JGR IV 3.25
Περὶ συστάσεως κοινωνίας.
Abrir no leitor do IusCommune →1
pr.Συνίσταται κοινωνία ἕως οὗ ζῶσιν οἱ κοινωνοῦντες, πρὸς καιρὸν, ἢ ἀπὸ καιροῦ, ἢ ὑπὸ αἵρεσιν '.
2
pr.Ἐν τῇ συστάσει τῆς κοινωνίας οὐδὲν δεῖ περὶ τῆς ἀπαγορεύσεως συμφωνεῖν· κατὰ φύσιν γὰρ τῆς κοινωνίας ὁ παρὰ καιρὸν ἀπαγορεύσας ἐνέχεται.
3
pr.Ἐὰν ῥητῶς πάντων τῶν πραγμάτων γένηται κοινωνία, καὶ κληρονομία καὶ λεγάτα καὶ δωρεαὶ καὶ πᾶν κέρδος τῇ κοινότητι προσπορίζεται.
4
pr.Ἐὰν συμφωνήσωμεν κοινὴν εἶναι τὴν ὡς εἰκὸς ἐρχομένην εἰς ἕνα ἡμῶν δικαίαν κληρονομίαν, οὐ περὶ τῆς ἐκ διαθήκης λέγειν δοκοῦμεν, ἀλλὰ περὶ τῆς νομίμου.
5
pr.Συνίσταται κοινωνία πράγματι καὶ ῥήματι καὶ δ᾽ ἀγγέλου, καὶ διαλύεται ἀπαγορεύσει, θανάτῳ καὶ ἀπορίᾳ.
6
pr.Συνίσταται κοινωνία καὶ ἐπὶ πᾶσι τοῖς πράγμασι, καὶ ἐπὶ πραγματείᾳ, καὶ ἐπὶ τέλει, καὶ ἐφ᾽ ἑνὶ πράγματι, καὶ μεταξὺ τῶν ἀνίσως οὐσίαν ἐχόντων. ὁ γὰρ πενέστερος ὡς ἐπίπαν τὸ λεῖπον ἐν χρήμασι διὰ σπουδῆς ἀντεισάγει.
7
pr.Ἐὰν ἁπλῶς γένηται συμφωνία καὶ μὴ λεχθῇ ἐπὶ τίνι, δοκεῖ συνίστασθαι ἐπὶ τῷ περιγενομένῳ πόρῳ καὶ κέρδει ἀπὸ πράσεως τυχὸν καὶ ἀγορασίας, μισθώσεως καὶ ἐκλήψεως. πόρος γάρ ἐστιν ὁ ἀπὸ καμάτου τινὶ προσγενόμενος. κληρονομίαι δὲ καὶ λεγάτα καὶ δωρεαὶ οὐ περιέχονται· αἱ γὰρ δωρεαὶ ὡς μισθός τινος ἡγησαμένου παραγίνονται ἡμῖν Τ.
8
pr.Εἰ καὶ συνεφωνήθη εἴσω δήλου καιροῦ μὴ λυθῆναι τὴν κοινωνίαν, ἐξ εὐλόγου αἰτίας λύεται. τί γάρ; ὅτι ἐφ᾽ ᾗ συνέστη ἡ αἵρεσις [οὐκ] ἐγένετο, ἢ ὑβριστὴς καὶ ἐπιζήμιός [ἐστιν ὁ κοινωνὸς, ἢ οὐκ ἐστὶ] καρπίζεσθαι τὸ πρᾶγμα, διὸ συνέστη ἡ κοινωνία.
9
pr.Ἐὰν ἀπαγορεύσω τῷ ἀπολιμπανομένῳ μου κοινωνῷ, ὅσα μὲν κτήσομαι, ἕως οὗ μάθῃ, κοινὰ γίνεται, ἡ δὲ ζημία μόνον ἐμὲ ὁρᾷ. τὸ δὲ κέρδος τοῦ κοινωνοῦ μόνου ἐστὶ καὶ ἡ ζημία κοινή.
10
pr.Τὰ ἐξ οἰκείας ἀμελείας συμβαίνοντα ἐπιγινώσκει ὁ κοινωνὸς, κἂν ἐν πολλοῖς ἑτέροις ὠφέλησεν.
11
pr.Τὰ συστάντα χρέη τῷ καιρῷ τῆς κοινωνίας ἐκ τοῦ κοινοῦ δίδονται, καὶ ἐὰν πρὸ τῆς καταβολῆς τοῦ χρέους (ἴσως γὰρ αἱρετικόν ἐστιν) ἡ κοινωνία λυθῇ, ἀλλήλοις περὶ τῆς καταβολῆς ἀσφαλίζονται.
12
pr.Ἐὰν χρήματα συνεισαγάγωμεν ἐπὶ κοινῇ πραγματείᾳ, καὶ ἀπόλωνται τὰ ἐμὰ, τῇ κοινότητι ἀπώλοντο, εἴγε οὐκ ἀπώλοντο, εἰ μὴ συνέστη ἡ κοινωνία. εἰ δὲ μετὰ τὸ ἀφορίσαι με καὶ μήπω συνεισαγαγεῖν ἀπώλοντο, μόνος ζημιοῦμαι.
13
pr.Ὁ κοινωνός μου ἐπὶ τῷ κοινῷ πράγματι καὶ τῇ τῆς κλοπῆς ἀγωγῇ καὶ τῇ τῆς κοινωνίας ἀγωγῇ ἐνέχεταί μοι, καὶ οὐκ ἀναιρεῖ τὴν ἑτέραν ἡ ἑτέρα.
14
pr.Τὰ τυχηρὰ ὁ κοινωνὸς οὐκ ἐπιγινώσκει. ὅθεν τὰ δοθέντα διατετιμημένα θρέμματα, εἰ μὲν ὑπὸ λῃστῶν ἀφαιρεθῶσι, κοινὴ γίνεται ἡ ζημία· εἰ δὲ κλαπῶσι, μόνος ὁ ἐσχηκὼς αὐτὰ ζημιοῦται· χρεωστεῖ γὰρ ἀκριβεστάτην ἀσφάλειαν ὁ δεξάμενος διατετιμημένα. καὶ ἁρμόζει ἡ περὶ κοινωνίας ἀγωγὴ, ἐὰν ἐπὶ κοινωνίᾳ ἐδόθησαν βόσκεσθαι, εἰ καὶ τὰ μάλιστα διατετιμημένα 14.]
15
pr.Ἐὰν ὁ κοινωνὸς ἐπὶ κοινῇ ἀποδημήσας ἐμπορίᾳ περιέπεσε λῃσταῖς καὶ ἀπώλεσεν ἴδια χρήματα ἢ πράγματα, ἅτινα εἰ μὴ διὰ τὴν ἐμπορίαν οὐκ ἐλάμβανε, τὸ μέρος τῆς ζημίας ἐπιγινώσκει ὁ κοινωνὸς καὶ τῶν περὶ τὴν ἰατρείαν δαπανῶν. τὸ αὐτό ἐστι κἂν πλέων μετὰ τῆς πραγματείας ἐναυάγησε καὶ ἐζημιώθη, ὅτε χωρὶς θαλάσσης οὐκ εἴωθεν ἡ πραγματεία φέρεσθαι 15.]
16
pr.Ὁ εἷς τῶν κοινωνῶν ἀργυροπρατῶν οὐ κοινοποιεῖ τὰ ἔξωθεν τῆς τραπέζης αὐτῷ περιποιηθέντα 16.]
17
pr.Εἰ δὲ ἀδελφοὶ ἐπὶ κοινωνίᾳ τὰς τῶν γονέων οὐ διείλοντο κληρονομίας,] τὰ ἔξωθεν τῆς τῶν γονέων κληρονομίας κτηθέντα αὐτοῖς οὐ κοινοποιοῦσιν.
18
pr.Ὁ κοινωνὸς ὑπερτιθεμένων τῶν ἄλλων ἐὰν ἀνανεώσῃ τὸν κοινὸν οἶκον, ἐπιλογὴν ἔχει ἢ τὰ δαπανηθέντα λαβεῖν εἴσω τεσσάρων μηνῶν μετὰ τὴν ἀνανέωσιν, καὶ ἔχει περὶ τὴν ἀπαίτησιν προνόμιον, ἢ τὸν οἶκον εἰς δεσποτείαν μετὰ τὸ τετράμηνον, ἢ μᾶλλον διὰ τῆς περὶ κοινωνίας ἀγωγῆς λαβεῖν τὸ διαφέρον τὴν δεσποτείαν δίδωσι τῷ ἀνανεώσαντι....
19
pr.Ὁ ἀποδημήσας διὰ κοινὴν ἐμπορίαν μόνας τὰς εἰς αὐτὴν γενομένας δαπάνας λογίζεται τῇ κοινότητι.
20
pr.Ὁ τὴν πίστιν ῥηγνὺς τῆς κοινωνίας, μετὰ τοῦ τῆς ἀτιμίας κινδύνου, οἰκείῳ ὀνόματι τῇ περὶ τῆς κοινωνίας ἀγωγῇ ἐναχθεὶς εἰς τὸ ποιῆσαι τὸ ἱκανὸν τῷ κοινωνῷ συνελαύνεται.