IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.34

Περὶ λύσεως ὑπεξουσιότητος.

Abrir no leitor do IusCommune →

1

pr.Ἔγνωμεν ὅτι τὴν ἐξουσίαν ἔχομεν καὶ κατὰ τῶν ἡμετέρων οἰκετῶν καὶ κατὰ τῶν ἡμετέρων παίδων, τοῦτο μὲν φυσικῶν τοῦτο δὲ καὶ θετῶν. ἀλλὰ [περὶ μὲν τῶν οἰκετῶν μαθη σόμεθα ἐν τῷ περὶ ἐλευθερίας τίτλῳ,] περὶ δὲ τῶν παίδων ἐντεῦθεν. λύεται τῆς ὑπεξουσιότητος παῖς θανάτῳ τοῦ πατρὸς, οὐκ ἀεὶ δέ. εἰ μὲν γὰρ πατήρ ἐστιν ὁ τελευτήσας, ἀμάχως οἱ παῖδες αὐτεξούσιοι γίνονται, τελευτήσαντος δὲ πάππου, οὐ πάντως οἱ ἔκγονοι αὐτεξούσιοι γίνονται. δεῖ γὰρ σκοπεῖν τὸν καιρὸν τῆς τοῦ πάππου τελευτῆς, καὶ εἰ μὲν εὑρεθῇ τὸ μέσον πρόσωπον, τουτέστιν ὁ υἱὸς, ὑπεξούσιος, οἱ δὲ ἔκγονοι κατ ' ἐκεῖνον τὸν χρόνον ὑπεξούσιοι τῷ πάππῳ καθ᾽ ὃν τελευτᾷ, ἔσονται ὑπεξούσιοι τῷ πατρὶ καὶ τελευτήσαντος τοῦ πάππου οἱ ἔκγονοι μεταπεσοῦνται εἰς τὴν τοῦ οἰκείου πατρὸς ὑπεξουσιότητα. εἰ δὲ ὁ μέσος προετελεύτησε τοῦ πάππου ἢ τῆς ὑπεξουσιότητος αὐτοῦ ἠλευθερώθη, τότε οἱ ἔκγονοι, ἐπειδὴ οὐ με ταπίπτουσιν εἰς τὴν ἑτέρου ὑπεξουσιότητα, αὐτεξούσιοι γίνονται '.

2

pr.Ἐὰν καταδικασθῇ τις θανάτῳ, ἅμα τῇ ἀποφάσει γίνονται οἱ παῖδες αὐτεξούσιοι.

3

pr.Ἐὰν γένηται ὑπεξούσιος πατρίκιος, ἅμα τοῦ δέξασθαι τοὺς κωδικέλλους τῆς πατρικιότητος τῆς τοῦ πατρὸς ὑπεξουσιότητος ἀπαλλάττεται.

4

pr.Τὸν ἐμὸν πατέρα συνέβη γενέσθαι αἰχμάλωτον· ἐν τῷ μεταξὺ ἐπηρτημένα ἔσται τὰ τῆς ὑπεξουσιότητος. καὶ εἰ μὲν ὑποστρέψῃ ὁ πατὴρ, γενήσομαι ὑπεξούσιος, [εἰ δὲ ἐκεῖ τελευτήσει, γενήσομαι αὐτεξούσιος.] ζητοῦμεν δὲ ἐκ ποίου χρόνου δοκῶ τῆς ὑπεξουσιότητος ἀπαλλάττεσθαι, πότερον ἐξ οὗ ἐλήφθη ἢ ἐξ οὗ ἐτελεύτησε παρὰ τοῖς πολεμίοις. ἔστι γὰρ ὅλως διαφορὰ καὶ πάνυ. ὑπόθου γάρ τινα ἔχειν δύο παῖδας καὶ δισχιλίων νομισμάτων περιουσίαν, ληφθῆναί τε παρὰ τῶν πολεμίων· τούτων ὁ μὲν ἦν σπουδαῖος καὶ λαβὼν νομίσματα δύο ἐκ τῆς τοῦ πατρὸς περιουσίας ἐξ οἰκείων καμάτων ἠδυνήθη α νομίσματα ἐμπορισάμενος κερδᾶναι, ὁ δὲ ἕτερος ῥᾴθυμος ὢν οὐδὲν προσεκτήσατο. μετὰ χρόνον τινὰ ἀπηγγέλθη, ὅτι παρὰ τοῖς πολεμίοις ἐτελεύτησεν ὁ πατὴρ αὐτῶν· ἠβούλοντο μερίσασθαι τὸν πατρῷον κλῆρον. καὶ ὁ μὲν ῥᾴθυμος ἔλεγε· νῦν ὅτε τῇ ἀληθείᾳ ὁ πατὴρ ἐτελεύτησε γεγόναμεν αὐτεξούσιοι, οὐκοῦν ὅσα ἐκτήσω σὺ ὁ σπουδαῖος τοῦ πατρός εἰσι, καὶ δεῖ ἡμᾶς τὰ τρισχίλια μερίσασθαι νομίσματα τουτέστι λαβεῖν ἀνὰ αφ΄. ὁ δὲ σπουδαῖος ἔλεγεν· ἐξ ἐκείνου τοῦ χρόνου ἐξ οὗ συνέβη τὸν πατέρα ληφθῆναι γεγενῆσθαι ἡμᾶς αὐτεξουσίους· δοκεῖ γὰρ ὁ μὴ ὑποστρέψας κατ᾿ ἐκεῖνον τεθνᾶναι τὸν καιρόν· οὐκοῦν ὡς αὐτεξούσιος ὅσα ἐκτησάμην ἐμαυτῷ καὶ οὐχ ἑτέρῳ προσεποίησα. καὶ μᾶλλον ταύτῃ πειθόμεθα τῇ γνώμῃ.

5

pr.Ὁ μέλλων αὐτεξούσιον τὸν παῖδα ποιῆσαι, προσιέτω τῷ ἁρμοδίῳ δικαστῇ καὶ λεγέτω αὐτῷ· τόνδε ποιῶ αὐτεξούσιον καὶ τῆς ἐμαυτοῦ ἀφίημι χειρός. ὥστε εἰ συμβῇ τὸν παῖδα ἄτεκνον ὄντα διαθέσθαι, ἐῤῥῶσθαι τὴν αὐτοῦ διαθήκην, φυλάττοντος δηλονότι τὴν νόμιμον τῷ πατρὶ μοῖραν.

6

pr.Δύναταί τις τὸν μὲν υἱὸν ποιεῖν αὐτεξούσιον, τὸν δὲ ἔκγονον κρατεῖν ὑπεξούσιον, καὶ ἐκ τοῦ ἐναντίου τὸν ἔκγονον ποιεῖν αὐτεξούσιον, κατέχειν δὲ τὸν υἱὸν ὑπεξούσιον. τὸ αὐτὸ καὶ ἐπὶ προεκγόνου.

7

pr.Εἶχέ τις υἱὸν ὑπεξούσιον, ὃς εἶχε γαμετὴν ἐγκύμονα. τὸν υἱὸν ἐποίησεν αὐτεξούσιον ἢ εἰς θέσιν αὐτὸν ἄλλῳ δέδωκεν. ἐτέχθη μετὰ ταῦτα ἔκγονος. λέγομεν ὑπεξούσιον αὐτὸν γενέσθαι τοῦ πάππου, ἐπειδὴ σκοποῦμεν ἐν τῷ ἐννόμῳ γάμῳ τὸν καιρὸν τῆς συλλήψεως, ὅτε δὲ ἡ σύλληψις ἐγένετο, ὑπεξούσιος ἦν ὁ κυοφορούμενος καὶ ὁ τοῦτον σπείρας Τ.

8

pr.Ἡ ἔμπρακτος ἐπαρχότης ἢ στρατηγία καὶ ἡ ἐπισκοπὴ λύει τὴν ὑπεξουσιότητα.