IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.26

Περὶ λύσεως κοινωνίας.

Abrir no leitor do IusCommune →

1

pr.Λύεται κοινωνία φθειρομένων τῶν προσώπων ἢ τοῦ πράγματος ἢ τῆς γνώμης ἢ τῆς ἀγωγῆς. προσώπων μὲν, ἡνίκα καταδικασθῇ θανάτῳ ἢ ἐξορίᾳ καὶ δημεύσει ὁ εἷς τῶν κοινωνῶν ἢ καὶ τελευτήσει κοινῷ θανάτῳ. φθείρεται δὲ τὸ πρᾶγμα, ὅταν ἢ παντελῶς οὐχ ὑπέστιν ἢ τὴν κατάστασιν ἐνήλλαξεν ἀνιερωθὲν ἢ δημευθέν. γνώμῃ λύεται, ὅταν ἀπαγορεύσωσιν, ἰδιαζόντως ἑκάστου καὶ ἑαυτῷ πραγματευομένου. ἀγωγῇ δὲ λύεται, ὅταν ἢ δ᾽ ἐπερωτήσεως ἢ διὰ δικαστηρίου ἐναλλαγῇ ἡ αἰτία τῆς κοινωνίας· καὶ γὰρ ἐπὶ διαλύσει τῆς κοινωνίας ὁ ἐνάγων ἀπαγορεύει αὐτήν '.

2

pr.Ἐὰν ἐπὶ πράσει ἢ μισθώσει συστῇ κοινωνία, καὶ ἡ μετὰ θάνατον τοῦ ἑνὸς γενομένη ζημία καὶ τὸ κέρδος κοινόν ἐστιν.

3

pr.Ὁ μείζων τῶν κε ἐνιαυτῶν εἴτε διαλύσηται πρός τινα εἴτε τὰ χρεωστούμενα αὐτῷ δωρήσεται δίχα τινὸς αἱρέσεως, οὐ δύναται μετὰ ταῦτα λέγειν, ὅτι ἐλπίδι τοῦ μέλλειν σε κληρονομεῖν διελυσάμην ἢ ἐδωρησάμην σοι.

4

pr.Ὁ περὶ μιᾶς αἰτίας ἐνάγων καὶ διαλυόμενος, εἰ καὶ ῥητῶς ἐπάγῃ μηδὲν πλέον ἀπαιτεῖν, καὶ μηδὲ προσθήσῃ τὸ ταύτης ἕνεκεν τῆς αἰτίας, ὅμως ἐῤῥωμένας ἔχει τὰς ἐξ ἄλλων αἰτιῶν ἁρμοζούσας αὐτῷ κατ᾿ ἐκείνου πρὸς ὃν διελύσατο ἀγωγάς. τί γάρ; ὅτι περὶ παρακαταθήκης διελύσατο, εἶχε δὲ καὶ περὶ δανείου.