IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.33

Περὶ φαλκιδίου.

Abrir no leitor do IusCommune →

1

pr.Φαλκίδιός ἐστιν ἄχρι μὲν ἢ δ παίδων τὸ τρίμερον μέρος τῆς καθαρᾶς ὑποστάσεως, πλειόνων δὲ ὄντων παίδων τὸ ἥμισυ. ἐν τούτῳ οὖν τῷ εἰρημένῳ τρίτῳ ἢ ἡμίσει μέρει ὑπεισέρχονται ὅσοι ἂν εὑρεθῶσι πρὸς φαλκίδιον μετὰ τῶν τὴν λοιπὴν ὑπόστασιν κατὰ τελευταίαν διάταξιν κληρονομούντων '.

2

pr.Ἔξεστι λεγατεύειν μέχρι τοῦ ὀκταουγγίου. τὸ γὰρ τετραούγγιον τουτέστι τὸ τρίτον μέρος τῆς περιουσίας τῷ κληρονόμῳ φυλάττεται.

3

pr.Ἐπὶ τοῦ φαλκιδίου δεῖ ἐξαιρεθῆναι τὰ ἐποφληθέντα ὑπὸ τοῦ τελευτήσαντος καὶ τὴν περὶ τὴν κηδείαν δαπάνην καὶ τὰ τιμήματα τῶν ἐλευθερωθέντων οἰκετῶν, καὶ τὸ ὑπόλοιπον σκοπεῖν πόσον ἐστὶ, καὶ τοῦτο νομίζεται καθαρὰ οὐσία καὶ ἐκ ταύτης τὸ τρίτον παρακατέχεται.

4

pr.Ὁ κληρονόμος δεικνύει χώραν ἔχειν τὸν φαλκίδιον.

5

pr.Ὁ αὐτεξούσιος ἄτεκνος τελευτῶν ὀφείλει τὸ νόμιμον ποστημόριον τοῖς γονεῦσιν ἐᾶν, ἐὰν μὴ σύμφωνον παρακολουθήσῃ. οἱ δὲ λοιποὶ συγγενεῖς οὐδὲν παντελῶς λήψονται.

6

pr.Εἴ τις δωρεὰν ἄμετρον εἴς τινα ἤ τινας τῶν παίδων ποιήσαιτο, ἀνάγκην ἔχει ἐν τῇ διανομῇ τοῦ κλήρου τοσοῦτον ἑκάστῳ τῶν παίδων φυλάττειν τὸ ἐκ τοῦ νόμου μέρος, ὅσον ἦν πρὶν τὴν δωρεὰν ὁ πατὴρ εἰς τοὺς παῖδας τοὺς ταύτῃ τετιμημένους ποιήσαιτο. οὕτως γὰρ γεγονὸς, οὐδὲν ἔτι ταῖς δωρεαῖς ἐγκαλέσουσιν, ἔχοντες μὲν ἐπὶ πάσῃ τῇ οὐσίᾳ τοῦ πατρὸς τὸ ἀπὸ τῶν νόμων, κατὰ τοσοῦτον δὲ αὐξομένου τοῦ μέτρου τούτου, καθόσον καὶ τὰ πράγματα εἶχον τοῦ πατρὸς πρὶν ταῖς δωρεαῖς ἐξαντληθείη. οὐ δυναμένων τῶν ἐπὶ ταῖς δωρεαῖς τετιμημένων παίδων φάσκειν, ἀρκεῖσθαι μὲν ταῖς ἀμέτροις ταύταις δωρεαῖς, δοκεῖν δὲ ἀφίστασθαι τοῦ πατρῴου κλήρου· ἀλλ᾽ οὐκ ἀναγκαζομένων μὲν, εἰ ἀρκοῦνται ταῖς δωρεαῖς, καταδέχεσθαι τὸν κλῆρον, ἀνάγκην δὲ ἐχόντων πᾶσι τρόποις ἐπανισοῦν τοῖς ἀδελφοῖς τὸ ἐντεῦθεν διαφέρον καθόσον εἰρήκαμεν μέτρον, ὥστε μὴ ἔλαττον αὐτοὺς ἔχειν τὸ ἐκ νόμων αὐτοῖς ὀφειλόμενον διὰ τὴν γενομένην ἐπὶ ταῖς δωρεαῖς ἀμετρίαν· ὅπου γε ἔξεστι τῷ πατρὶ, μέτρια φρονήσαντι περὶ τὴν πᾶσαν γονὴν, καὶ τοῖς παρ᾿ αὐτοῦ μᾶλλον ἀγαπωμένοις χαρίσασθαί τι πλέον καὶ μὴ τοὺς λοιποὺς παῖδας διὰ τῆς εἰς ἐκείνους γενομένης ἀμετρίας βλάψαι καὶ τὸν ἡμέτερον παραβῆναι σκοπόν. ταῦτα μέντοι φαμὲν περὶ παίδων κεχαρισμένων ὄντων αὐτοῖς, οὐ μὴν περὶ τῶν ἀγνωμόνων καὶ οἷς ὁ πατὴρ δικαίαν τε καὶ νόμιμον ἀχαριστίαν ἐπάγει. εἰ γὰρ τοῦτο οὕτως φανῇ καὶ ἀποδειχθείησαν αἱ τῆς ἀχαριστίας αἰτίαι, ἔστω τὰ τῶν νόμων τῶν ἐπὶ τοῖς ἀχαρίστοις κειμένων κύρια, οὐδὲν τῆσδε ἡμῶν τῆς νομοθεσίας ἐλαττούμενα,