JGR IV 3.30
Περὶ διαθήκης ἐπισκόπων καὶ μοναχῶν.
Abrir no leitor do IusCommune →1
pr.Ὅσα ἔσχεν ὁ ἐπίσκοπος πρὸ τῆς ἐπισκοπῆς, δωρεῖται καὶ ἐκποιεῖται ὡς θέλει, οὐ μὴν ἀλλὰ καὶ διατίθεται εἰς αὐτά. ὅσα δὲ μετὰ τὴν ἐπισκοπὴν, τῇ ἐκκλησίᾳ αὐτοῦ διαφέρει καὶ οὐ διατίθεται εἰς αὐτὰ, εἰ μὴ ἄρα ἀπὸ γονέων ἢ θείων ἢ. ἀδελφῶν αὐτοῦ εἰς αὐτὸν περιῆλθον '.
2
pr.Πλὴν καὶ ταῦτά, φησιν ἡ ρλά νεαρὰ, ἧς ἐστι καὶ τὸ κεφάλαιον, εἰς αἰχμαλώτων ἀνάῤῥυσιν καὶ πτωχῶν ἀποτροφὴν καὶ εἰς ἄλλας εὐσεβεῖς αἰτίας καὶ ὑπὲρ τοῦ συμφέροντος τῆς ἰδίας ἐκκλησίας δύναται ἀναλίσκειν· κρατεῖν δὲ ὁμοίως τὸν τοιοῦτον νόμον καὶ ἐπὶ ὀρφανοτρόφων καὶ πτωχοτρόφων καὶ νοσοκόμων καὶ γεροντοκόμων καὶ ξενοδόχων καὶ πάντων τῶν ἄλ λων διοικητῶν τῶν σεβασμίων οἴκων, καθὼς ἡ αὐτὴ νεαρὰ παρακελεύεται.
3
pr.Ὁ μέλλων εἰσιέναι ἐν μοναστηρίῳ διατιθέσθω τὰ καθ᾽ ἑαυτὸν πρὸ τῆς εἰσόδου αὐτοῦ, ἐπεὶ προσκυροῦται τῷ μοναστηρίῳ πάντα τὰ αὐτοῦ, κἂν μὴ ῥητῶς φήσῃ εἰσάγειν αὐτὰ, καὶ οὐκέτι ἔσται κατ᾿ οὐδένα τρόπον κύριος αὐτῶν.
4
pr.Δεῖ τὸν μετὰ τὸ μονάσαι εὐπορήσαντα πράγματα, εἰ μὲν κατὰ τὸν καιρὸν τῆς κουρᾶς ἀφιέρωσεν, ἔχειν ὑπεξουσίως τὰ μετέπειτα αὐτῷ προσγεγονότα· εἰ δὲ οὐ προσεκύρωσέ τι, περὶ τοῦ διμοίρου τῶν οἰκείων πραγμάτων ἔχειν ἄδειαν αὐτὸν διατίθεσθαι, τὸ δὲ τρίτον ἐκδικεῖ τὸ μοναστήριον.
5
pr.Δεῖ τοὺς τὴν μοναχικὴν κατάστασιν μεταποιουμένους τ ἢ καὶ ῖς χρόνου ὄντας ἀποτίθεσθαι τὴν τρίχα κατὰ τὸν μέγαν βασίλειον καὶ τὴν τῶν ἱερῶν κανόνων τῆς συνόδου [ἐντολήν]. ἀλλὰ τοὺς τς ὄντας χρόνου ὡς βούλονται διατίθεσθαι περὶ τῶν οἰκείων πραγμάτων· τοὺς δὲ τ χρόνων μαρτυρουμένους ἐπέχεσθαι τῆς διοικήσεως τῶν ὑπαρχόντων αὐτῶν, καὶ ἀναμένειν τὸν καιρὸν ἐκεῖνον, καθ᾽ ὃν ἡ νομικὴ ἀκρίβεια ὥρισεν τὴν συμπλήρωσιν τῆς ἡλικίας λαμβάνειν, καὶ διατίθεσθαι. εἰ δὲ προαπέλθωσιν, οἱ οἰκέται μὲν αὐτῶν ἐλευθεροῦνται ἀφιέμενοι τοῦ ζυγοῦ, καὶ τὸ μὲν δίμοιρον τῆς ὑποστάσεως αὐτῶν ἡ μονὴ κερδαινέτω, τὸ τρίτον οἱ συγγενεῖς· εἰ δὲ ἄπεισι, καὶ τοῦτο ἡ μονὴ λαμβανέτω.
6
pr.Ὁ ἐπὶ παισὶ μονάσας δύναται καὶ μετὰ τὸ μονάσαι διελεῖν τὴν οὐσίαν αὐτοῦ τοῖς ἰδίοις παισὶ, φυλάττων ἑαυτῷ ἓν μέρος, ὃ καὶ τῷ μοναστηρίῳ ἁρμόζει. ἐὰν δὲ ἀδιάθετος τελευτήσῃ, τότε οἱ παῖδες αὐτοῦ λήψονται τὸ ἐξ ἀδιαθέτου, τουτἐστι τὸν φαλκίδιον, τοῦ λοιποῦ τῷ μοναστηρίῳ διδομένου.
7
pr.Ὁ ἀπὸ τοῦ μοναστηρίου εἰς ἄλλο μοναστήριον μετιὼν ἐκπίπτει τῶν ἰδίων πραγμάτων μηδὲ προσδεχθείς ', [εἰ μὴ] τὸ πρότερον παρασκευάζει λαβεῖν, ἃ ἦν ὑποσχόμενος· εἰ δ᾽ οὐχ ὑπέσχετο, γίνεσθαι κατὰ τὴν εἰρημένην διάταξιν ἐν τῷ ζτί. ις κεφ.
8
pr.Ὁ ἀπὸ μοναχῶν γενόμενος λαϊκὸς μεθ᾽ ὧν ἐπεκτήσατο εἰς ἕτερον ἐμβαλλέσθω μοναστήριον. εἰ δὲ καὶ πάλιν γένηται κοσμικὸς, τῇ τάξει παραδιδόσθω.