ τοῦ αὐτοῦ συνοικεσίου, κελεύομεν καὶ τὴν προῖκα καὶ τὴν ἄλλην τῆς γυναικὸς περιουσίαν τοῖς παισὶ φυλάττεσθαι, καὶ οὕτως τὸν μοιχὸν νομίμως ἐλεγχόμενον ἅμα τῇ γυναικὶ τιμωρήσασθαι. καὶ εἰ μὲν ἔχει ὁ μοιχὸς γυναῖκα, ἀναλαμβάνειν αὐτὴν τὴν ἰδίαν προῖκα καὶ τὴν πρὸ γάμου δωρεάν, ὥστε εἰ παῖδας ἔχοι, μόνον τῆς χρήσεως αὐτὴν ἀπολαύειν, τῆς δεσποτείας τοῖς [παισὶ φυλαττομένης· τὴν δὲ ἄλλην τοῦ ἀνδρὸς περιουσίαν τοῖς] παισὶν αὐτοῦ δωρούμεθα. ἢ παίδων οὐκ ὄντων τῆς μὲν προγαμιαίας δωρεᾶς τὴν δεσποτείαν τῇ γυναικὶ διαφέρειν θεσπίζομεν, τὴν δὲ ἄλλην τοῦ ἀνδρὸς περιουσίαν τῷ φίσκῳ κατὰ τοὺς παλαιοὺς προσκυροῦσθαι νόμους.

10

pr.Ἐὰν οἱῳδήποτε τρόπῳ ἡ γυνὴ τῇ ζωῇ τοῦ ἀνδρὸς ἐπιβουλεύσῃ, ἢ ἄλλοις τισὶ τοῦτο ποιοῦσι συνειδυῖα τῷ ἀνδρὶ μὴ φανερώση.

11

pr.Ἐὰν ἀνδράσι μὴ βουλομένου τοῦ ἀνδρὸς ἐξωτικοῖς συμποσιάζῃ ἢ συλλούηται.

12

pr.Ἐὰν μὴ βουλομένου τοῦ ἀνδρὸς ἔξω͵ τοῦ οἴκου μείνῃ, εἰ μήτοιγε τυχοῦσα παρὰ τοῖς ἰδίοις γονεῦσιν.

13

pr.Ἐὰν ἱππικοῖς ἢ θεάτροις ἢ κυνηγίοις παραγενήσεται ἐπὶ τὸ θεωρῆσαι ἀγνοοῦντος ἢ κωλύοντος τοῦ ἀνδρός.

14

pr.Ἐὰν δὲ συμβῇ τινα δίχα μιᾶς τῶν εἰρημένων τούτων αἰτιῶν τὴν ἑαυτοῦ γαμετὴν τοῦ ἰδίου οἴκου ἐξωθῆσαι, ὥστε ἐκείνην μὴ ἔχουσαν γονεῖς, πρὸς οὓς δύναται ἀπελθοῦσα μένειν, ἐξ ἀνάγκης ἔξω τὴν νύκτα διάγειν, κελεύομεν μηδεμίαν εἶναι τῷ ἀνδρὶ ἄδειαν διὰ ταύτην τὴν αἰτίαν χωρίζεσθαι τῆς γυναικὸς, διότιπερ αὐτὸς εἰς τοῦτο αἴτιος γίνεται.

15

pr.Τὰς αἰτίας, δ᾽ ὧν εὐλόγως δύναται ἡ γυνὴ τοῦ ἀνδρὸς χωρισθῆναι καὶ ἐξ ὧν δύναται τὴν προῖκα λαμβάνειν καὶ τὴν διὰ τοὺς γάμους ἀπαιτεῖν δωρεάν, ὁμοίως τοῖς παισὶ φυλαττομένης τῆς ἐπὶ τῇ δωρεᾷ δεσποτείας, ἢ παίδων μὴ ὄντων, αὐτῆς ἐχούσης καὶ τὴν ταύτης δεσποτείαν, ταύτας εἶναι διατυποῦμεν.

16

pr.Εἰ κατὰ τῆς βασιλείας ἢ αὐτὸς βουλεύσηταί τι ἢ τοῦτό τισι βουλευομένοις συνιδὼν μὴ φανερώσῃ τῇ βασιλείᾳ ἢ δι ἑαυτοῦ ἢ δι οἱουδήποτε προσώπου.

17

pr.Ἐὰν οἱῳδήποτε τρόπῳ ὁ ἀνὴρ τῇ ζωῇ τῆς γυναικὸς ἐπιβουλεύσῃ, ἢ ἄλλῳ τοῦτο βουλομένῳ εἰδὼς μὴ φανερώσῃ τῇ γυναικὶ καὶ σπουδάσῃ κατὰ τοὺς νόμους ἐκδικῆσαι.

18

pr.Ἐὰν ὁ ἀνὴρ τῇ τῆς γυναικὸς σωφροσύνῃ ἐπιβουλεύων ἄλλοις αὐτὴν εἰς τὸ μοιχευθῆναι ἐπιχειρήσει προδοῦναι.

19

pr.Ἐὰν ὁ ἀνὴρ ἐπὶ μοιχείᾳ τῆς γυναικὸς ἐγγράψηται καὶ τὴν μοιχείαν μὴ ἀποδείξῃ, ἐξεῖναι τῇ γυναικὶ βουλομένῃ καὶ ὑπὲρ τῆς τοιαύτης αἰτίας χωρίζεσθαι τοῦ ἀνδρὸς, καὶ ἀπολαμβάνει μὲν τὴν ἰδίαν προῖκα, κομίζεται δὲ καὶ τὴν προγάμου δωρεὰν, καὶ ὑπὲρ τῆς τοιαύτης συκοφαντίας, εἰ παῖδας μὴ ἔχοι ἐκ τοῦ αὐτοῦ συνοικεσίου, τοσοῦτον λαμβάνει ἐκ τῆς ἄλλης τοῦ ἀνδρὸς περιουσίας, ὅσον τῆς προγαμιαίας δωρεᾶς τὸ τρίτον μέρος εἶναι γινώσκεται. εἰ γὰρ παῖδας ἔχοι, κελεύομεν τὴν πᾶσαν τοῦ ἀνδρὸς περιουσίαν τοῖς παισὶ φυλάττεσθαι, βεβαίων μενόντων τῶν περὶ τῆς προγαμιαίας δωρεᾶς, τῶν τοῖς ἄλλοις περιεχομένων νόμοις, οὕτω μέντοιγε ὥστε καὶ διὰ τὴν ἐπαχθεῖσαν [τῆς μοιχείας κατηγορίαν καὶ μὴ ἀποδειχθεῖσαν] κἀκείναις τὸν ἄνδρα ταῖς τιμωρίαις ὑποβληθῆναι, ἃς ἔμελλεν ἡ γυνὴ ὑπομένειν, εἴπερ ἂν ἡ τοιαύτη ἀπεδείχθη κατηγορία.

20

pr.Ἐὰν ὁ ἀνὴρ ἐν τῷ αὐτοῦ οἴκῳ, καθ᾽ ὃν μετὰ τῆς αὐτοῦ γυναικὸς συνοικεῖ, περιφρονῶν αὐτὴν μεθ᾽ ἑτέρας εὑρίσκηται ἐν τῷ αὐτοῦ οἴκῳ μένων, ἢ κατὰ τὴν αὐτὴν πόλιν διάγων ἐν ἑτέρῳ οἴκῳ μετὰ ἄλλης γυναικὸς συνεχῶς μένων ἐλέγχηται, καὶ ἅπαξ ἢ δὶς ἐγκληθεὶς, ἢ διὰ τῶν αὑτοῦ γονέων ἢ διὰ τῶν τῆς γυναικὸς ἢ δ᾽ ἑτέρων τινῶν ἀξιοπίστων μαρτύρων, τῆς τοιαύτης ἀσελγείας μὴ ἀπόσχηται, ἐξεῖναι τῇ γυναικὶ καὶ ὑπὲρ ταύτης τῆς αἰτίας διαλύειν τὸν γάμον, καὶ ἀναλαμβάνειν τὴν δεδομένην προῖκα καὶ τὴν προγάμου δωρεάν, καὶ ὑπὲρ τῆς τοιαύτης ὕβρεως τρίτον μέρος τῆς διατιμήσεως ἣν ἡ προγαμιαία ποιεῖται δωρεὰ, ἐκ τῆς ἄλλης αὐτοῦ περιουσίας λαμβάνειν. οὕτω μέντοιγε ὥστε εἰ παῖδας ἔχοι, τῆς χρήσεως μόνης ἀπολαύειν τὴν γυναῖκα τῶν πραγμάτων τῆς τε προγαμιαίας δωρεᾶς καὶ τοῦ τρίτου αὐτῆς, τῆς δεσποτείας τοῖς κοινοῖς φυλαττομένης παισίν. εἰ δὲ γὰρ παῖδας μὴ ἔχοι ἐκ τοῦ αὐτοῦ συνοικεσίου, ἔχειν αὐτὴν τῶν τοιούτων πραγμάτων καὶ τὴν δεσποτείαν κελεύομεν.

21

pr.Εἴτε στρατιῶται εἶεν εἴτε φοιδεράτοι εἴτε σχολάριοι εἴτε ἄλλοι τινὲς ὑφ᾽ ἑτέραν οἱανοῦν στρατείαν ἔνοπλον καταλεγόμενοι, κελεύομεν, ὁσουσδήποτε ἐνιαυτοὺς ἐν ἐξπεδίτῳ μένουσι, περιμένειν τὰς τούτων γαμετὰς, κἂν μὴ γράμματα ἢ ἀπόκρισίν τινα παρὰ τῶν ἰδίων ἀνδρῶν δέξωνται.

22

pr.Εἰ δέ τις ἐκ τῶν τοιούτων γυναικῶν τὸν ἴδιον ἄνδρα ἀκούσηται τετελευτηκέναι, οὐδέποτε [εἰς ἑτέρους αὐτὴν ἐλθεῖν γάμους ἐπιτρέπομεν, εἰ μὴ πρότερον] παραγενήσεται εἴτε δι ἑαυτῆς ἢ διὰ τῶν ἰδίων γονέων ἢ δ᾽ ἄλλου οἱουδήποτε προσ ὡπου πρὸς τοὺς χαρτουλαρίους ἢ λεγαρίους ἢ τριβούνους τοῦ ἀριθμοῦ, ἐν ᾧ ὁ ταύτης ἀνὴρ ἐστρατεύετο, καὶ ἐρωτήσει εἰ ταῖς ἀληθείαις ἐτελεύτησεν ὁ αὐτῇ συνοικήσας, ὥστε ἐκείνους τῶν ἁγίων εὐαγγελίων προκειμένων ἐπὶ πράξεως ὑπομνημάτων [καταθέσθαι, εἰ ταῖς ἀληθείαις ὁ ἀνὴρ τετελεύτηκεν· καὶ μεθ ὃ ταῦτα πράξει ὑπομνημάτων] ἀναληφθέντα ἡ γυνὴ ὑπὲρ τῆς ἰδίας μαρτυρίας ἐκλάβῃ, καὶ μετὰ ταῦτα κελεύομεν μένειν αὐτὴν ἑνὸς ἐνιαυτοῦ διάστημα, ὥστε μετὰ τὴν αὐτοῦ παραδρομὴν ἐξεῖναι τῇ γυναικὶ νομίμως συναλλάττειν γάμον. εἰ δὲ παρὰ ταύτην τὴν παρατήρησιν ἡ γυνὴ τολμήσῃ εἰς ἕτερον ἐλθεῖν γάμον, καὶ αὐτὴ καὶ ὁ ἀγόμενος αὐτὴν εἰς γάμον ὡς μοιχοὶ τιμωρείσθωσαν.

23

pr.Εἰ δὲ ἐπὶ πράξεως ὑπομνημάτων μεθ᾽ ὅρκου καταθέμενοι ἐλεγχθῶσι μετὰ ταῦτα πλαστῶς καταθέμενοι, αὐτοὶ μὲν τῆς στρατείας γυμνούμενοι δέκα χρυσίου λιτρῶν ποινὴν συνελαθήσονται καταβαλεῖν ἐπ᾿ ἐκεῖνον, ὃν ἐψεύσαντο τετελευτηκέναι, αὐτὸς δὲ ἄδειαν ἐχέτω, εἰ βουληθείη, τὴν ἰδίαν γαμετὴν ἀναλαμβάνειν.

24

pr.Διαλύεται τὸ συνοικέσιον διαζυγίῳ, ἢ θανάτῳ, ἢ αἰχμαλωσίας ἢ ἄλλης δουλείας συμβαινούσης ἑνὶ τῶν συνοικούντων.

25

pr.Καὶ ἐπὶ τῇ συστάσει τῆς μνηστείας δεῖ τελεῖσθαι διαζύγιον καὶ οὕτως συντίθεται. ἀδιάφορον, εἴτε αὐτῷ παρόντι ἀπαγορευθῇ, εἴτε ἀπόντι διὰ τοῦ ὑπεξουσίου αὐτοῦ ἢ τοῦ ἴσως ἔχοντος αὐτὸν ὑπεξούσιον.

26

pr.Διαζύγιον οὐκ ἐστὶ τὸ μὴ ὂν ἀληθὲς καὶ ἐπὶ διηνεκεῖ διαιρέσει. ὅθεν ὡς διὰ θερμότητα πέμψασα διαζύγιον καὶ συντόμως ὑποστρέψασα οὔτε διαζυγῆναι δοκεῖ.

27

pr.Οὐκ ἔῤῥωται τὸ διαζύγιον εἰ μὴ προσληφθῶσιν ζ μάρτυρες ῥωμαῖοι ἔφηβοι, ἐν οἷς οὐκ ἐστιν ἀπελεύθερος τοῦ ποιοῦντος τὸ διαζύγιον ἢ τοῦ πατρὸς αὐτοῦ ἢ τοῦ πάππου ἢ τῶν ἄλλων ἀνιόντων ἢ κατιόντων.

28

pr.Οὐ δύναται ἡ μήτηρ διαζύγιον πέμπειν τῷ ἀνδρὶ τῆς θυγατρός.

29

pr.Περιορισμὸς ἢ ἐξορία οὐ λύει τὰ συνοικέσια.

30

pr.Δύναται ὁ ἀνὴρ ἐκ τῶν καρπῶν, ὧν μετὰ τὸ διαζύγιον ἔλαβε, παρακρατεῖν ἅπερ ἐδωρήσατο τῇ γυναικὶ, καὶ ἅπερ ἀφείλετο.

31

pr.Ἐὰν μετὰ τὸ διαζύγιον ἐνάγει περὶ τῆς προικὸς ἡ γυνὴ, καὶ ὑποστρέψῃ εἰς τὸν γάμον, σβέννυται τὸ διαζύγιον καὶ μένει πάντα ἐν τῇ προτέρᾳ καταστάσει.

32

pr.Ἐὰν ὁ εἷς τῶν συνοικούντων μανῇ, ὁ ἕτερος διαζύγιον οὐ δύναται στέλλειν. εἰ δὲ φορητή ἐστιν ἡ μανία, εἴτε διηνεκὴς εἴτε ἐκ διαλειμμάτων, οὐκ ὀφείλει ὁ νήφων στέλλειν τῷ μαινομένῳ διαζύγιον. εἰ δὲ στείλει, δοκεῖ κατὰ προπέτειαν αὐτοῦ λύειν τὸν γάμον.

33

pr.Εἰ μέντοι περιφρονεῖ τῆς γυναικὸς, μηδεμίαν αὐτῆς φροντίδα ποιούμενος, καὶ τῇ προικὶ κατακέχρηται, ἄδειαν ἔχει ὁ κουράτωρ καὶ οἱ συγγενεῖς αὐτῆς προσιέναι τῷ ἁρμοδίῳ ἄρχοντι, καὶ ἀναγκάζειν τὸν ἄνδρα τρέφειν αὐτὴν καὶ φροντίζειν τῆς ἰατρείας αὐτῆς καὶ μηδὲν παραλείπειν τῶν ἀνδρὶ πρεπόντων πρὸς τὸ ποσὸν τῆς προικός. εἰ δὲ σκορπίζει τὴν προῖκα, μεσεγγυᾶται ἐφ᾽ ᾧ τὴν γυναῖκα καὶ τὰς μετ᾿ αὐτὴν ἐντεῦθεν ἀξίαν σχεῖν παραμυθίαν, φυλαττομένων τῶν ἐξ ἀρχῆς συμφώνων.

34

pr.Ἐὰν ὁ ἀνὴρ μετὰ διαζύγιον κατὰ πλάνην πλέον τοῦ ποσοῦ τῆς προικὸς ἐπερωτηθῇ, οὐ βλάπτεται, [εἴτε κατὰ πλάνην] εἴτε μὴ πλέον ἐπηρώτησεν ἡ γυνή.

35

pr.Ἐὰν μετὰ διαζύγιον δοῦλος γυναικὸς κλέψῃ, καὶ τῇ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἐνέχεται.

36

pr.Ἡ γυνὴ κλέψασά τι τοῦ ἀνδρὸς τῇ περὶ ἀφαιρέσεως πραγμάτων ἀγωγῇ ἐνάγεται μετὰ τὸ διαζύγιον, οὐ μὴν τῇ περὶ κλοπῆς εἰς τὸ διπλάσιον, ὥσπερ καὶ ἡ θυγάτηρ κλέψασά τι τοῦ πατρός. ἄτιμος γὰρ ἀγωγὴ κατὰ γαμετῆς οὐ δίδοται.

37

pr.Ἐὰν ἐν καιρῷ διαζυγίου ἡ γυνὴ εἰσαγάγῃ κλέπτας εἰς τὸν οἶκον τοῦ ἀνδρὸς, εἴτε περιέλθῃ εἰς αὐτὴν ἃ ἔκλεψαν εἴτε μὴ, κατέχεται.

38

pr.Ἐὰν ὅπερ ἠγόρασα καλῇ πίστει ἡ γυνή μου διαζυγίου αἰτίᾳ ὑφέληται, ἢ τῷ κλέπτοντι συνεισήγαγε σπουδὴν, ἐνέχεται τῇ περὶ ἀφαιρέσεως πραγμάτων ἀγωγῇ.

39

pr.Ἐὰν ἡ γυνὴ ἀπελπίσασα τὴν ζωὴν τοῦ ἀνδρὸς κλέψῃ καὶ διαζυγῇ, ὑγιάνας ὁ ἀνὴρ ἕξει κατὰ ταύτης τὴν περὶ ἀφαιρέσεως πραγμάτων ἀγωγήν.

40

pr.Ἐὰν δοῦλος τῆς γυναικὸς διαζυγίου αἰτίᾳ κατὰ κέλευ σιν αὐτῆς ὑφέληται τοῦ ἀνδρός τι, οὔτε κλέπτης ἐστὶν, ὡς μὴ διὰ κέρδος ἴδιον τοῦτο ποιήσας, οὔτε κλέπτειν ἡ γυνὴ δοκεῖ· ἡ γὰρ γυνὴ οὐ κλέπτει. εἰ καὶ μάλιστα δοῦλος ἐν τοῖς ἁμαρτήμασιν οὐκ ὀφείλει τῷ δεσπότῃ πειθαρχεῖν. ἡ δὲ γυνὴ ἐνέχεται μόνον τῇ περὶ ἀφαιρέσεως πραγμάτων ἀγωγῇ.

41

pr.Εἴτε ὁ ἀνὴρ ἀπὸ τῆς γυναικὸς ἀποσυλήσει πράγματα διαζυγίου ἕνεκεν, εἴτε ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς, [ἐστὶν] ἡ περὶ ἀφαιρέσεως πραγμάτων ἀγωγή.

42

pr.Ἐὰν διαζευχθεῖσα γυνὴ καὶ μήπω ἀνακαλεσαμένη τὰ προικῷα αὐτῆς ὑποστρέψῃ εἰς τὸν γάμον, ἀνανεοῦν δοκεῖ τὴν προῖκα.

43

pr.Ἐὰν διαζυγίου γενομένου μὴ ἀσφαλίσηται παρὰ τῆς γυναικὸς ὁ ἀνὴρ περὶ τῆς προικὸς καὶ γαμηθεῖσα ἑτέρῳ ὑποστρέψῃ πρὸς τὸν πρῶτον, ἀνανεοῦται σιωπηρῶς ἡ προῖξ.

44

pr.Ἐὰν μετὰ διαζύγιον ὁ ἀνὴρ λέγει τὴν γυναῖκα ἐγκυμονεῖν, αὕτη δὲ ἀρνεῖται, ἐπιλέγεται ὁ ἄρχων τρεῖς μαίας δοκίμους τὴν τέχνην καὶ τὴν πίστιν, καὶ θεωροῦσι. καὶ ἐὰν αἱ τρεῖς ἢ καὶ δύο εἴπωσιν αὐτὴν μὴ ἐγκυμονεῖν, οὐ δέχεται φυ· λακὴν, καὶ ὁ ἀνὴρ αὐτῆς εἰς ὑβριν καὶ ἀτιμίαν δοκεῖ τοῦτο πεποιηκέναι. τὸ γὰρ ἐγκυμονούμενον πρὶν ἢ τεχθῆναι μέρος ἐστὶ τῆς μητρός. εἰ δὲ ἐρωτωμένη εἴπῃ ἐγκυμονεῖν, χώρα τῷ δόγματι. εἰ δὲ ἀρνεῖται, τότε αἱ μαῖαι προσκαλοῦνται, οὐ παρὰ τοῦ ἀνδρὸς ἢ τῆς γυναικὸς, ἀλλὰ παρὰ τοῦ ἄρχοντος, καὶ ἐπιλέγεται ὁ ἄρχων οἶκον σεμνῆς γυναικὸς καὶ θεωρεῖται ἐν αὐτῷ ἡ γυνή. εἰ δὲ μὴ ἀνάσχηται ἐλθεῖν εἰς τὸν οἶκον ἢ θεωρηθῆναι, ὁ ἄρχων αὐτὴν ἀναγκάζει. ἔχει δὲ τριάκοντα ἡμέρας εἰς θεωρίαν.

45

pr.Ἐὰν τοῦ ἀνδρὸς τελευτήσαντος ἡ γυνή φησιν ἐγκυμονεῖν, ὀφείλει δεύτερον τῷ μηνὶ παραγγέλλειν οἷς διαφέρει ἢ προκουράτωρσιν αὐτῶν, ἵνα εἰ βούλονται πέμψωσι τὰς ὀφειλούσας ἐπιδεῖν τὴν γαστέρα. πέμπονται δὲ πέντε γυναῖκες ἐλεύθεραι καὶ ἅμα πᾶσαι ἐφορῶσι, καὶ οὐδεμία τούτων ἀκούσης τῆς γυναικὸς ἅπτεται τῆς γαστρὸς αὐτῆς. τίκτει δὲ ἐν οἴκῳ σεμνῆς γυναικὸς ἐπιλεγομένῳ παρὰ τοῦ ἄρχοντος. πρὸ ὦ δὲ ἡμερῶν τοῦ νομίζειν τίκτειν στελλέτω τὴν παραγγελίαν ἡ γυνὴ, καὶ μὴ ἐχέτω ὁ κοιτὼν εἰς ὃν τίκτει πολλὰς εἰσόδους, ἀλλὰ μίαν· εἴπερ δὲ εἰσὶ καὶ λοιπαὶ, σανίσι ταύτας ἀποφράττειν. καὶ πρὸ τῆς οἰκίας τρεῖς ἐλεύθεροι καὶ τρεῖς ἐλεύθεραι καὶ δύο στρατιῶται φυλάττουσι, καὶ τοὺς εἰς τὸν κοιτῶνα πολλάκις εἰσιόντας ψηλαφῶσιν. ἀλλὰ καὶ τὰς φυλαττούσας καὶ διδομένας μετὰ τῶν μαιῶν γυναῖκας μὴ ἐγκυμονεῖν. ἔστωσαν δὲ φῶτα τρία· ἡ γὰρ σκοτία συμβάλλεται τῷ ποιοῦντι ὑποβολιμαῖον. καὶ τότε τὸ τεχθὲν μηνῶν ἕως τῶν ς ἅπαξ τοῦ μηνὸς, ἀπὸ δὲ τῶν μηνῶν ἕως οὗ γένηται ἐνιαύσιον ὑπὲρ μῆνα, ἀπὸ δὲ τοῦ ἐνιαυτοῦ ἕως οὗ ἄρξηται λαλεῖν ἅπαξ καθ ' ἑξάμηνον..

46

pr.Ἐὰν ἐπιφέροντος τοῦ κληρονόμου ὀμόσῃ ἐγκυμονεῖν ἡ γυνή, φυλάττεται ὁ ὅρκος, καὶ οὐκ ἐνέχεται ὡς συκοφαντίᾳ εἰς νομὴν πεμφθεῖσα, οὔτε γίνεται αὐτῇ βία μετὰ τὸν ὅρκον. μετὰ δὲ τὸ τεκεῖν ζητεῖται, εἰ ἐκ τοῦ τελευτήσαντος ἦν ἔγκυος. οὔτε γὰρ ἄλλῳ τοκετῷ συμβάλλεται ἢ λυμαίνεται ὁ ἑτέρου ὅρκος.

47

pr.Εἰ δὲ συμβῇ τὸν ἄνδρα τῇ ἑαυτοῦ γαμετῇ ἢ εἰς ἀναίρεσιν ἢ εἰς ἔκστασιν τῆς διανοίας δοῦναι φάρμακον, ἢ τὴν γαμετὴν τῷ ἀνδρὶ, ἢ ἄλλῳ τρόπῳ τὸν ἕτερον τῇ τοῦ ἑτέρου ζωῇ ἐπιβουλεῦσαι, τὸ τοιοῦτον ἔγκλημα πούβλικον ὑπάρχον κατὰ νόμους ἐξετάζεσθαι καὶ νομίμης ἐκδικήσεως ἀξιοῦσθαι θεσπίζομεν.