IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.28

Περὶ διαθήκης ὑπεξουσίου.

Abrir no leitor do IusCommune →

1

pr.Τὸ πεκούλιον ἐν τοῖς ὑπεξουσίοις ὁρᾶται. ὅθεν τῶν πεκουλίων τὰ μέν εἰσιν ἰδιόκτητα, τὰ δὲ παγανικά. καὶ ἰδιόκτητα μέν εἰσιν, ὅσα ἰδικῶς τις ἐξ ἰδίου ἐπιτηδεύματος ἢ στρατείας ἢ βαθμοῦ οἱουδήποτε ἢ κλήρου κέκτηται. παγανικὰ δὲ, ἅπερ παρὰ τῶν γονέων αὐτῶν ὑπηρεσίας λόγῳ καὶ χρείας ἐδόθησαν ἢ καὶ ἐκ τῶν δοθέντων ἐπεκτήθησαν '.

2

pr.Πολλαὶ δὲ διαφοραὶ παγανικοῦ καὶ ἰδιοκτήτου πεκουλίου. καὶ πρώτη μὲν αὕτη, ὅτι εἰς μὲν τὸ ἰδιόκτητον πεκούλιον ὁ ὑπεξούσιος υἱὸς διατίθεται, εἰς δὲ τὸ παγανικὸν οὐ δύναται.

3

pr.Δευτέρα διαφορά· ἀγανακτήσας ὁ πατὴρ κατὰ τοῦ ὑπεξουσίου τὸ μὲν παγανικὸν ἀφαιρεῖσθαι δύναται πεκούλιον, τὸ δὲ ἰδιόκτητον οὐδαμῶς.

4

pr.Τρίτη διαφορά· ἐὰν πολλοῖς ἐποφείλων τὶς ὑποστῇ διάπρασιν ὑπὸ τῶν ἑαυτοῦ δανειστῶν, τὸ μὲν παγανικὸν τοῦ παιδὸς συνδιαπιπράσκεται πεκούλιον, τὸ δὲ ἰδιόκτητον οὐκ ἔτι.

5

pr.Τετάρτη διαφορά· ἐὰν πολλῶν ὄντων παίδων πατὴρ τελευτήσῃ, συμβῇ δὲ ἕνα ἐξ αὐτῶν παγανικὸν ἔχειν πεκούλιον, τὸ μὲν παγανικὸν κοινὸν ἔσται πάντων τῶν ποτε παίδων τῶν ὑπεξουσίων, τὸ δὲ ἰδιόκτητον μόνου τοῦ κτησαμένου.

6

pr.Τὰ ἀπὸ μακρᾶς ἀποδημίας καὶ χειμερινῆς καὶ καυσώδους ὁδοιπορίας τουτέστι ἀπὸ ταξειδίων ἐπιγινόμενα πεκούλια τοῖς ὑπεξουσίοις, ἰδιόκτητά εἰσι, καὶ δύνανται ἐν τούτοις διατίθεσθαι. εἰ γὰρ κατέβαλον ὑπὲρ αὐτῶν οἱ γονεῖς αὐτῶν τι, τότε ὀφειλέται εἰσὶν οἱ ὑπεξούσιοι τὸ ἱκανὸν ἀντιδιδόναι αὐτοῖς, καὶ τὸ λοιπὸν διατίθεσθαι. ὁμοίως δὲ καὶ τὰ ἀπὸ συνεδρίας καὶ συνηγορίας καὶ πάσης ἀξίας καὶ παντὸς ἐπιτηδεύματος αὐτοῖς ἐπικτηθέντα ἰδιόκτητά εἰσιν.