JGR IV 3.23
Περὶ μισθώσεως.
Abrir no leitor do IusCommune →1
pr.Ἐὰν συμφωνηθῇ τοὺς μισθωσαμένους οἶκον ἀβλαβὲς ἔχειν πῦρ, καὶ τυχηρὰ γένηται καῦσις, οὐκ ἐνέχεται ὁ μισθωσάμενος. εἰ δὲ καὶ ἀπὸ ῥᾳθυμίας αὐτοῦ συνέβη, ἐνέχεται '.
2
pr.Ὁ μισθωσάμενος ἀγέλην οὐκ ἐνέχεται, ἐὰν δειχθῇ, ὅτι χωρὶς ἀπάτης αὐτοῦ λῃσταὶ αὐτὴν ἀφείλοντο. ἀναλαμβάνει δὲ τοὺς μισθοὺς, οὓς ὑπὲρ τοῦ λειπομένου χρόνου δέδωκεν.
3
pr.Ὁ ποιμὴν καὶ ὁ ῥάπτης καὶ ὁ κναφεὺς ἀπὸ ῥᾳθυμίας καὶ ἀπειρίας ἐνέχονται.
4
pr.Ἐὰν συμφωνήσῃ τὶς μὴ ἔχειν πῦρ καὶ σχῇ, ἐνέχεται, εἰ μὴ κατὰ τύχην ἐμπρησμὸς γένηται.
5
pr.Ἐὰν συνεφώνησεν ὁ μισθωσάμενος μὴ ἔχειν ἐν τῷ οἴκῳ χόρτον καὶ σχῇ, εἶτα δοῦλος αὐτοῦ ἢ ξένος εἰσαγάγῃ πῦρ καὶ καύσῃ, ἐνέχεται.
6
pr.Ἐὰν λάβῃ τὶς ἐπὶ τῷ ἐγκλεῖσαι ἢ γλύψαι λιθέαν καὶ κλασθῇ, εἰ μὲν ἐξ ἀπειρίας τοῦ τεχνίτου, ἐνέχεται· εἰ δὲ ἀπ᾿ αἰτίας τῆς ὕλης, οὐκ ἐνέχεται, εἰ μὴ τὸν κίνδυνον ἀνεδέξατο,
7
pr.Ἐὰν μυόβρωτον γένηται τὸ δοθὲν τῷ κναφεῖ, ἐνέχεται. ἀλλὰ καὶ ἐὰν ἕτερον ἀνθ᾽ ἑτέρου παράσχῃ, κἂν ἐν ἀγνοίᾳ, ἐνέχεται.
8
pr.Ἐὰν παριόντων τῶν στρατιωτῶν παραχωρήσῃ ὁ μισθωσάμενος, καὶ ἀφέλωνταί τι οἱ στρατιῶται, ἐνέχεται, εἰ δυνάμενος οὐκ ἀπήγγειλε τῷ δεσπότῃ ἢ δυνάμενος οὐκ ἀντέστη τοῖς στρατιώταις.
9
pr.Ἐὰν μετὰ τὸ πληρωθῆναι τὸν χρόνον τῆς μισθώσεως συναινοῦντος ἑκατέρου μέρους ὁ μισθωτὸς ἐπιμένῃ, ἀνανεοῦται εἰς ἐκεῖνον μόνον τὸν ἐνιαυτὸν ἡ μίσθωσις, οὐ μὴν καὶ εἰς λοιπούς. εἰ δὲ καὶ μετὰ τὸν δεύτερον ἐπιμείνῃ, ἐνέχεται καὶ εἰς οὓς συνεφώνησεν ὑπολοίπους.
10
pr.Ἐάν τις ἐνιαυτῷ συγχωρήσῃ τῷ μισθωσαμένῳ διὰ τὴν ἀφορίαν, καὶ ἐὰν εὐφορία ἐν τοῖς ἑξῆς ἐνιαυτοῖς γένηται, λαμβάνει τὸ συγχωρηθέν. εἰ δὲ ἐν τῷ ὑστέρῳ ἐνιαυτῷ γέγονεν ἡ ἀφορία καὶ ἡ συγχώρησις, τῶν πρώτων εὐφορησάντων, ἐὰν οἶδεν ὁ μισθωτής, συλλογίζεται.
11
pr.Εἰ καὶ ἐν ἀγνοίᾳ μισθώσω πίθους κεκλασμένους καὶ ἐκχυθῇ ὁ οἶνος, εἰς τὸ διαφέρον ἐνέχομαι.
12
pr.Εἰ τόπον εἰς βοσκὴν μισθώσω καὶ ἐκ τῶν ἐν αὐτῷ κακῶν βοτανῶν βλαβῶσιν ἢ φθαρῶσι τὰ θρέμματα, εἰ μὲν ᾔδειν, εἰς τὸ διαφέρον ἐνέχομαι, εἰ δὲ ἠγνόουν, οὐκ ἀπαιτῶ τὸν μισθόν.
13
pr.Ἐὰν δίαιταν μισθώσωμαι εἰς ἐνιαυτὸν δοὺς τὸν μισθὸν σῶον, καὶ πέσῃ ἢ καυθῇ τῷ ἕκτῳ μηνὶ, ἀναλαμβάνω τὸ λοιπόν.
14
pr.Ὁσάκις ἐπὶ τῷ γενέσθαι τὶ δίδοται, μίσθωσίς ἐστιν.
15
pr.Ἐὰν συμφωνηθῇ κυρωθῆναι τὸ ἔργον δοκιμασίᾳ τοῦ δεσπότου, ἀνδρὸς ἀγαθοῦ δοκιμασίαν ἐπιζητοῦμεν. τὸ αὐτὸ, κἂν εἰς τὴν δοκιμασίαν ἑτέρου τὸ ἔργον ἀγάγωμεν.
16
pr.Ὁ ἐπὶ χρήμασι μισθωσάμενος τὴν συμβαίνουσαν τοῖς καρποῖς ἄμετρον βλάβην ἐκ τῆς λεγομένης θεομηνίας οὐκ ἐπιγινώσκει, ἀλλὰ τὴν μετρίαν. ὁ δὲ τοὺς καρποὺς μισθωσάμενος ὡσανεὶ δικαίῳ κοινωνίας, καὶ τὸ κέρδος καὶ τὴν ζημίαν συμμερίζεται τῷ δεσπότῃ.
17
pr.Ἐάν τις ἐπὶ τῷ μετακομίσαι κίονα μισθώσηται, καὶ κλασθῇ ἐν τῷ κουφίζεσθαι ἢ βαστάζεσθαι ἢ ἀποτίθεσθαι, οὐκ ἐνέχεται, εἰ μὴ ἀπὸ ῥᾳθυμίας οἰκείας καὶ τῶν ὑπουργούντων αὐτῷ, καὶ εἴπερ ἐπιμελεστάτως ἔπραττε. τὸ αὐτὸ καὶ ἐπὶ πίθων καὶ ξύλων καὶ τῶν ἄλλων πραγμάτων.
18
pr.Ὁ μισθωσάμενος ἄλογον ἐπὶ τῷ βαστάσαι καὶ βαρύτερον ἐπιθεὶς, βλαπτομένου αὐτοῦ ἐνέχεται καθ ' ὅσον ἂν ἔβλαψεν.
19
pr.Ὁ λαβὼν ἐπὶ φυλακῇ πράγματος μισθὸν ἐγκινδυνεύει περὶ τὴν αὐτοῦ φυλακήν.
20
pr.Ὁ κλέπτων τὸν μισθωθέντα αὐτῷ δοῦλον, ἐνέχεται ὡς κλέπτης.
21
pr.Ἐὰν ὁ μισθώσας ὁμολογήσῃ ποινὴν διδόναι τῷ μισθωσαμένῳ, εἴπερ αὐτὸν ἐξεώσεται πρὸ συμπληρώσεως τοῦ συμφώνου, μὴ καταβάλλοντα τὸν μισθὸν ἐμπροθέσμως ἀζημίως τοῦτον ἐξεοῦται, ἢ μὴ γεωργοῦντα χρησίμως.
22
pr.Ἐὰν χωρὶς αἰτίας καταλείπῃ τὸν ἀγρὸν ὁ μισθωσάμενος πρὸ συμπληρώσεως τοῦ [χρόνου, δίδωσιν ὅλου τοῦ] χρόνου τὸν μισθόν
23
pr.Τῶν ἐνοίκων ἐπὶ πολὺν χρόνον μὴ φαινομένων, τουτἐστιν ἐπὶ διετίαν, μήτε τὸ στεγονόμιον κατατιθέντων, ἔξεστιν οἷς διαφέρει ἀνοίγειν καὶ παρόντων δημοσίων προσώπων ἀπογράφεσθαι τὰ ἐκεῖσε ὄντα.
24
pr.Ἐὰν τὸ γινόμενον ἔργον ἀπὸ σεισμοῦ παρασαλευθῇ, τοῦ, μισθώσαντός ἐστιν ὁ κίνδυνος.
25
pr.Ἐὰν πρὸ δοκιμασίας πέσῃ τὸ ῥεῖθρον, εἰ μὲν ἀπὸ αἰτίας τοῦ ἐδάφους, ὁ μισθώσας ζημιοῦται, εἰ δὲ ἐξ ἐλαττώματος τοῦ ἔργου, ὁ μισθωσάμενος.