IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.27

Περὶ διαθήκης αὐτεξουσίων.

Abrir no leitor do IusCommune →

1

pr.Διαθήκη ἐστὶ δικαία· βούλησις ὃν τις θέλει μετὰ θάνατον αὐτοῦ ποιῆσαι κληρονόμον '.

2

pr.Ὁ διατιθέμενος ὀφείλει τὸν νοῦν, οὐ μὴν τὸ σῶμα ἐῤῥῶσθαι.

3

pr.Ὁ ἄῤῥην πληρώσας τὰ ιδ ἔτη διατίθεται, ἡ δὲ θήλεια τὰ ιβ.

4

pr.Αἱ διαθῆκαι ἐκ τριῶν νομίμων συνίστανται, ἐκ τοῦ πολιτικοῦ, τῶν διατάξεων, καὶ τοῦ πραίτωρος. ἐκ μὲν γὰρ τοῦ πολιτικοῦ κατάγεται τὸ παρόντων μαρτύρων μιᾷ ὑφῇ συναπτῶς τὴν διαθήκην πληροῦσθαι. ἐκ δὲ τῶν διατάξεων αἱ τοῦ διαθεμένου καὶ τῶν μαρτύρων ὑπογραφαὶ, ἐκ δὲ τοῦ πραίτωρος αἱ σφραγίδες καὶ ὁ τῶν μαρτύρων ἀριθμός. ἡ γὰρ τοιαύτη παραφυλακὴ διὰ τὸ κακουργίας πάσης ἀπηλλάχθαι τὴν τῶν διαθηκῶν ποίησιν καὶ παντὸς αὐτὰς δόλου καθαρεύειν προστέθειται. ὥστε τὸν διαθέμενον οἰκείᾳ χειρὶ ἢ τοῦ μυστικῶς γράφοντος τὸ τοῦ κληρονόμου δηλῶσαι ὄνομα, φάσκοντα, τόνδε ἐνεστησάμην κληρονόμον. τοῦτο δὲ αὐτοῦ μὴ ποιήσαντος ἀνάγκη τοῖς μάρτυσι λέγεσθαι τὸ τοῦ κληρονόμου ὄνομα.

5

pr.Ἐπειδὴ δὲ εἰρήκαμεν τοὺς μάρτυρας χρῆναι σφραγίδας ἐπιτιθέναι, ὀφείλεις εἰδέναι, ὅτι ἑνὶ δακτυλίῳ δύνανται σφραγίζειν τὴν διαθήκην.

6

pr.Καὶ ἐν νυκτὶ σφραγίζεται ἀλλὰ καὶ ὑπογράφεται ἡ διαθήκη.

7

pr.Ὁ γραφεὺς τῆς διαθήκης καλῶς ἐν αὐτῇ μαρτυρεῖ.

8

pr.Ὁ ἐν ἀσθενείᾳ σώματος παραφρονήσας, οὐ διατίθεται ἐν τῇ παραφροσύνῃ, ἐν τοῖς διαλείμμασι δέ.

9

pr.Αδειαν ἐχέτω ὁ τυφλὸς, εἴτε ἐκ γενετῆς εἴτε ἀπὸ νόσου, ἄγραφον διαθήκην ποιεῖν, ζἢ ἐ μάρτυρας συγκαλῶν, καὶ λέγων τὸν κληρονόμον μετὰ σημείων διὰ τὸ μὴ πλανηθῆναι.

10

pr.Ἐὰν διατίθεται ὑπεξούσιος ἢ ἄνηβος ἢ δοῦλος, οὐκ ἔῤῥωται ἡ διαθήκη, κἂν ὁ μὲν αὐτεξούσιος ἀποθάνῃ, ὁ δὲ ἔφηβος, ὁ δὲ ἐλεύθερος.

11

pr.Εἰ καὶ κοινὰ ἔχουσι τὰ πράγματα οἱ ἀδελφοὶ, ὅμως οὐδεὶς αὐτῶν κωλύεται διατίθεσθαι εἰς ἃ αὐτῷ διαφέρει διὰ τὸ ἀδιαίρετα εἶναι τὰ πράγματα.

12

pr.Εἴ τις γράμματα ἐπιστάμενος μεταξὺ τῶν ἑαυτοῦ παίδων βούλεται ποιήσασθαι διατύπωσιν, πρῶτα μὲν αὐτῆς προγράφειν τὸν χρόνον, εἶτα καὶ τὰ τῶν παίδων ὀνόματα οἰκείᾳ χειρὶ, καὶ πρός γε τοὺς οὐγγιασμοὺς εἰς οὓς γράφει κληρονόμους αὐτοὺς, μὴ τοῖς συμβόλοις τὸν ἀριθμὸν σημαινομένοις ἀλλὰ δι ὅλων γραμμάτων δηλουμένους, ὥστε πανταχόθεν σαφεῖς τε καὶ ἀναμφισβητήτους καθεστᾶναι. εἰ δὲ καὶ πραγμάτων βούλοιτο ποιήσασθαι διαίρεσιν, ἢ τισι πράγμασι ῥητοῖς ἢ πάσας ἢ τινας τῶν ἐνστάσεων περιστῆσαι, καὶ τὰ τούτων γραφέτω γνωρίσματα, ὥστε τοῖς αὐτοῦ γράμμασι πάντα δηλού μενα μηδεμίαν ἔτι φιλονεικίαν τοῖς παισὶ καταλιμπάνειν. εἰ μέντοιγε ἢ τῇ γαμετῇ ἢ ἐξωτικοῖς τισι προσώποις βούλεται καταλιπεῖν λεγάτα ἢ φιδικόμισσα ἢ καὶ ἐλευθερίαν, καὶ ταῦτα οἰκείᾳ γραφόμενα χειρί, λεγόμενά τε παρὰ τῶν διαθεμένων ἐπὶ τῶν μαρτύρων, ὡς ἅπαντα ἐφεξῆς τὰ ἐν τῇ διατυπώσει κείμενα αὐτοὶ καὶ ἔγραψαν καὶ βούλονται κρατεῖν· καὶ ἔστω ἰσχυρὰ μηδὲν μελετώμενα ἐκ τοῦ δοκεῖν ἐν χάρτῃ ἐγγράφεσθαι τὴν λοιπὴν παρατήρησιν τῶν διαθηκῶν μὴ δεξάμενα, ἀλλὰ τοῦτο μόνον διαταττέτω αὐτοῦ δεξιάν τε καὶ γλῶσσαν ἔχειν τὴν πᾶσαν ἰσχὺν τῷ χάρτῃ παρεχομένην. καὶ εἴπερ μέχρι τελευτῆς μείνοι τοῦτο τὸ σχῆμα, οὐδεὶς ὕστερον προστάξει μαρτυρίας ὡς βουληθέντι τυχὸν τὴν τοιαύτην γνώμην ἀμεῖψαι ἢ ἐναλλάξαι ἤ τι τοιοῦτον ποιῆσαι, ὧγε ἐξῆν διαῤῥῆξαι τὸ γενόμενον καὶ ἑτέραν ποιήσασθαι βούλησιν δηλοῦσαν τὴν τελευταίαν αὐτοῦ γνώμην ἣν προσήκει κρατεῖν. τοῦτο γὰρ ἐφίεμεν αὐτῷ πράττειν τοῦτο ῥητῶς ἐπισημαινομένῳ ἐπὶ παρουσίᾳ μαρτύρων ζἢ ε, ὡς πεποίηται τὴν τοιαύτην βούλησιν, οὐ μὴν κρατεῖν αὐτὴν ἔτι βούλεται, ἀλλ᾽ ἑτέραν ποιήσασθαι. καὶ ταῦτα μὲν ἢ ἐν τελείᾳ διαθήκῃ ποιείτω πάντα τὰ τῶν διαθηκῶν ἐχούσῃ σημεῖα [ἢ ἐν ἀγράφῳ τελείᾳ βουλήσει], ὥστε ἐπὶ ἐγγράφῳ βουλήσει ἢ ἀγράφῳ δοκεῖν αὐτὸν τελευτῆσαι, τῶν προτέρων ἀκύρων ἐκ τῆς δευτέρας αὐτοῦ τελείας βουλήσεως γινομένων.

13

pr.Ἡ προγενεστέρα διαθήκη ἀνατρέπεται ὑπὸ τῆς μεταγενεστέρας τελείας οὔσης, κἄν ἐστιν ἡ πρώτη ἔγγραφος.

14

pr.Ἐὰν ἀποδειχθῇ βουληθέντα τὸν διαθέμενον πλείονας εἰπεῖν κληρονόμους, φιμωθῆναι δὲ, οὐδὲ οἱ παρ᾽ αὐτοῦ λεχθέντες κληρονομοῦσιν.

15

pr.Ἐὰν μέντοιγε ὁ διαθέμενος μὴ βούλεται γνῶναι τὰ γεγραμμένα τοὺς μάρτυρας, εἰληθεῖσαν ἕως τῶν γεγραμμένων ἢ σφραγισθεῖσαν ὑπ᾿ αὐτοῦ προσφερέτω τοῖς μάρτυσιν, ἵνα ὑπογράψωσι, καὶ λεγέτω αὐτοῖς ἰδίαν εἶναι τὴν διαθήκην. οἳ ἐν ἑνὶ καιρῷ ὑπογραφέτωσαν καὶ σφραγιζέτωσαν αὐτὴν, καὶ κρατείτω ἰσχυρῶς. οὐ μόνον δὲ ζ ἀλλὰ καὶ ε παραλαμβανόμενοι μάρτυρες ἔν τε ἐγγράφῳ πάσῃ καὶ ἀγράφῳ διαθήκῃ βεβαίαν ταύτην παριστῶσιν.

16

pr.Ὁ μέντοιγε ἐν πολέμῳ πληγεὶς καὶ ἐν ὁδῷ περιπατῶν καὶ πρὸς τὸ θανεῖν ἐγγίσας, ὁ τοιοῦτος οὐ μόνον ἐπὶ τριῶν διαθήκην δύναται ποιεῖν, ἀλλὰ καὶ δύο μόνα παρευρισκόμενα πρόσωπα διὰ τὴν συμβᾶσαν περίστασιν δύνανται τὴν ἐκείνου διαθήκην βεβαίαν παριστάναι.

17

pr.Ἐκ τοῦ λε΄ βι. τί. α΄. – Ἡ ἐν αἰχμαλωσίᾳ γινομένη διαθήκη οὐκ ἔῤῥωται, κἂν ὑποστρέψῃ ὁ αἰχμάλωτος.

18

pr.Ἡ τοῦ αἰχμαλώτου διαθήκη, ἕως ἂν μὴ γένηται αἰχμάλωτος, ἔῤῥωται, καὶ ὁ παρ᾿ αὐτοῦ γραφεὶς εἰς κληρονομίαν ἢ καὶ δοῦλος ἐλεύθερος καὶ ἄκων γίνεται. καὶ ὁ υἱὸς τοῦ αἰχμαλώτου ἄκων ἐνέχεται τῇ κληρονομίᾳ, εἰ καὶ τὰ μάλιστα οὐ λέγονται ἀναγκαῖοι.

19

pr.Οἱ προσλαμβανόμενοι πρὸς τὴν ποίησιν τῆς διαθήκης προσκαρτερείτωσαν μέχρι τοῦ πέρατος αὐτῆς.

20

pr.Ἔῤῥωται ἡ διαθήκη ἣν ὁ διαθέμενος ἀποσφραγίσας παρεσκεύασε πάλιν ὑπὸ ζἢ ἐ μαρτύρων ἀνασφραγισθῆναι.

21

pr.Ἐὰν ἀφανίσῃ ὁ διαθέμενος τὰς σφραγίδας, οὐ δοκεῖ γὰρ γραφῆναι τὴν διαθήκην.

22

pr.Καὶ ἀλλότριος δοῦλος καλῶς γράφει τὴν διαθήκην.

23

pr.Ἐκ τοῦ β΄ τί. βι. τοῦ αὐτοῦ. Ἡ ἐν σημείοις διαθήκη οὔκ ἐστιν ἔγγραφος.

24

pr.Τὸ τὸν διαθέμενον εἰπεῖν ἐν τῇ διαθήκῃ ὡς οὐδὲν ἐδωρήσατο, οὐκ ἀνατρέπει τὰς ἤδη γενομένας δωρεὰς, ἀλλ᾽ οὐδὲ ἐὰν εἴπῃ ὅτι οὐδὲν χρεωστῇ.

25

pr.Μὴ ἀναιρείσθω τῇ τῆς δεκαετίας παραδρομῇ ἡ διαθήκη, εἰ μὴ ἄρα τελείας γενομένης ἑτέρας ἐγγράφου ἢ ἀγράφου ἐναντίαν γνώμην τοῦ διαθεμένου δηλούσης ἐπὶ ξἢ ε μαρτύρων.

26

pr.Ὁ κωλύσας τινὰ διαθέσθαι καὶ αὐτὸς ἐξ ἀδιαθέτου κληρονόμος ὢν, τοῦ κέρδους ἐκβάλλεται.

27

pr.Τοὺς ὑπεξουσίους δεῖ γράφειν κληρονόμους ἢ ἀποκλήρους, ἐπεὶ ἀμνημόνευτοι γινόμενοι ῥήσσουσι τὴν διαθήκην, εἰ μὴ ἐν αἰχμαλωσίᾳ εἰσίν.

28

pr.Ἐὰν ὑπεξούσιος κυοφορούμενος ἀμνημόνευτος ἐαθῇ ἐν διαθήκῃ, εἶτα τεχθῇ μὲν, φωνὴν δὲ μὴ ἀφήσει, ἢ ὅλως τέλειος γεννηθῇ ζῶν, κἂν ἅμα τῷ πεσεῖν ἐν τῷ ἐδάφει ἐτελεύτησεν ἢ ἐν ταῖς χερσὶ τῆς ἰατρίνης, ῥήγνυσι τὴν διαθήκην.

29

pr.Αρμόζει δ᾽ ἡ ἀγωγὴ καὶ κατὰ τοῦ παρὰ νόμον ἀνοίξαντος τὴν διαθήκην ἢ ἄλλως ὑποπεσόντος τῷ δόγματι εἰς νομίσματα ρ. καὶ τὰ μὲν ἡμίση ὁ κατήγορος καὶ διελέγξας λαμβάνει, τὰ δὲ ἡμίση ὁ δημόσιος.

30

pr.Πτύχαι εἰσὶ διαθήκης πᾶν εἶδος ὕλης, εἴτε ξύλιναι εἴτε οἱαιδήποτε εἴτε χαρτῷαι εἴτε μεμβράναι εἴτε ἀπὸ δέρματος ἀλόγου τινός.

31

pr.Ἐὰν ἄλλος παρὰ γνώμην τοῦ διαθεμένου τὸν λίνον τῆς διαθήκης κόψει, ἁρμόζει ἡ διακατοχή.

32

pr.Τί. κα΄ βι. τοῦ αὐτοῦ. Ὁ στρατιώτης ὡς ἂν θέλει δύναται διατίθεσθαι.

33

pr.Ὁ κωφὸς δὲ καὶ ὁ ἄλαλος, πρὶν ἢ ὑπαιτίως ἀπολυθῶσιν, δύνανται στρατιωτικῶς διατίθεσθαι.

34

pr.Ἐάν τις παγανὸς ὢν ἤγουν ἀνάξιος διατίθηται, καὶ στρατιώτης ἀποθάνῃ, ἔῤῥωται στρατιωτικῶς, εἰ μὴ γνώμης ἄλλης ἦν.

35

pr.Ἐὰν ὑπαγορεύσῃ στρατιώτης διαθήκην καὶ οὐ φθάσῃ γραφῆναι, δεχόμεθα τὰ σημεῖα εἰς διαθήκην, εἰ μέντοι νομίμως ἀποδειχθῇ ταῦτα γενέσθαι.

36

pr.Τοὺς πρεσβυτέρους καὶ διακόνους καὶ ἀναγνώστας καὶ ψάλτας, οὓς πάντας κληρικοὺς καλοῦμεν, πρᾶγμα οἱῳδήποτε τρόπῳ εἰς τὴν αὐτῶν δεσποτείαν περιελθὸν ἔχειν ὑπὸ τὴν ἰδίαν ἐξουσίαν προστάττομεν καθ᾽ ὁμοιότητα τῶν ἰδίων πεκουλίων, καὶ δωρεῖσθαι κατὰ τοὺς νόμους καὶ ἐπ᾿ αὐτοῖς διατίθεσθαι, κἂν ὑπὸ τὴν τῶν γονέων εἰσὶν ἐξουσίαν, οὕτω μέντοι ὥστε τοὺς τούτων παῖδας ἢ τούτων μὴ ὑπόντων τοὺς γονεῖς αὐτῶν τὸ νόμιμον μέρος κομίζεσθαι.

37

pr.Ἔγκυος γυνὴ διαζυγεῖσα, καὶ ἐν ὑπομνήματι καταθεμένη τὸν τεχθέντα πορνογενῆ εἶναι, ἀδιάθετος ἐτελεύτησε. τὴν κληρονομίαν αὐτῆς ὁ παῖς λαμβάνει. ἡ γὰρ δ᾽ ὀργὴν γενομένη παρ᾿ αὐτῆς κατάθεσις οὐκ ἐναντιοῦται.

38

pr.Ἐὰν ζητεῖται παρὰ τίνι ὀφείλει ἡ διαθήκη παρατεθῆναι, ὁ γέρων τοῦ νεωτέρου προκρίνεται καὶ ὁ μείζονος τιμῆς τοῦ ἥττονος καὶ ὁ ἀνὴρ τῆς γυναικὸς καὶ ὁ εὐγενὴς τοῦ ἀπελευθέρου.

39

pr.Οἱ λόγοι τοῦ τελευτήσαντος, ἐν οἷς κατέγραψεν ἑαυτὸν χρεωστεῖσθαι, πρὸς ἀπόδειξιν οὐκ ἀρκοῦσιν, ἀλλ᾽ οὐδὲ τὸ ἐν διαθήκῃ εἰπεῖν αὐτόν τινα περὶ χρεῶν ἰδίων ἱκανόν ἐστι πρὸς ἀπόδειξιν ἀληθείας.

40

pr.Ὁ τῶν γαμικῶν συμφώνων δεσμὸς ἰσχυρότερός ἐστι τῆς μετὰ ταῦτα τυχὸν ἐκ μεταμέλου ἐπιγινομένης διαθήκης διὰ τὸ σύμφωνον.

41

pr.Αἱ ἔγγραφοι διατυπώσεις αἱ μὴ τελειωθεῖσαι ἀλλὰ τυπωθεῖσαι μόνον, βέβαιαι εἰσὶν ἀγράφως βεβαιούμεναι διὰ τῶν ἀποστοματιζόντων αὐτὰς μαρτύρων, τὸν ἀριθμὸν ζῆ ε ὄντων, κἂν ἄρα μήτε ὑπεγράφησαν ἢ ἐσφραγίσθησαν διὰ τὸ ἀπαραίτητον τῆς ἐξόδου.

42

pr.Ἡ τοῦ τυφλοῦ διατύπωσις ἐπὶ μαρτύρων φανερῶς γινομένη, κἂν ἄγραφός ἐστι, τῶν μαρτύρων ὀμνυόντων ὅτι ἐκεῖνα αὐτὰ τὰ διατεταγμένα ἀπὸ τῆς γλώττης ἀκηκόασι τοῦ τυφλοῦ, πιστή ἐστιν, ζἢ ε μαρτύρων ὄντων.

43

pr.Αἱ διαθῆκαι ἐὰν μετὰ τὴν ἄνοιξιν ἀσφράγιστοι καὶ ἀσήμαντοι παρὰ τοῦ κριτοῦ καταλειφθῶσιν, οὐδὲν ἧττον πι σταί εἰσι καὶ ἀποδεκταὶ ἀπὸ μόνης τῆς τῶν ὑπογραφῶν βεβαι ούμεναι πίστεως.

44

pr.Τὰ ἐν διαθήκῃ μὴ νοούμενα ἀντὶ μηδὲ γεγραμμένων εἰσίν.

45

pr.Οἱ κεφαλικῶς καταδικασθέντες μετὰ τὴν ἔγκλητον διατίθεσθαι δύνανται.