JGR IV 3.22
Περὶ δανείου καὶ ἐνεχύρου.
Abrir no leitor do IusCommune →1
pr.Οἱ ἐκ τοῦ ἐνεχύρου ληφθέντες καρποὶ ψηφίζονται εἰς τὸ χρέος, καὶ ἐὰν ἱκανοὶ γένωνται πρὸς τὸ ὅλον χρέος, λύεται ἡ ἀγωγὴ, καὶ ἀποδίδοται τὸ ἐνέχυρον. εἰ δὲ καὶ πλείονές εἰσιν οἱ καρποὶ τοῦ χρέους, ἀποδίδονται οἱ περιττεύοντες '.
2
pr.Τῶν δούλων οἱ κάματοι καὶ τὰ ἐνοίκια τῶν ὑποτεθέντων οἰκημάτων εἰς τὸ χρέος λογίζονται, καὶ ἐὰν πολύ ἐστι τὸ συναγόμενον, λύεται ἡ ἀγωγή.
3
pr.Οἱ καρποὶ τοῦ ἀγροῦ ψηφίζονται εἰς τὸ χρέος, οὐ μόνον οὓς ἔλαβεν ὁ δανειστής, ἀλλὰ καὶ οὓς ἠδύνατο λαβεῖν. εἰ δὲ καὶ ἔβλαψε τὸν ἀγρὸν, ἐνάγεται περὶ τούτου.
4
pr.Τὸ συμφωνῆσαι τὸν χρεώστην ἐν τῷ τὴν προθεσμίαν αὐτοῦ τῆς καταβολῆς ὑπερβαίνειν διάπρασιν γίνεσθαὶ τοῦ ἐνεχύρου, οὐκ ἀναιρεῖ τὴν τοῦ ἐνεχύρου ἀγωγὴν, ὅταν ἐλάττονος πωλήσει ὁ δανειστής. ὑπόκειται γὰρ τότε ὁ δανειστὴς τῷ συμφώνῳ.
5
pr.Ἐὰν ὁ δανειστὴς μὴ παρ᾿ ἰδίαν αἰτίαν ἀπολέσῃ τὸ ἐνέχυρον, οὐκ ἐγκαλεῖται. χρὴ δὲ αὐτὸν ἀποδεῖξαι, ὅτι ἀπώλεσε. τὰ γὰρ τυχηρὰ οὐ κινδυνεύεται τῷ δανειστῇ, ἀλλὰ δύναται κατὰ τύχην ἀπολέσας τὸ πρᾶγμα ἀπαιτεῖν τὸ αὐτῷ κεχρεωστημένον. ἐὰν δὲ μεταξὺ τῶν συναλλασσόντων ἤρεσεν, ἵνα ἡ ἀπώλεια τῶν ἐνεχύρων ἐλευθερώσῃ τὸν χρεώστην, τοῦτο ἰσχὺν ἔχει.
6
pr.Ὁ δανειστὴς, ὅστις ἀγροὺς ἢ οἴκους εἰς ὑποθήκην ἔλαβε, τὴν ζημίαν τὴν ἐν τοῖς τεμνομένοις δένδροις καὶ τοῖς καταλυομένοις οἴκοις ἐξ αὐτοῦ γενομένην εἰς λόγον ἐνεγκεῖν ἀναγκασθήσεται. καὶ ἐὰν κατὰ δόλον ἢ πταῖσμα τὸ ὑποτεθὲν χεῖρον ἐποίησε, καὶ ἕνεκα τούτων ἐνάγεται εἰς τὸ τοιοῦτον ἀποκαταστῆσαι τὸ πρᾶγμα, ὁποῖον ἦν ἐν καιρῷ τῆς ὑποθήκης. ὁ δὲ δανειστὴς τὰ ἀναγκαῖα δαπανήματα, ἅπερ ἐποίησε περὶ τὸ ὑποτεθὲν, ἀπαιτεῖν οὐ κωλύεται.
7
pr.Τὰ ὑποτεθέντα πράγματα εἰς ἐνέχυρον ζητοῦσι προσωπικῶς οἱ χρεῶσται. οὐ γὰρ ἔξεστι τῷ δανειστῇ χωρὶς συμφώ νου καὶ ἀρχικῆς κελεύσεως ἀφαιρεῖσθαι τὰ τοῦ χρεώστου πράγματα καὶ διαπιπράσκειν τὰ εἰς αἰτίαν ἐνεχύρου κατεχόμενα.
8
pr.Ὁ δανειστὴς καὶ ὁ τούτου κληρονόμος οὐκ ἔχει μακροῦ χρόνου παραγραφὴν εἰς τὸ μὴ ἀποδοῦναι τὸ ἐνέχυρον μετὰ τὸ πληρωθῆναι τὸ χρέος, τουτέστι τὴν τριακονταετίαν.
9
pr.Ὁ δεσπότης προστησάμενος τὸν οἰκέτην αὐτοῦ πραγματείας τινὸς, τότε κατέχεται δανειζομένου αὐτοῦ, ὅτε ἐπέτρεψεν αὐτῷ καὶ δανείζεσθαι. εἰ δὲ μὴ δείκνυται ἐπιτρέψας, τότε ζητοῦμεν περὶ τοῦ πεκουλίου τοῦ δούλου, καὶ πληρουμένου κατὰ πρῶτον λόγον τοῦ δεσπότου, πληροῦται κατὰ δεύτερον λόγον καὶ ὁ δανειστής.
10
pr.Εἴ τις δανείσειε καὶ ἐγγυητὴν ἢ μανδάτορα ἢ ἀντιφωνητὴν προσλάβοι, οὗτος μὴ τὴν πρώτην εὐθὺς κατὰ τοῦ ἐγγυησαμένου ἢ ἀντιφωνήσαντος χωρείτω, μηδὲ ἀμελήσαντος τοῦ δανεισαμένου τὰς παρενθήκας διενοχλείτω, ἀλλὰ χωρείτω πρῶτον ἐπὶ τὸν χρυσίον εἰληφότα καὶ τὸ δάνεισμα πράξαντα· καὶ εἰ μὲν ἐκεῖθεν ἀπολάβοι, τῶν ἄλλων ἀπεχέσθω. εἰ δὲ οὐκ ἰσχύει παρὰ τοῦ δανεισαμένου λαβεῖν [εἰς μέρος ἢ εἰς ὁλόκληρον, και θόσον ἂν παρ᾿ αὐτοῦ μὴ δυνηθῇ λαβεῖν,] κατὰ τοσοῦτον ἐπὶ τὸν ἐγγυητὴν ἢ ἀντιφωνητὴν χωρείτω παρ᾽ ἐκείνου τὸ λεῖπον κομιζόμενος. καὶ εἰ μὲν παρόντες αὐτῷ τύχοιεν ἀμφότεροι, ὅ᾽ τε πρωτότυπος καὶ ὁ ἐγγυησάμενος ἢ ἀντιφωνήσας, τὰ προειρημένα ἐκ παντὸς φυλαττέσθω τρόπου. εἰ δὲ ὁ ἐγγυητὴς ἢ ὁ ἀντιφωνητὴς παρείη, ὁ δὲ πρωτότυπος ἀπείη, δεικνύτω ὁ δανειστὴς τούτους καὶ ὁ δικαστὴς διδότω καιρὸν αὐτοῖς βουλομένοις τὸν πρωτότυπον ἀγαγεῖν εἰς τὸ κἀκεῖνον δέξασθαι τὴν ἀγωγήν. εἰ δὲ ὁ χρόνος ὁ ἐπὶ τούτοις τεθεὶς παρέλθοι, τηνικαῦτα ὁ ἐγγυητὴς καὶ ἀντιφωνητὴς ἀγωνιζέσθω τὴν δίκην ἅμα τῷ δανειστῇ. καὶ εἰ μὴ ἀπὸ τῆς τοῦ δανεισαμένου περιουσίας εὕροι τὶ λαβεῖν, τηνικαῦτα χωρείτω κατὰ τῶν πραγμάτων τῶν ἐγγυησαμένων· ἐχέτω δὲ καὶ κατὰ τῶν μετ᾿ αὐτόν τι ἐξ αὐτοῦ τε καὶ ἀπ᾿ αὐτῶν ὠνησαμένων.
11
pr.Κατ᾿ ἐγγράφου χρέους ἄγραφος καταβολὴ οὐκ ἐστὶ δεκτή. εἰ δὲ μάρτυρες ἀξιόπιστοι ὑπάρχουσιν ἐπὶ τούτῳ γενόμενοι, ὡς μαρτυρεῖν παρεῖναι τῇ καταβολῇ ἢ ἀκοῦσαι τοῦ δανειστοῦ λέγοντος ἀπολαβεῖν τὸ χρυσίον, δεκτή ἐστιν ἡ τούτων μαρτυρία.
12
pr.Ὁ δανείσας εἰς ἀγορασίαν ἢ εἰς ἀνανέωσιν πλοίου ἢ οἴκου ἢ ἄλλου τινὸς τοιούτου, προτιμᾶται πρὸς ταῦτα παρὰ τῶν ἄλλων δανειστῶν, εἰ καὶ προγενέστεροί εἰσιν· μόνῃ δὲ παραχωρεῖ τῇ προικί. ὁ δὲ εἰς κτῆσιν στρατείας δανείσας, ἐὰν παρασκευάσει ἐν τῷ γραμματείῳ τεθῆναι κυριώτερον αὐτὸν εἶναι τῶν ἄλλων δανειστῶν, προτιμάσθω καὶ αὐτῆς τῆς προικός.
13
pr.Μηδείς γεωργῷ δανείζων τὴν γῆν αὐτοῦ ἐνέχυρον λαμβανέτω, ἀλλ᾽ εἰ καρπὸν δανείζοι, ὀγδόην μοίραν ἑκάστου μοδίου καθ᾽ ἕκαστον ἔτος λαμβανέτω τόκου ὀνόματι· εἰ δὲ χρυσίον δανείσῃ, κεράτιον ἓν λαμβανέτω καθ᾽ ἕκαστον ἔτος ἑκάστῳ νομίσματι. ὁ δὲ παρὰ ταῦτα δανείζων τοῦ χρέους ἐκπίπτει.
14
pr.Ἐκ τοῦ κγ΄ κεφαλ. – Εἰ καὶ πολλάκις συναινέσει ἡ γυνὴ τῷ ἰδίῳ ἀνδρὶ δανειζομένῳ, ἢ ὑπόθηται ἑαυτὴν καὶ τὰ ἑαυτῆς πράγματα ὑπὲρ αὐτοῦ, οὐκ ἐνέχεται, εἰ μὴ σαφῶς ἡ τοῦ δανείου ποσότης εἰς ἴδια αὐτῆς πράγματα ἐδόθη.
15
pr.Ὁ δανειστὴς δείκνυσιν αὐτῷ ὑποτεθῆναι καὶ τὸ πρᾶγμα τοῦ χρεώστου εἶναι ἢ τὴν δεσποτείαν συναινέσαι τῷ ὑποτιθεμένῳ.
16
pr.Ἐὰν χιωθῇ τὸ γραμματεῖον, ὁ χρεώστης ἠλευθέρωται κατὰ πρόληψιν, εἰ μὴ δείξῃ ὁ δανειστὴς ἔτι κεχρεωστῆσθαι.
17
pr.Ὥσπερ ὁ δανειστὴς ὁ τὰ χρήματα ἀπαιτῶν δείκνυσιν, ὅτι ἠρίθμησεν, οὕτως καὶ ὁ χρεώστης ὁ λέγων καταβεβληκέναι τὴν τῆς καταβολῆς ἀπόδειξιν ὀφείλει παρασχεῖν.
18
pr.Ἐὰν δύο δανεισάντων καὶ ἓν λαβόντων γραμματεῖον, ὁ ἕτερος ἐναχθῇ ὡς πλαστογράφος καὶ ἡττηθῇ, οὐδὲν κωλύει τοῦτο τὸν ἕτερον περὶ τούτου κινῆσαι.
19
pr.Ὥσπερ οὐ χρὴ καυθέντων τῶν γραμματείων τοὺς χρεώστας ἀρνεῖσθαι, οὕτως ἄδικόν ἐστι καὶ δανειστὴν λέγοντα ἀπολέσαι τὸ γραμματεῖον ὅμως [πιστεύεσθαι.] ὀφείλει [οὖν] προσφέρειν ἄλλας ἀποδείξεις.
20
pr.Εἴ τις δανείσειε χρυσίον τῇ τοῦ δανεισαμένου περιουσίᾳ πιστεύων, ὁ δὲ εἰς ἀπόδοσιν χρυσίου μὲν οὐκ εὐποροίη, περιουσίαν δὲ ἀκίνητον ἔχοι, ὁ δανειστὴς δὲ ἐπικέοιτο χρυσίον ἐπιζητῶν, τῷ δὲ οὐκ εἴη προχείρως, οὐδέ τις κινητὴ περιουσία, (δίδομεν τῷ δανειστῇ βουλομένῳ καὶ κινητὰ πράγματα λαβεῖν ἀντὶ χρυσίου,) ἀκριβοῦς διατιμήσεως γινομένης παρὰ τοῦ ἄρ χοντος ἐν τοῖς τοῦ χρεώστου πράγμασι, δίδοσθαι πρὸς ἀναλογίαν κτῆσιν ἀκίνητον, ἐπιλογὴν ἐν τούτοις τοῦ δανειστοῦ ποιοῦντος. καὶ γὰρ οὐκ ἂν εἴη δίκαιον τὸν δόντα μὲν χρυσίον, λαβεῖν δὲ χρυσίον μὴ δυνάμενον, ἀλλὰ ἀναγκαζόμενον καταδέξασθαι κτῆσιν ἀκίνητον, μὴ τὰ κρείττονα τῶν τοῦ χρεώστου πραγμάτων λαμβάνειν, ἔχοντα τοιαύτην παραψυχὴν ὅτιπερ, εἰ καὶ χρυσίον οὐκ εἴληφεν, ἀλλ᾽ ἀντ᾿ αὐτοῦ κρείττονα ἔλαβεν.
21
pr.Ὁ τὴν ἰδίαν συγγραφὴν ἢ τὴν ἐπ᾿ αὐτῷ γενομένην καταβολὴν ἀρνούμενος τὸ διπλάσιον μετ᾿ ἐλέγχους καταθήσει. ὁ δὲ παρ ' αὐτὰ τοῦ ἀρνήσασθαι ἐξ ἐπιφορᾶς ὅρκου τὴν ἀλήθειαν φανερῶν ἐκφεύξεται τὴν καταδίκην τοῦ διπλασίονος· βραδέως δὲ ὁμολογῶν καταθήσει καὶ τὰς δαπάνας τῆς δίκης ὅρκῳ τοῦ ἀντιδίκου
22
pr.Τῷ ἀρνουμένῳ χρεώστῃ οὐ λογισθήσονται αἱ μετὰ ταῦτα προσφερόμεναι τῶν καταβολῶν ἀποδείξεις, ἀλλὰ τὸ πᾶν ἀπαιτεῖται.
23
pr.Οἱ ἀναισχύντως τοκίζοντες καὶ τόκους τόκων ἐπιζητοῦντες ἀτιμοῦνται.
24
pr.Εἰ καὶ πολλοῖς τοῖς πρὸ ἡμῶν ἔδοξε δεκτέαν εἶναι τὴν τῶν τόκων ἔκτισιν, ἴσως διὰ τὴν τῶν δανεισαμένων δυσκληρίαν καὶ ὠμότητα, ἀλλ᾽ οὖν ὡς ἀνάξιον τῆς ἡμῶν τῶν χριστιανῶν πολιτείας ἀπευκταῖαν εἶναι κεκρίκαμεν, ἅτε παρὰ τῆς θείας νομοθεσίας κεκωλυμένην. διὸ κελεύει ἡ ἡμετέρα γαληνότης, μηδενὶ μηδαμῶς ἐξεῖναι ἐν μηδεμιᾷ ὑποθέσει τόκον εἰληφέναι, ἵνα μὴ νόμον φυλάττειν οἰόμενοι νόμον θεοῦ παραβαίνωμεν. ἀλλὰ κἂν εἴ τις ὅσον δήποτε λάβοι, εἰς τὸ χρέος λογισθήσεται τέως τῶν ἀγράφων καὶ ἀπόρων.
25
pr.Ἐὰν ἰδιώτης χρεωστῆται παρά τινος ἐκκλησίας, ἀναγκάζεται λαβεῖν ἀντὶ χρέους ἀκίνητον κτῆμα.
26
pr.Ὁ δανειστὴς μισθώσας ἢ εἰς δουλικὴν ὑπηρεσίαν λαβὼν τὰ τοῦ χρεώστου τέκνα, ἐκπίπτει τοῦ χρέους αὐτοῦ, καὶ τὴν ὁμοίαν τῷ χρέει ποσότητα τῷ κρατηθέντι παιδὶ ἢ τοῖς γονεῦσιν αὐτοῦ καταβαλεῖν καταναγκασθήσεται, πρὸς τὸ καὶ σωματικῶς αὐτὸν τιμωρηθῆναι.
27
pr.Ὁ δημόσια χρεωστῶν μὴ ἐκταττέτω τῷ δημοσίῳ τὸν ἴδιον χρεώστην, εἰ μὴ πρότερον καὶ αὐτὸς ἀπορήσῃ, κἀκεῖνος δὲ ἐδείχθη χρεωστεῖν.
28
pr.Πόλις δανείσασα προτιμᾶται παρὰ πάντας τοὺς ἀγράφως δανείσαντας.
29
pr.Ἐκ τοῦ θ ' τί. βι. θ΄. Ἐὰν χρεωστῇ τις ἰδιώτῃ, χρεωστῇ δὲ καὶ τῷ δημοσίῳ, καὶ ἀπεπλήρωσε τὸν ἰδιώτην, μετὰ δὲ ταῦτα κινῇ ὁ δημόσιος κατ᾿ αὐτοῦ ὑποθηκαρίαν ἀγωγὴν, λέγων ὅτι τὰ χρήματα ἅπερ ἐδέξω παρὰ τοῦ χρεώστου μου εἰς καταβολὴν ὑπέκειντό μοι, χρεωστεῖ οὗτος παρασχεῖν τὰ χρήματα ἀτοκί. οὔτε γὰρ δάνειον συνήλλαξε πρὸς τὸν τοῦ δημοσίου χρεώστην, ἀλλὰ τὸ ἴδιον ἀπέλαβεν.
30
pr.Ἐὰν ἔντοκον χρέος ἐποφειλομένη γυνὴ παρ᾽ ἐμοῦ, γαμουμένη μοι ἐπαγγέλληται ἐν προικὶ ὅπερ αὐτῇ χρεωστῶ, οὐ γίνονται τῆς προικὸς τόκοι μετὰ τὸν γάμον. λέλυται γὰρ ἡ πρώτη ἐνοχὴ, ὡσανεὶ κατεβλήθησαν τὰ χρήματα.
31
pr.Ἐὰν ἐπιτρέψῃ μοι ἡ γυνή μου τοῦ δοῦναι ὑπὲρ προικὸς τῆς κοινῆς ἡμῶν θυγατρὸς ὅπερ αὐτῇ χρεωστῶ, εἰ μὲν ὀνόματί μου δώσω, μένω τῇ γυναικὶ ἐνεχόμενος· εἰ δὲ ὀνόματι τῆς γυναικός μου παράσχω, ἐλευθεροῦμαι ἀπ᾿ αὐτῆς.
32
pr.Ὁ δανειστὴς ὁ μὴ δεσπόζων τοῦ ἐνεχύρου, δύναται ἀπὸ συμφώνου πιπράσκειν αὐτό.
33
pr.Ὁ προσποιησάμενος αὑτὸν αὐτεξούσιον καὶ δανεισάμενος, γενόμενος δὲ ἀπόκληρος νόμῳ ἢ αὐτεξούσιος, κἂν μὴ εὐπορῇ, ἀπαιτεῖται.
34
pr.Ἐάν τις ἐγγράφως ἢ ἀγράφως χρυσίον ἢ ἀργύριον ἢ ἕτερον εἶδος τὸ οἱονοῦν ἐν γῇ ἢ ἐν θαλάσσῃ δανείσηται, κατὰ τὸ στιχηθὲν μεταξὺ αὐτῶν καὶ τὴν γενομένην προθεσμίαν ἀπολαμβανέτω ὁ δανείσας τὰ ἴδια, μὴ ἔχοντος ἄδειαν τοῦ δανεισαμένου ἐχθρικὴν ἐπιδρομὴν ἢ ναυάγιον θαλάσσης ἢ ἑτέραν ἀγωγὴν προβάλλεσθαι ἕνεκα τούτων. ἐὰν δὲ ὁ δανεισάμενος ἐνέχυρα τέθεικεν, ταῦτα μετὰ τὴν τοῦ χρέους ἀπόδοσιν λαμβανέτω, μὴ δυναμένου τοῦ ταῦτα κατέχοντος λέγειν τὶ, εἰ μὴ προφανῶς σὺν τοῖς ἰδίοις ταῦτα ἀπώλεσεν ἐκ συμβεβηκότος.
35
pr.Ἐάν τις δανείσῃ τινὶ καὶ κατὰ τὴν ἰδίαν ὁμολογίαν παραπροθεσμίσῃ ὁ δανεισάμενος, οὐ δύναται ὁ δανειστὴς πωλεῖν τὰ ἐνέχυρα, ` εἰ μὴ ἐκ τρίτου τοῦτον προφωνήσεται διὰ μαρτύρων καὶ μὴ τὸ χρέος δῷ. ὑπὸ ἀκριβῆ δημοσίαν ἐκτίμησιν μετὰ καταγραφῆς ταβουλλαρίου καὶ δοκιμασίας τοῦ κατὰ τὸν τόπον δικάζοντος ταῦτα ἀπεμπωλῆσθαι, τὸ πλεῖον τοῦ χρέους τῷ δεσπότῃ αὐτῶν ἀναδιδόντος· εἰ δ᾽ ἐλλιπῆ ὦσιν, ἐπιδίδοται πρὸς αὐτὸν ὁ δανεισάμενος.
36
pr.Ἐάν τις ἔχων γυναῖκα δανείσηται ἔκ τινος καὶ μὴ εὐπορῇ ταῦτα ἀποδοῦναι, ἀνέγκλητός ἐστιν ἡ τῆς γυναικὸς οὐσία, ἐκ πάντων τῶν χρεῶν ἔχουσα τὴν τῆς ὑποθηκαρίας τοῦ ὑποβόλου ἀγωγὴν, εἰ μὴ ἑκουσίως ἐκ δοκιμασίας δικαστοῦ ἑαυτὴν καταθήσῃ, ὡς εἰς ἰδίας χρείας τὰ χρεωστούμενα δοθῆναι.
37
pr.Ἐάν τις ἐγγράφως ἔγγαια ἐπὶ τόκῳ δανείσῃ τινὶ, εἰ μὲν ἀξιωματικός ἐστιν, εἰς τὸν δωδεκαμηνιαῖον χρόνον λαμβανέτω ἐφ᾽ ἑκάστῳ νομίσματι κεράτιον ἕν· εἰ δὲ ἀργυροπράτης ἐστὶν, ἀνὰ κεράτια δύο, εἰ [καὶ] μὴ τὸ σύνολον συμπεφώνηται. οἱ δὲ λοιποὶ πάντες ἀνὰ κεράτιον ἓν ἥμισυ, ἐὰν συνεφώνησαν. εἰ δὲ πλεῖον τοῦ ὁρισθέντος ἀπαιτήσῃ τὶς χάριν τόκου, τὸ τοιοῦτον ποσὸν εἰς κεφάλαιον λογιζέσθω.
38
pr.Τοῖς ἐπὶ δανείῳ ἐγγαίῳ ἐπιδιδομένοις ἐνεχύροις ἐπιμελεστάτην χρεωστεῖ παραφυλακὴν ὁ τὰ ἐνέχυρα κομισάμενος, εἰς τὴν ἐκ τύχης καὶ μόνης ἐπισυμβαίνουσαν ἀπώλειαν μη ἐνεχόμενος, μόνην τὴν ἐξ ἀμελείας ὑφιστάμενος καὶ ἐπιγινώσκων ζημίαν αὐτῶν.