IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.21

Περὶ πράσεως καὶ ἀγορασίας.

Abrir no leitor do IusCommune →

1

pr.Πρᾶσις καὶ ἀγορασία συνίσταται, ἡνίκα περὶ τοῦ τιμήματος ἑκάτερον συναινέσει μέρος, καὶ ὁ μὲν τὴν καταβολὴν ποιήσεται τοῦ τιμήματος, ὁ δὲ παραδώσει τὸ πιπρασκόμενον. ἀλλὰ κἂν ὁ ἕτερος τούτων ἢ τὴν καταβληθεῖσαν τιμὴν ἀναλάβοι, ἢ τὸ διαπραθὲν πρᾶγμα παραλάβοι, ἐφ᾽ ᾧ τὴν πρᾶσιν ἀδιάσειστον προβῆναι, καὶ οὕτως τὰ τῆς πράσεως ἔῤῥωται '.

2

pr.Τὸ δὲ ἀῤῥαβῶνος χάριν παρασχόμενον ἔλεγχός ἐστι καὶ ἀπόδειξις πράσεως καὶ ἀγορασίας συστάσεως, οὐ μὴν δὲ αὐτὸ μόνον σύστασις, ἀλλὰ σὺν τοῖς λοιποῖς. ταῦτα δὲ περὶ πράσεως καὶ ἀγορασίας λέγομεν [τῆς ἀγράφως γινομένης. ἐπὶ δὲ τῆς ἐγγράφως γινομένης οὐχ ἑτέρως τὸ τέλειον προσγενήσεσθαι λέγομεν], εἰ μὴ καὶ τὰ συμβόλαια τῆς πράσεως ἐγράφη, ἢ οἰκείᾳ χειρὶ τοῦ πεπρακότος, ἢ ὑπὸ ἑτέρου μὲν ἐγράφη, ὑπογράψῃ δὲ ὁ πιπράσκων· εἰ δὲ διὰ ταβελλίωνος γένηται, καὶ κόμβλα παρακολουθήσει προταχθείσης καὶ ὑποταγείσης ὑπογραφῆς τοῦ συμβολαίου.

3

pr.Τὸ ἀῤῥαβῶνος χάριν μεταδιδόμενον, εἰ μὲν πράτης ἦν ὁ μεταμελούμενος, διπλάσιον [ἀναγκάζεται] ἀποδοῦναι ὅπερ ἔλαβεν· εἰ δὲ ὁ ἀγοραστὴς, ἀπόλλυσιν ὃ δέδωκε, φυλαττομένου καὶ [τοῦ ἐκ] τοῦ συμβολαίου προστίμου.

4

pr.Οὐδεὶς ἐκ τοῦ παρ᾽ αὐτοῦ ἐγχειριζομένου ὀφφικίου ἀγοράζειν τὶ δύναται κινητὸν δι᾽ ἑτέρου ἢ δ᾽ ἑαυτοῦ. καὶ γὰρ τοῦ πράγματος ἐκπίπτει καὶ τὸ δοθὲν οὐκ ἀναλαμβάνει τίμημα. ὅπερ κρατεῖ καὶ ἐπὶ τοῦ κουράτωρος τοῦ βασιλέως, εἰ μὴ παρὰ τοῦ δημοσίου.

5

pr.Μετὰ τὸ πραθῆναι καὶ ἀγορασθῆναί τι κατὰ τοὺς ὡρισμένους χαρακτῆρας τῆς τε ἀγράφου καὶ ἐγγράφου πράσεως καὶ ἀγορασίας, ὁ κίνδυνος τοῦ πεπραμένου πράγματος τὸν ἀγοραστὴν ὁρᾷ, εἰ καὶ μήπω τὸ πρᾶγμα παραδέδοται. τοιγαροῦν εἴτε οἰκέτης ἐστὶν ὁ πεπραμένος, καὶ τελευτήσῃ ἢ μέρος τὶ βλαβῇ τοῦ σώματος, πόδα ἢ χεῖρα ἢ ὀφθαλμὸν, ἢ οἰκία οὖσα ἡ πεπραμένη ἢ πᾶσα ἢ ἐκ μέρους πυρὶ δαπανηθῇ, ἢ ἀγρὸς διὰ ποταμοῦ ὅλος ἢ μέρος ἀπόληται εἴτε τῇ πλημμύρᾳ τοῦ ὕδατος ἢ δένδρων ἐξ ἀνέμων καταπεσόντων πολλῶν ἢ ἥττων καὶ χείρων γένηται ὁ ἀγρὸς, ἐπὶ τούτων πάντων ἡ ζημία τὸν ἀγοραστὴν ὁρᾷ. καθόλου γὰρ ἴσθι, ὅτι δίχα δόλου ἢ ῥαθυμίας τοῦ πράτου εἰ συμβῇ πρᾶγμά τι τοιοῦτον, ἕξει τὸ ἀμέριμνον ὁ πράτης.

6

pr.Ὥσπερ ἡ ἐκ τύχης ἐλάττωσις ἤτοι ἀπώλεια τοῦ πεπραμένου πράγματος εἰς τὸν ἀγοραστὴν ἀνατρέχει, οὕτως καὶ εἴ τι προσγέγονε κέρδος τῷ πεπραμένῳ πράγματι, τὸν ἀγοραστὴν ὠφελήσει. ὅθεν εἰ καὶ διὰ προσκλύσεως ἤτοι προσχώσεως ποταμοῦ μείζων γέγονεν ὁ ἀγρὸς μετὰ τὸ συστῆναι τὴν πρᾶσιν, τὸ κέρδος ὁ ἀγοραστὴς ἀπολαύσει.

7

pr.Ἡ πρᾶσις καὶ ἀπεντεῦθεν ἤδη ἤγουν εὐθέως χωρὶς χρόνου ἀναβολῆς τελειούσθω, ὡς ὅταν δίδως τόσον εἰς τὸ λαβεῖν τόδε· καὶ ὑπὸ αἵρεσιν γίνεται, οἷον ὁ δεῖνα οἰκέτης εἴγε εἴσω μηνὸς ἀρέσῃ σοὶ, ἔστω σοὶ πεπραμένος νομίσμασι τ '.

8

pr.Ἐὰν κελευσθεὶς ὁ δοῦλός μου τοὺς ὅρους ὑποδεῖξαι τοῦ πραθέντος ἀγροῦ, πλέον ὑποδείξῃ κατὰ δόλον ἢ ἄγνοιαν, οὐ καταδικάζει ἐμέ. τὸ αὐτὸ καὶ ἐπὶ παραδόσεως νομῆς ἀργούσης.

9

pr.Οὐχ ἕπεται τῷ πραθέντι δούλῳ τὸ πεκούλιον αὐτοῦ. ὅθεν ἐὰν ὁ δοῦλός μου κλέψῃ τὶ τοῦ πεκουλίου καὶ περιέλθῃ εἰς τὸν ἀγοραστὴν, καὶ ὅσα μετὰ τὴν πρᾶσιν προστίθεται τῷ πεκουλίῳ, ἀποδίδοται τῷ πράτῃ, τυχὸν τοκετοὶ καὶ τὰ ἀπὸ τῶν ἔργων τῶν τοῦ πεκουλίου δούλων.

10

pr.Ὁ ἐπίτροπος οὐ δύναται ὀρφανικὸν πρᾶγμα ἀγοράσαι. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων, κουράτωρος καὶ προκουράτωρος.

11

pr.Ἐὰν ἐν τῷ πραθέντι οἴκῳ τὸ ἀποτιθέμενον ὑπό τινος χρυσίον κατὰ πλάνην ἀπομεῖναν ἐν αὐτῷ εὑρεθῇ, μένει τοῦ πάλαι δεσπόζοντος.

12

pr.Ὁ βλέπων ὑφ᾽ ἑτέρου τὸ ἴδιον πιπρασκόμενον, καὶ μὴ ἀντιλέγων, αὐτὸς δοκεῖ πιπράσκειν αὐτό.

13

pr.Ἐκεῖνο δὲ ἔτι προσθεῖναι τῷ νόμῳ δίκαιον ᾠήθημεν, ἵνα ὁ πιπράσκων δοῦλον καὶ γινώσκων αὐτὸν κλέπτην ἢ μαινόμενον ἢ ἄλλαις τισὶν αἰτίαις ὑπάρχοντα, προσφωνείτω περὶ τούτου τῷ ἀγοραστῇ. εἰ γὰρ τοῦτο μὴ ποιήσει, αὐτὸς μὲν λήψεται τὸν δοῦλον, τὸ δὲ τίμημα διπλοῦν ἀποστρέψει τῷ ἠγορακότι, ἀπαιτούμενος καὶ εἴ τινα ζημίαν ἐν τῷ τοῦ ἠγορακότος οἴκῳ εἰργάσατο.

14

pr.Ἐκ τῶν κωδίκων τοῦ α΄ βι. τί. β΄. – Τὰ ἱερὰ σκεύη ἐπὶ ἀναῤῥύσει αἰχμαλώτων ἐκποιείσθω, τῶν παραβαινόντων ταῖς ποιναῖς ὑποβαλλομένων.

15

pr.Μὴ ἐκποιείσθω μοναστήριον ἐν ᾧ θυσιαστήριόν ἐστιν, ἐπείτοιγε ὁ ἀγοράσας ἐκπίπτει τῶν τιμημάτων, τῇ ἐκκλησίᾳ τὸ ἀρχαῖον σχῆμα ἀποδιδοὺς, ἀργούσης τῆς ὑπὲρ αὐτοῦ ἴσως γενομένης ὑποθήκης.

16

pr.Ἐὰν δοῦλος πραθῇ ὑπεύθυνος καὶ ὕστερον τιμωρηθῇ, ὁ πράτης ἀναδιδότω τῷ ἀγοραστῇ τὸ τίμημα.

17

pr.Ἔξεστι τῷ δεσπότῃ τοῦ ἀγροῦ ἐν τῷ πιπράσκειν αὐτὸν μειῶσαι τοὺς ὅρους αὐτοῦ καὶ οὕτως πωλῆσαι, καὶ οὐ δύναται ὁ πράτης μεῖζον μέτρον ἐκδικεῖν τοῦ πραθέντος αὐτῷ ἐκ τοῦ δεικνύναι τοὺς ὅρους τοὺς πρὸ τῆς πράσεως ὑπάρχοντας τοῦ ἀγροῦ.

18

pr.Ἐκ τοῦ κβ΄ βι. τί. α΄. – Ὁ ἀγοραστὴς δεικνύειν ὀφείλει πρὸ τῆς πράσεως τὸν δοῦλον πεφευγέναι.

19

pr.Ἐὰν μὴ δείκνυται, εἰ παρὰ τῷ πράτῃ φυγὰς ἦν ὁ δοῦλος, τῇ ἐμβασάνῳ αὐτοῦ ζητήσει πιστεύομεν. καθ᾽ ἑαυτὸν γὰρ ἐρωτᾶσθαι δοκεῖ, οὐ μὴν ὑπὲρ δεσπότου ἢ κατὰ δεσπότου

20

pr.Ἡ δεσποτεία οὐκ ἐκ συμβολαίων ἀγορασίας, ἀλλ᾽ ἐξ οἱωνδήποτε ἄλλων ἀποδείξεων δείκνυται.

21

pr.Ἡ πρᾶσις καὶ ἡ ἀγορασία δύναται καὶ ἀγράφως συστῆναι.

22

pr.Καὶ ἐξ ἀρχῆς ἄγραφος γίνεται πρᾶσις. καὶ ἐὰν ἐγγράφως γένηται, ἀπόλωνται δὲ καὶ τὰ συμβόλαια, μένει ἐῤῥωμένη.

23

pr.Βι. θ΄ τί. γ '. - Ὁ κατὰ αὐθεντίαν τὰ πράγματα τοῦ κατακριθέντος πιπράσκων καὶ κλέπτης καὶ ἅρπαξ νομίζεται.

24

pr.Διαπράσεως γενομένης περιουσίας, τοῦ ἐξωτικοῦ ὁ δανειστὴς ἢ ὁ συγγενής προτιμᾶται εἰς τὸ ἀγοράσαι· ὁ δανειστὴς πρὸ τῶν συγγενῶν· ἐκ δὲ τῶν δανειστῶν ὁ τὸ πλέον χρεωστούμενος.

25

pr.βι. τοῦ αὐτοῦ. Οὐ συμπιπράσκονται τοῖς τοῦ χρεώστου πράγμασιν παλλακὴ ἢ παῖδες φυσικοὶ ἢ θετοί.

26

pr.βι. τοῦ αὐτοῦ. – Τὰ τοῦ αἰχμαλώτου πράγματα.. - ἕως ἂν ὑποστρέψῃ οὐ πιπράσκονται.

27

pr.Τὰ πραθέντα χωρὶς ἀποφάσεως οὐ μόνον ὁ πρῶτος ἀγοραστὴς ἀναγκάζεται ἀποδοῦναι, ἀλλὰ καὶ ὁ δεύτερος, εἰ μὴ ἄρα καλῇ πίστει ὁ ἀγοράσας ἐκ τοῦ χρᾶσθαι ἐδέσποσεν.

28

pr.Ἐάν τις πωλήσῃ οἰκέτην ἐπὶ τῷ μηδέπω αὐτὸν ἐπιβῆναι τῆς πόλεως, συμφωνήσῃ δὲ ἐὰν ἐπιβῇ ἐξεῖναι αὐτὸν χεῖρας ἐπιβάλλειν καὶ ἀφαιρεῖσθαι αὐτὸν, δύναται μὲν ὁ ἀγοραστὴς ὡς δεσπότης ὢν μηδέπω τοῦ συμφώνου παραβαθέντος ἐλευθερῶσαι τὸν τοιοῦτον οἰκέτην. ἐὰν δὲ ἐκεῖνος ἐλευθερω θεὶς ἐπιβῇ τοῦ τόπου, ὁ πράτης κεχρημένος τῷ συμφώνῳ ἕλκει εἰς δουλείαν αὐτὸν, εἰ μὴ τὸ ἐναντίον συνεφωνήθη.

29

pr.Ὁ πραθεὶς ἐπὶ τῷ μὴ ἐλευθερωθῆναι, κἂν ἐλευθερωθῇ, οὐ γίνεται ἐλεύθερος, οὐδὲ ἐὰν εἰς δεύτερον δεσπότην ἔλθῃ. ὅθεν εἰ καὶ πρόστιμόν τις ἐπερωτηθῇ, οὐχ ὑποπίπτει τῷ προστίμῳ, ὡς μὴ δυναμένου ἐλευθερωθῆναι τοῦ ἀνδραπόδου, καὶ οὐδὲ ὁ δημόσιος ἐπικοινωνεῖ τῇ τοιαύτῃ πράσει.

30

pr.Περὶ ἐμπαθῶν δούλων. - Οὐκ ἐστὶν ἐμπαθὴς ἱεροπλήκτης ὁ τὴν κεφαλὴν ἐκ διαλειμμάτων ῥιπτίζων καί τινα προλέγων.

31

pr.Τὰ τῆς ψυχῆς αἴτια ἐμπαθῆ οὐ ποιοῦσιν, ὡς ἐπὶ τοῦ κωφοῦ ἢ δεισιδαίμονος ἢ ὀργίλου ἢ καταφρονητοῦ, εἰ μὴ ἄρα καὶ τὸ ψυχικὸν ἀπὸ σωματικοῦ συνέβη πάθους. ἀπὸ γὰρ πυρετοῦ γίνεται.

32

pr.Τὰ δὲ αἴτια τῆς ψυχῆς ἐὰν εἰδὼς ὁ πράτης μὴ προείπῃ, ἐνέχεται τῇ κατὰ τῆς πράσεως ἀγωγῇ.

33

pr.ἐπὶ μειώσει τοῦ τιμήματος ἁρμόζει, ὡς ἐπὶ τῶν ἄγαν δειλῶν ἢ ἐπιθυμητικῶν ἢ συναγχικῶν ἢ ὀργίλων ἢ μελαγ χολικῶν ἢ προπετῶν ἢ κυρτῶν ἢ συνώμων ἢ κνησμονικῶν ἢ ψωραλέων ἢ κωφῶν ἢ ἀλάλων· ἐφ᾽ οἷς αἰτίοις οὐ δίδοται ἡ ἀναστρέφουσα τὸ πραθὲν ἀγωγὴ, μειοῦσα δὲ τὸ τίμημα ἀγωγὴ ἁρμόζει.

34

pr.Τὰ δειλὰ καὶ λακτιστικὰ τῶν ὑποζυγίων οὐκ εἰσὶν. ἐμπαθῆ· ψυχικὰ γάρ εἰσι τὰ αἴτια, καὶ ἐὰν ψυχικόν ἐστι τὸ αἴτιον, οὐκ ἔχει χώραν ἢ ἀναστρέφουσα ἀγωγὴ, εἰ μὴ προεῖπεν.

35

pr.Οὐ πᾶσα νόσος εἰσάγει τὸ ἀναστραφῆναι τὸ πραθὲν, τυχὸν μικρὰ ὀφθαλμία ἢ ὀλίγη νόσος ὀδόντων ἢ ὤτων.

36

pr.Ὁ λιχῆνας ἔχων οὐκ ἐστὶν ἐμπαθὴς, ἐὰν ὀρθῶς κέχρηται τῷ μέλει, καθ᾽ ὃ ἐστὶν ὁ λιχήν.

37

pr.Ὑγιής ἐστιν ὁ σπάδων καὶ ὁ μόνορχις, ὅστις καὶ γονοποιεῖ·. εἰ δὲ τοῦ σπάδωνος ἀφαιρεθῇ μέρος ἀναγκαῖον τοῦ σώματος, ὑγιὴς οὐκ ἐστίν.

38

pr.Ὁ γλωσσοτομηθεὶς οὐκ ἐστὶν ὑγιής. ὁ ἄλαλος ἐμπαθῆς ἐστιν, οὐ μὴν ὁ μογιλάλος, οὔτε ὁ ἀσήμως διαλεγόμενος.

39

pr.Ἐὰν δάκτυλός τινος ἀποκοπῇ ἢ μέλος παρασπαθῇ, κἂν ὑγιείνῃ, ἐμποδίζηται δὲ περὶ τὴν χρῆσιν, οὐκ ἐστὶν ὑγιὴς.

40

pr.Εἴτε πλείονας εἴτε ἥττονας ἔχει δακτύλους ὁ δοῦλος, οὐκ ἀναστρέφεται, εἰ μὴ ἐξ αὐτῶν ἐμποδίζεται.

41

pr.Μῶμός ἐστι καὶ ὁ μύωψ, καὶ ὁ νυκτάλωψ ἔνθα τὶς μὴ καθορᾷ ἕωθεν ἢ ἐν ἑσπέρᾳ, καὶ ὁ ἐπίχυσιν ἔχων ἔνθα τὶς προσαχθὲν τὸ φῶς οὐχ ὁρᾷ.

42

pr.Ὑγιής ἐστιν ὁ ψελλὸς καὶ ὁ τραυλὸς καὶ ὁ μογγὸς καὶ ὁ βραδυλάλος καὶ ὁ σκελλὸς εἴτε ἐπὶ τὰ ἔσω εἴτε ἐπὶ τὰ ἔξω. καὶ ὁ παρ᾽ ὀδόντα, οὐ μὴν ὁ ἔχων ἦλον ἢ πολύπουν περὶ τὰς ῥίνας.

43

pr.Ὑγιής ἐστιν ὁ μέγα περὶ τὸν λαιμὸν ἔχων κάρυον, καὶ ὁ τοὺς ὀφθαλμοὺς ἔχων προκύπτοντας, καὶ ἀμφιδέξιος, εἰ μὴ διὰ τὴν ἀσθένειαν τῆς δεξιᾶς κέχρηται τῇ ἀριστερᾷ. οὔτε ὁ ὀζόστομος, εἰ μὴ ἀπὸ πάθους τοῦ πνεύμονος ἢ τοῦ ἥπατος ἢ τοιούτου τινὸς πάθους ὀζοστομεῖ, ἀλλ᾽ οὔτε ὁ στραβὸς, οὔτε ὁ δυσῶδες ἔχων σῶμα.

44

pr.Ὁ κυλλόπους νοσώδης ἐστὶ, καὶ ἡ ἀεὶ νεκροτοκοῦσα ἀπὸ πάθους τῆς μήτρας.

45

pr.Μέγας ῥεμβός ἐστιν ὁ συνεχῶς ἀναιτίως πλανώμενος, καὶ τοὺς καιροὺς εἰς ἀνόνητα πράγματα δαπανῶν, καὶ βραδέως εἰς τὸν οἶκον ἀπιών.

46

pr.Ὁ ἀγοράζων αἰχμάλωτον δοῦλον, κἂν οἶδε τὴν αὐτοῦ κατάστασιν, γίνεται αὐτοῦ δεσπότης. διδοὺς δὲ ὁ πρῴην αὐτοῦ δεσπότης τὸ ὑπὲρ αὐτοῦ δοθὲν ἀναλαμβάνει αὐτὸν, κἂν ἐνόμιζεν ὁ ἀγοραστὴς μὴ εἶναι τοῦτον ἀλλότριον, εἰ μὴ ἄρα παρῆλθεν ὁ τῆς δεσποτείας ἐν τῷ χρᾶσθαι χρόνος.

47

pr.Ἐὰν πλείονος πωλήσω τὸν ἀπολελυτρωμένον, μόνα διδοὺς τὰ ὑπὲρ αὐτοῦ παρ᾿ ἐμοῦ τοῖς πολεμίοις, ἐλευθεροῦται, καὶ ὁ ἀγοραστὴς εἰς τὸ περιττὸν ἔχει κατ᾿ ἐμοῦ ἀγωγήν.

48

pr.Τὸ ἀγορασθῆναί τινα παρά τινος ἀπὸ πολεμίων, εὐχέρειαν αὐτῷ δίδωσι τῆς ἐπανόδου, οὐ μὴν τὸ δίκαιον ἐναλλάσσει τῆς ὑποστροφῆς.

49

pr.Ἐάν τις εὐγενῆ γυναῖκα παρὰ πολεμίων ἀγοράσῃ καὶ συναφθῇ αὐτῇ ἐπὶ παιδοποιΐα, παραχρῆμα τὸ ἐπ᾿ αὐτῇ δίκαιον τοῦ ἐνεχύρου λύει καὶ εὐγενὲς τίκτει.

50

pr.Ἐὰν δοῦλον ἁρπάσωσι λῃσταὶ, καὶ ὑπὸ τοὺς πολεμίους αὐτὸν γενόμενον ἀγοράσω αὐτὸν, οὐ διὰ τὸ χρᾶσθαι δεσπόζω τούτου διὰ τὸ κλοπιμαῖον εἶναι.

51

pr.Ἐκ τοῦ λδ΄ βι. τί. β΄. – Ἡ ἀπὸ τῶν πολεμίων ἀγορασθεῖσα οὐκ ἐστὶ δούλη, ἀλλ᾽ ἐνεχύρου λόγῳ κρατεῖται, ὡς εἴγε λυθῇ τὸ ἐπ᾿ αὐτῇ· ἐνέχυρον, ἀδεῶς τις ἀγάγηται αὐτὴν, μηκέτι οὔσης ζητήσεως περὶ τῆς καταστάσεως αὐτῆς ἢ παίδων αὐτῆς.

52

pr.Ἡ χρησιμότης ὁπότε ἀπαιτεῖ τοὺς ἀγοράζοντας παρὰ τῶν πολεμίων αἰχμαλώτους λαμβάνειν τὰ τιμήματα, ἐὰν προσφερόμενα μὴ δέχωνται, ἀναγκαζέσθωσαν παρὰ τοῦ ἄρχοντος λαμβάνειν αὐτά.

53

pr.Ἐὰν ἀγοράσῃ τὶς αἰχμάλωτον καὶ προστήσῃ αὐτὴν, οὐ μόνον τὴν τιμὴν οὐ λαμβάνει, ἀλλὰ κἀκείνη ἐκδικεῖται παρὰ τοῦ ἄρχοντος καὶ τοῖς ἰδίοις ἀποδίδοται 5΄.

54

pr.Εἰ καὶ αἰχμαλωτισθεῖσά τις ἀπὸ κομμερκίου ἀγορασθῇ, ὅμως οἱ τεχθέντες ἐξ αὐτῆς, εἰ καὶ ἀπὸ δούλου εἰσὶν, ἐλεύθεροί εἰσιν.

55

pr.Ὁ ἀγοράσας γυναῖκα ἀπὸ τῶν πολεμίων καὶ συμπλακεὶς αὐτῇ, δοκεῖ παραχωρεῖν τὸ τοῦ ἐνεχύρου δίκαιον διὰ τὴν ἐλπίδα τῶν ἐσομένων παίδων.

56

pr.Ὁ ἀγορασθεὶς ἀπὸ τῶν πολεμίων ἐὰν δῷ τὸ τίμημα, παραχρῆμα ἔχει τὴν αὑτοῦ τύχην.

57

pr.Ἐκ τοῦ ς΄ τί. βι. α΄ τῶν διγ. – Ἐὰν ὑπὲρ μέτρον χαλεπαίνῃ τὶς τὸν δοῦλον ἢ πρὸς αἰσχρότητα συνωθῇ, προσφεύγει ταῖς βασιλικαῖς στήλαις, καὶ ἀναγκάζεται πιπράσκειν αὐτὸν ἐπὶ καλῇ αἱρέσει, ἐφ᾽ ᾧ μηδέποτε πρὸς αὐτὸν ὑποστρέψαι. τινὲς δὲ ἐξ ἐλαφρᾶς αἰτίας τιμωρησάμενοι τοὺς ἑαυτῶν δούλους πικρῶς ἐπὶ πενταετίαν ἐξωρίσθησαν.

58

pr.Ἐάν τις πιπράσκων οἶκον εἴπῃ τῷ ἀγοραστῇ γενικῶς, ὅτι δουλείᾳ [βεβάρηται ὁ οἶκος, οὐκ ἀναγκάζεται δουλείας] ἐλεύθερον δοῦναι αὐτόν. ὅθεν κἂν μὴ ἐδούλευσε, δύναται δουλείαν ἐπιτιθέναι, πρὸ μέντοι τῆς παραδόσεως, ἵνα ἢ οἴκῳ τοῦ πράτου δουλεύσῃ ἢ ἀλλοτρίῳ. εἰ δὲ ὅ τε πιπράσκων εἰδὼς εἴπῃ, τῷ δεῖνι δουλεύει ὁ οἶκος, καὶ παραχωρήσει ἐκείνῳ τὴν δουλείαν, ζήτησιν οὐκ ἔχει.