IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.29

Περὶ διαθήκης ἀπελευθέρων.

Abrir no leitor do IusCommune →

1

pr.Ἡ συγγένεια ὄνομά ἐστι γενικόν. διαιρεῖται δὲ εἰς τρία, εἰς ἀνιόντας, εἰς κατιόντας καὶ εἰς τοὺς ἐκ πλαγίου. ἀλλὰ αὖται ἐπὶ εὐγενῶν σκοποῦνται. ἐπὶ δὲ τῶν ἀπελευθέρων ἀνιόντας οὐκ ἴσασιν οἱ ἀρχαῖοι. πῶς γὰρ, ὁπότε ἐν δουλείᾳ ἐτέχθησαν; οὔτε τοὺς ἐκ πλαγίου· ὁ γὰρ μὴ ἔχων ἀνιόντας οὔτε τοὺς ἐκ πλαγίου κέκτηται, ἐξ ἐκείνων γὰρ αὐτοὶ καταλαμβάνονται. καὶ μόνην ἔχουσι τὴν τῶν κατιόντων συγγένειαν, τουτἐστι τῶν συλληφθέντων καὶ τεχθέντων αὐτοῖς παίδων καὶ ἐφεξῆς '.

2

pr.Ὅθεν ἐὰν ἀπελεύθερος τελευτήσῃ, εἰ μὲν ὑπεστιν αὐτῷ παῖς συλληφθεὶς ἢ μετὰ τὴν ἐλευθερίαν ἢ πρὸ τῆς ἐλευθερίας ἢ καὶ συνελευθερωθεὶς, οὗτος κληθήσεται ἐπὶ τὸν κλῆρον ἀδιαθέτου πατρὸς τελευτῶντος· τοῦ δὲ μὴ ὑπόντος, τὸν πάτρωνα ὁ νόμος ἐπενόησεν. εἰ δὲ διαθέμενος μηδὲν καταλίπῃ τῷ πάτρωνι ἄπαις ὢν, ἢ σχὼν παῖδας ἢ καὶ ἐκγόνους, ἀποκλήρους δὲ αὐτοὺς ποιήσας, ἐτελεύτησε, καὶ μὴ δυνηθῶσιν οἱ παῖδες ἀνατρέψαι τὴν διαθήκην, τότε ὁ πάτρων τὸ τρίτον μέρος λήψεται, ὥστε λεγάτον ἐκ τούτου μὴ ἀναγκάζεσθαι καταβαλεῖν.

3

pr.Ἐὰν ἄπαις καὶ ἀδιάθετος ὁ ἀπελεύθερος ἀποθάνῃ, εἰς τὸ πᾶν αὐτοῦ κληρονομεῖ ὁ πάτρων· εἰ δὲ διάθηται ὑπὲρ τὰ ῷ νομίσματα ἔχων οὐσίαν, εἰ μὲν ἔχει παῖδας ὁσουσδήποτε καὶ οἱουδήποτε βαθμοῦ, ἀποκλείεται ὁ πάτρων· εἰ δὲ μὴ ἔχοι παῖδας, ἴσθι ὡς εὐλόγως ἤδη ἀναγκάζεται τὸ τρίτον τούτων ἀβαρὲς πρὸς αὐτὸν ἐάσαι, τοῦ βάρους τοῖς λοιποῖς κληρονόμοις ἐγκειμένου. εἰ δὲ ἧττον ἂν τῶν ὁ νομισμάτων ἔχει οὐσίαν, οὐδὲν ἀναγκάζεται αὐτῷ καταλιπεῖν. κληρονομοῦσι δὲ οἱ πάτρωνες πρὸς τοὺς βαθμούς.

4

pr.Οὐ μόνον δὲ ὁ πάτρων καὶ ἡ πατρώνισσα καὶ οἱ τούτων κατιόντες κατὰ νόμους καλοῦνται ἐπὶ τὴν τοῦ ἀπελευθέρου κατὰ τὰ εἰρημένα κληρονομίαν, ἀλλὰ καὶ οἱ ἐκ πλαγίου αὐτῶν μέχρι ε βαθμοῦ.

5

pr.Εἰ δὲ τοῦ αὐτοῦ πάτρωνος ἢ τῆς πατρωνίσσης ἢ δύο πατρώνων ἢ πατρωνισσῶν ἢ καὶ πλειόνων ὕπεισι παῖδες, ὁ ἐγγύτερος τῷ βαθμῷ εἰς τὰ τοῦ ἀπελευθέρου κληθήσεται πράγματα. εἰ δὲ ἑνὸς πάτρωνός εἰσι δύο παῖδες, ἄλλου δὲ τρεῖς, εἰς πέντε μερισθήσεται ἡ κληρονομία. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐκ πλαγίου.