IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.31

Περὶ ἀνατροπῆς διαθήκης.

Abrir no leitor do IusCommune →

1

pr.Ταῖς διαθήκαις τρία πάθη παρενοχλεῖ, οἷον ῥῆξις, ἀκυρωσία καὶ ἀτέλεια.

2

pr.᾿Αλλ᾽ αἱ μὲν ῥηγνύμεναι ἢ καθόλου ῥήγνυνται ἢ ἐκ μέρους. καὶ καθόλου μὲν κατὰ ἓξ τρόπους. Πρῶτος τρόπος ἐστὶν, ὅταν μετὰ τὴν ποίησιν τῆς διαθήκης εἰς υἱοθεσίαν τινὰ λάβοι καθ ' οἱονδήτινα τρόπον τῆς υἱοθεσίας. Δεύτερος τρόπος ἐστὶν, ὅταν μετὰ τὴν ποίησιν τῆς διαθήκης ἢ τὸν θάνατον τοῦ διαθεμένου υἱὸς τεχθῇ, ἢ ἐξ ὑπεξ ουσίου υἱοῦ θανόντος ἔκγονος, κἂν μετὰ τοὺς ὁρισθέντας κληρονόμους πρόσκειται ἐν τῇ διαθήκῃ οὕτως· ἔστωσαν ἀπόκληροι, εἰ μὴ ἄρα λεγατευθείη, ἢ ἐκτρώσει ἡ τίκτουσα. Τρίτος, ὅταν θετὸς υἱὸς ὑπεξούσιος ὢν οὐ μνημονευθῇ ἐν τῇ διαθήκη. Τέταρτος, ὅταν δευτέρα γένηται διαθήκη κατὰ νόμον, εἴτε γέγονέ τις ἐν αὐτῇ κληρονόμος εἴτε μὴ γέγονε τῶν πεφυκότων κληρονομεῖν. Πέμπτος, ὅταν δευτέρα διαθήκη κατὰ νόμον γενομένη κληρονόμον ἕτερον εἰς ὡρισμένα πράγματα καταστήσει, μὴ βεβαιοῦσα τὰ τῆς πρώτης διαθήκης. Ἕκτος, ὅταν στρατιώτου υἱὸς ἐγκυμονούμενος παρ᾿ αὐτοῦ ἐν τῇ ποιήσει τῆς διαθήκης ἠγνοήθη. εἰ γὰρ γνοὺς αὐτὸν ἐσιώπησεν, οὐ ῥήγνυται ἡ διαθήκη.

3

pr.Ἐκ μέρους δὲ κατὰ τρόπους δύο. καὶ πρῶτος μὲν τρόπος ἐστὶν, ὅταν ἡ δευτέρα διαθήκη τὰ μὲν ἐν τῇ πρώτῃ βέβαια μένειν διαγορεύῃ, ἕτερον δὲ κληρονόμον εἰς ὡρισμένα πράγματα κατέστησεν. ἀρκεῖ γὰρ αὐτῷ τὰ ἐαθέντα, εἰ καὶ μὴ ποιῇ τὸν φαλκίδιον. Δεύτερος, ὅταν τὶς θυγατέρα ὑπεξουσίαν ἔχει ἢ ἔκγονον ἢ ἐκγόνην, οὐκ ἔγραψε δὲ αὐτοὺς κληρονόμους. τότε μὲν διαθήκη οὐ ῥήγνυται τέλεον, αὐτοὶ δὲ τῇ κληρονομίᾳ ὑπεισέρχονται. καὶ εἰ μὲν ἐστὶ γραφεῖσα ἡ κληρονομία εἰς ἐξωτικοὺς, τουτέστι τοὺς μὴ ὄντας συγγενεῖς, τὸ ἥμισυ οἱ οἰκεῖοι λαμβάνουσι· εἰ δὲ εἰς οἰκείους, ἐπ᾽ ἴσης πάντες.

4

pr.Αἱ δὲ ἀκυρούμεναι κατὰ τέσσαρας τρόπους γίνονται. καὶ πρῶτος τρόπος, ὅταν ὁ διαθέμενος θανάτῳ καταδικασθῇ, ἢ αὐτεξούσιος ὢν εἰς υἱοθεσίαν ἑτέρου ἑαυτὸν παράσχῃ, ἢ ὑπεξούσιος ὢν αὐτεξούσιος γένηται. Δεύτερος, ὅταν δευτέρας ἐννόμως γραφείσης διαθήκης τότε ἡ μὲν πρώτη ῥήγνυται, ἡ δὲ δευτέρα ἀκυροῦται δι αἰτίαν τῶν πεφυκότων κληρονομεῖν, τουτέστιν ὅταν ἀποτάξωνται τὴν κληρονομίαν, ἢ ὅταν προτελευτήσωσι τοῦ διαθεμένου πρὸ τοῦ παραλαβεῖν τὴν κληρονομίαν, ἢ ὅταν ὑπὸ αἵρεσιν ἐγράφησαν καὶ ἡ αἵρεσις ἠτόνησεν. Τρίτος, ὅταν τὶς δίκην ἔχων πρός τινα τὸν βασιλέα ποιήσῃ κληρονόμον ἐγγράφως ἢ ἀγράφως, εἰ μὴ ἄλλως πως κατὰ νόμους ὁ βασιλεὺς αὐτὸν κληρονομεῖ. εἰ γὰρ καὶ νόμοις ὁ βασιλεὺς οὐχ ὑπόκειται, ἀλλ᾽ οὖν κατὰ νόμους πολιτεύεται. Τέταρτος, ὅταν ἀποσφραγίσας εἴασεν αὐτὴν οὕτως ἢ εἶπεν οὐκ ἰσχύειν αὐτὴν βούλομαι. τὰ γὰρ κατὰ νόμους γινόμενα ἐννόμως ἀνατρέπεσθαι δεῖ.

5

pr.Αἱ δὲ ἀτελεῖς κατὰ ἐ τρόπους νοοῦνται. καὶ πρῶτος, ὅταν μὴ παρόντων ζἢ ἐ μαρτύρων κατὰ τὰ παρ᾽ ἡμῶν νομοθετηθέντα γένηται ἡ διαθήκη. Δεύτερος, ὅταν παρόντων μαρτύρων οὐ πάντες ὑπέγραψαν. Τρίτος, ὅταν πάντες ὑπέγραψαν, οὐκ ἐσφράγισαν δέ. Τέταρτος, ὅταν ὁ διαθέμενος οἰκείᾳ χειρὶ τὸ τοῦ κληρονόμου ὄνομα μὴ γράψας οὐδὲ ἐπὶ τῶν μαρτύρων ἐμνημόνευσεν. Πέμπτος δὲ, ὅταν αὐτεξουσίους ἢ ὑπεξουσίους ἐκγόνους ἐξ ὑπεξουσίων παίδων τελευτησάντων ἔχων τὶς, τούτους οὔτε κληρονόμους οὔτε ἀποκληρονόμους ἔγραψε, κἂν τύχῃ αὐτοὺς προτελευτῆσαι, διὰ τὸν κανόνα τὸν λέγοντα· τὰ ἐξ ἀρχῆς ἀνυπόστατα οὐδὲ ἐκ τῶν μετὰ ταῦτα ἐπιγενομένων τὴν ἰσχὺν λαμβάνειν δύνανται.