IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.32

Περὶ κωδικέλλων.

Abrir no leitor do IusCommune →

1

pr.Κωδίκελλός ἐστιν ἐλλιποῦς ἐν διαθήκῃ γνώμης τοῦ διαθεμένου ἀναπλήρωσις '.

2

pr.Διαφορὰ δὲ διαθήκης καὶ κωδικέλλου, ὅτι ἐν μὲν τῇ διαθήκῃ καὶ κληρονόμον καὶ ἀποκληρονόμον ἔξεστι γράφειν, καὶ λεγάτα καὶ ἐλευθερίας καὶ ἔνστατον καὶ ὑποκατάστατον, ἐν δὲ τῷ κωδικέλλῳ οὔτε ἀποκληρονόμον οὔτε ἔνστατον οὔτε ὑποκατάστατον.

3

pr.Ἔνστασίς ἐστιν ἡ πρώτη θέσις τῆς κληρονομίας, τουτέστιν ὁ φύσει βαθμὸς πρῶτος τῶν κληρονόμων.

4

pr.Ὑποκατάστασίς ἐστιν ἡ ἐξ ἀποτυχίας τοῦ πρώτου κληρονόμου ἐπὶ ἕτερον κληρονόμον μετάθεσις ἐκ διορισμοῦ τοῦ κληροδοτοῦντος. οἷον ὡς εἴ τις εἴπῃ· ἔστω μοι ὁ δεῖνα κληρονόμος, εἰ δὲ μὴ, ἔστω ὁ δεῖνα.