JGR IV 3.24
Περὶ παρακαταθήκης.
Abrir no leitor do IusCommune →1
pr.Παρακαταθήκη ἐστὶ τὸ ἐπὶ φυλακῇ τινι διδόμενον '.
2
pr.Ἐπὶ τῶν ἀπὸ θορύβου ἢ ἐμπρησμοῦ ἢ συμπτώσεως ἢ ναυαγίου παρατιθεμένων κατὰ μὲν τοῦ λαβόντος εἰς τὸ διπλοῦν ἡ ἀγωγὴ ἁρμόζει, κατὰ δὲ τῶν κληρονόμων ἀπὸ μὲν δόλου τοῦ διαθεμένου εἰς [τὸ ἁπλοῦν, ἀπὸ δὲ οἰκείου εἰς] τὸ διπλοῦν. ἐπὶ δὲ τῶν λοιπῶν παρακαταθηκῶν εἰς τὸ ἁπλοῦν ἡ ἀγωγὴ δίδοται.
3
pr.Εἴτε ὁ τὴν παρακαταθήκην δεξάμενος εἴτε ὁ κληρονόμος᾿ αὐτοῦ ἐναχθῇ, καὶ φυσικῶς τὸ πρᾶγμα πρὸ ψήφου φθαρῇ, τυχὸν γὰρ δοῦλος ἦν καὶ ἀπέθανεν, ἐλευθεροῦται, εἴγε καὶ παρὰ τῷ ἐνάγοντι ἀποκαταστὰν ἀπώλλυτο.
4
pr.Τῆς παρακαταθήκης καὶ οἱ καρποὶ καὶ οἱ τοκετοὶ καὶ πᾶν πρᾶγμα ἀπαιτεῖται.
5
pr.Ὁ παραθέμενος πρᾶγμα δύναται παραχρῆμα κινῆσαι τὴν παρακαταθήκης ἀγωγήν. καὶ μὴ ἀποδιδοὺς ὁ δεξάμενος δόλον ποιεῖ, εἰ μὴ ἀλλαχοῦ ἐστιν, ἢ ἀποκέκλεισται καὶ ἐν τῷ τέως ἀνοιγῆναι οὐ δύναται, ἢ οὐκ ἐξῆλθεν ἡ αἵρεσις τῆς παρακαταθήκης.
6
pr.Ἐὰν ὁ δοῦλός μου ὁ καλῇ πίστει δουλεύων μοι παράθηται τὸ ἀνῆκόν μοι, ἔχω τὴν ἀγωγὴν τῆς παρακαταθήκης.
7
pr.Εἴτε περίεστιν ὁ παραθέμενος δοῦλος εἴτε ἀπέθανεν ἢ ἠλευθερώθη ἢ ἐξεποιήθη, ὁ δεσπότης ζητεῖ τὴν παρακαταθήκην, οὐ μὴν αὐτὸς ὁ ἐλευθερωθεὶς οὔτε ὁ νέος αὐτοῦ δεσπότης· τῇ γὰρ ἀρχῇ προσεκτέον τοῦ συναλλάγματος.
8
pr.Δοῦλός σου παρέθετό μοι χρήματα ἐπὶ τῷ δοῦναί σοι ὑπὲρ τοῦ ἐλευθερῶσαι αὐτόν. εἰ μὲν διδοὺς ἐποίησά σε τῶν παρακολουθησάντων ἐν εἰδήσει, οὐκ ἐνέχομαι ὡς ἴδια δεδωκώς· εἰ δὲ οὐχὶ, ὑπόκειμαι διδόναι ὡς παρακαταθήκην εἰληφώς.
9
pr.Ὁ μὴ τῆς παρακαταθήκης ὡς τῶν ἰδίων ἐπιμελούμενος δόλον ποιεῖ καὶ ἐνέχεται.
10
pr.Ἐὰν ἐξ ἐπιδρομῆς λῃστῶν ὁ τὴν παρακαταθήκην λαβὼν ἀπώλεσε τὰ παρατεθέντα αὐτῷ, οὐ κινδυνεύεται τοῖς κληρονόμοις αὐτοῦ ἡ ἀπώλεια. ὁ γὰρ παρακαταθήκην λαβὼν δόλον μόνον καὶ ῥᾳθυμίαν καὶ ἀμέλειαν ἀπαιτεῖται, εἰ μὴ ῥητῶς καὶ ἕτερόν τι συνεφώνησεν. ἐὰν δὲ ἀποκεχρημένος τῇ προφάσει τῆς αἰτίας ἢ ἄλλης τυχηρᾶς περιστάσεως, καὶ ἔχων τὰ παρατεθέντα πράγματα ὁ κληρονόμος ἢ κατὰ δόλον παυσάμενος ἔχειν αὐτὰ μὴ ἀποκαθίστησιν, ἐνέχεται τῇ ἀγωγῇ τῆς παρακαταθήκης.
11
pr.Ὁ ἐγγυησάμενος τὸν λαβόντα παρακαταθήκην ἐνέχεται, κἂν δόλον μὲν ὁ λαβὼν οὐ πεποίηκεν, ἔχει δὲ τὸ πρᾶγμα· τί γάρ; ὅτι μαίνεται, ἢ ὀρφανὸς καὶ ἄνηβός ἐστιν, ἢ ἀδιάδοχος ἐτελεύτησε; καὶ ἀναγκαζέτω παρασχεῖν ὁ ἐγγυητὴς, ὅσα λόγῳ παρακαταθήκης εἴληφεν.
12
pr.Ὁ παρ᾽ ἑκατέρου μέρους ἢ διαλύσεως συμβόλαια ἢ ἄλλα τινὰ δικαιώματα παρακαταθήκην λαβὼν, ἀνάγκην ἔχει φυλάττειν αὐτὰ, ἐφ᾽ οἷς τὴν παρακαταθήκην ἔλαβεν.
13
pr.Ὁ λαβὼν πρᾶγμα εἰς παρακαταθήκην καὶ παραθέμενος αὐτὸ ἐγγράφως τινὶ ἑτέρῳ, οὐ καλῶς παραιτεῖται ἀποκαταστῆσαι, ὅπερ ἔλαβεν, ἐκ τοῦ προφέρειν τὸν χάρτην εἰς ἀπόδειξιν τοῦ ὅτι ἑτέρῳ τοῦτο παρέθετο.
14
pr.Εἴ τις δεξάμενος παρακαταθήκην ἀρνήσηται αὐτὴν καὶ μαρτυρηθῇ ἐν αὐτῷ, μετὰ τὸν ὅρκον ἔχοντι αὐτὴν ἢ ἐγγράφως ἀποταξαμένῳ, διπλὴν ταύτην ἀποδώσει, τῆς δὲ ἐπιορκίας τὴν τιμωρίαν ὑπομενέτω.