JGR IV 3.35
Περὶ κληρονόμων.
Abrir no leitor do IusCommune →1
pr.Οἱ κληρονόμοι ἢ ἔνστατοι ἢ ὑποκατάταστοι λέγονται. ἡ δὲ ὑποκατάστασις ἢ ἁπλή ἐστιν, ὡς τὸ εἰπεῖν· ἐὰν μὴ κληρονομήσῃ ὁ δεῖνα, ἔστω ὁ δεῖνα κληρονόμος. ἢ διπλὴ, οἷον· εἴτε κληρονομήσας εἴτε μὴ κληρονομήσας ὁ δεῖνα ἄνηβος ἀποθάνῃ, ἔστω κληρονόμος ὁ δεῖνα '.
2
pr.Οἱ κατιόντες, κἂν ἄῤῥενες κἂν θήλειαι ὦσι, προτιμῶνται τῶν ἀνιόντων καὶ τῶν ἐκ πλαγίου.
3
pr.Ἐὰν εἷς ἐκ τῶν παίδων κληρονομήσῃ τοῦ ἰδίου γονέως, προσπορίζει τῷ ἑαυτοῦ πάππῳ τὴν χρῆσιν τῶν προσπορισθέντων.
4
pr.Ἐὰν πάππος τελευτήσῃ ἐπὶ υἱῷ καὶ ἐκγόνοις ἀπὸ ἄλλου παιδὸς, ὁ ἔκγονος ὑπεισέρχεται τὸ πρόσωπον τοῦ ἰδίου γονέως, καὶ ἅμα τῷ υἱῷ τουτέστι τῷ ἰδίῳ θείῳ κληρονομοῦσιν αὐτὸν, λαμβάνοντες εἴ τι ἔμελλεν λαβεῖν εἰ περιῆν ὁ πατὴρ αὐτῶν, κἂν ἄῤῥενες κἂν θήλειαι ὦσιν, εἴτε ὑπεξούσιοί εἰσιν εἴτε αὐτεξούσιοι.
5
pr.Κατιόντων μὴ ὑπόντων [προκαλοῦνται οἱ ἀνιόντες τῶν ἐκ πλαγίου πάντων] χωρὶς τῶν ἐκ τῶν αὐτῶν γονέων φοιτώντων ἀδελφῶν. ἰστέον δὲ, ὅτι ἐπὶ τῶν ἀνιόντων προτιμᾶται ὁ ἐγγύτερος τῷ βαθμῷ τοῦ μὴ πλησιάζοντος, κἂν θῆλυ πρόσωπον ᾖ. εἰ γάρ εἰσι πάντες τοῦ αὐτοῦ βαθμοῦ, ὁμοῦ καλοῦνται εἰς τὴν κληρονομίαν.
6
pr.Οἱ ἀμφιθαλεῖς ἀδελφοὶ καὶ ἀδελφαὶ καὶ οἱ ἀνιόντες ὁμοῦ καλοῦνται ἐξ ἴσης. καὶ οὐδὲ προσπορίζουσι τοῖς γονεῦσιν αὐτῶν οἱ ἀδελφοὶ τὴν χρῆσιν τοῦ ἁρμόσαντος αὐτοῖς μέρους ἐκ τῆς κληρονομίας τοῦ ἰδίου ἀδελφοῦ, κἂν ὑπεξούσιος κἂν αὐτεξούσιός ἐστιν.
7
pr.᾿Ανιόντων ὑπόντων τῷ τελευτήσαντι καὶ ἀδελφῶν γνησίων καὶ παίδων ἀδελφοῦ ἀμφιθαλοῦς προτελευτήσαντος, πάντες καλοῦνταὶ εἰς τὴν διαδοχὴν, κἂν θήλειαι κἂν ἄῤῥενες ὦσιν. οἱ γὰρ ἀδελφόπαιδες ὑπεισέρχονται τὸ τοῦ ἰδίου πατρὸς πρόσ ωπον, καὶ λαμβάνουσι εἴ τι ἔμελλε λαμβάνειν ὁ πατὴρ αὐτῶν Τ.
8
pr.Οἱ ἐκ τῶν αὐτῶν γονέων φύντες ἀδελφοὶ πρώτην ἔχουσι τάξιν εἰς τὸ κληρονομῆσαι τὸν ἴδιον ἀδελφὸν, ἄλλων ἀδελφῶν προκειμένων μὴ ὄντων ἀδελφῶν· ἀμφιθαλῶν. πλὴν εἰ ὕπεισι παῖδες ἑτέρου ἀδελφοῦ αὐτῶν ὁμομητρίου καὶ ὁμοπατρίου, κακεῖνοι ὁμοῦ καλοῦνται, τουτέστιν οἱ ἀδελφοὶ καὶ οἱ παῖδες τοῦ ἀμφιθαλοῦς ἀδελφοῦ, εἰς τὰ τοῦ τελευτήσαντος αὐτῶν μὲν ἀδελφοῦ, ἐκείνων δὲ θείου. εἰ δὲ μὴ ὑπεισιν ἀδελφοὶ ἢ παῖδες ἀδελφῶν τοιούτων, δηλονότι τότε οἱ ἐκ διαφόρων γονέων φύντες ἀδελφοὶ κληρονομοῦσι τὸν ἀποθανόντα ἀδελφόν.
9
pr.Ἐάν τις τελευτήσῃ ἐπὶ ἀδελφῷ ἐκ διαφόρων γονέων ὑπάρχοντι καὶ ἐπὶ υἱοῖς ἀδελφοῦ ὁμοπατρίου καὶ ὁμομητρίου, οἱ τεκνάδελφοι προτιμῶνται τοῦ ἀδελφοῦ εἰς τὴν κληρονομίαν. καὶ γὰρ οἱ ἀπὸ τῶν αὐτῶν γονέων θεῖοι προτιμῶνται τῶν ἐκ διαφόρων ὄντων γονέων ἀδελφοπαίδων. ἰστέον δὲ, ὅτι ἀδελφῶν ἀμφιθαλῶν καὶ παίδων τοιούτων ἀδελφῶν μὴ ὑπόντων, τότε οἱ ἐκ διαφόρων γονέων ἀδελφοὶ κληρονομοῦσι τὸν ἐξ ἑνὸς γονέως ὄντα ἀδελφὸν αὐτῶν.
10
pr.᾿Αδελφοῦ μὴ ὑπόντος μηδὲ ἀδελφόπαιδος, οἱ λοιποὶ ἐκ πλαγίου συγγενεῖς καλοῦνται οἱ τῷ βαθμῷ μέντοι ὄντες ἐγγύτεροι, καὶ εἰ εὑρεθῶσι πολλοὶ τοῦ αὐτοῦ βαθμοῦ ὑπάρχοντες, ἐπίσης κληρονομοῦσι.
11
pr.Εἰ πατὴρ προικίζων τὴν ἑαυτοῦ θυγατέρα συνεφώνη σεν ἀρκεῖσθαι αὐτὴν τῇ δοθείσῃ ὑπὲρ αὐτῆς προικὶ καὶ μὴ ἐπέχειν μέρος ἐκ τῆς αὐτοῦ περιουσίας, οὐκ ἔῤῥωται τοῦτο τὸ σύμφωνον, οὐδὲ κωλύεται αὐτοῦ ἀδιαθέτου τελευτῶντος ἡ θυγάτηρ τὴν προῖκα τοῖς λοιποῖς ἀδελφοῖς συνεισφέρειν εἰς τὸ κληρονομῆσαι.
12
pr.Τὴν προγάμου δωρεάν ὥσπερ τὴν προῖκα δεῖ συνεισφέρεσθαι ἀδιαθέτου τελευτῶντος τοῦ ταύτην ἐπιδεδωκότος, εἴτε μήτηρ ἐστὶν εἴτε πατὴρ ἤ τις τῶν ἀνιόντων ἢ πρὸς πατρὸς ἢ πρὸς μητρός.
13
pr.Καὶ ὁ κωφὸς καὶ ὁ ἄλαλος καλῶς ἐνίστανται κληρονόμοι.
14
pr.Τὰ ἐν τῷ μέσῳ συμβαίνοντα τῷ κληρονόμῳ οὐ βλάπτει, οἷον ἐὰν περιορισθῇ ἢ ἐξορισθῇ μετὰ τὴν διαθήκην καὶ πάλιν ἀποκατασταθῇ.
15
pr.Ἔῤῥωται ἡ ἔνστασις, εἰ καὶ τὸ ὄνομα τοῦ κληρονόμου μὴ λεχθῇ, ἀλλ᾽ ὁμολογούμενον γνώρισμα.
16
pr.Οἱ κληρονόμοι δικαίου εἰσὶ διάδοχοι, καὶ ἐὰν μὴ διέλῃ εἰς αὐτοὺς ὁ διαθέμενος, ἐξίσου καλοῦνται.
17
pr.Καὶ ὁ αἰχμάλωτος διὰ τὴν ἐλπίδα τῆς ὑποστροφῆς καλῶς γράφεται κληρονόμος, καὶ ὁ δοῦλος αὐτοῦ, καὶ ἐὰν ὑποστρέφῃ, λαμβάνει τὴν κληρονομίαν.
18
pr.Ἔγραψά σε κληρονόμον· εἴτα φήμης γενομένης ὅτι ἐτελεύτησας, δευτέραν ἔγραψα διαθήκην, οὕτως εἰπών· ἐπειδὴ ὃν ἤθελον οὐκ ἠδυνήθην σχεῖν κληρονόμον, ἔστω ὁ δεῖνα κληρονόμος. διὰ γοῦν τὴν γνώμην μου σὺ ὁ πρότερος γίνῃ κληρονόμος, καὶ δίδως τὰ ἐν τῇ διαθήκῃ λεγάτα, ὡς ἂν ἐν αὐτῇ ἐγράφης.
19
pr.Ἡνίκα τελευτήσῃ ἀνὴρ ἢ γαμετὴ ἀδιάθετοι, καὶ μηδένα ἐκ τῶν ἀνιόντων ἢ κατιόντων ἢ τῶν ἐκ πλαγίου ἔννομον ἢ φυσικὸν σχοίησαν διάδοχον, τότε ὁ ἀνὴρ εἰς τὴν τῆς γυναικὸς καλείσθω ἐξ ὁλοκλήρου περιουσίας κληρονομίαν, καὶ ἡ γυνὴ ὡσαύτως τὸν ἄνδρα διαδεχέσθω.
20
pr.Γράφειν δυνάμεθα κληρονόμους τοῦτο μὲν ἐλευθέρους τοῦτο δὲ καὶ οἰκέτας ἡμετέρους. ἀλλὰ καὶ δίχα ἐλευθερίας ἡ τοῦ οἰκέτου ἔνστασις ἔῤῥωται, ἥτις καὶ χωρὶς ἐλευθερίας γραφέντας αὐτοὺς ἀκωλύτως ἐπὶ τὴν κληρονομίαν καλεῖ.
21
pr.Τοὺς δούλους τῶν δυναμένων γράφεσθαι κληρονόμων δυνάμεθα γράφειν κληρονόμους. ὁ γὰρ δοῦλος ἐκ προσώπου τοῦ δεσπότου αὐτοῦ ἔχει διαθήκης προνόμιον.
22
pr.Οὐκ ἀεί τις τὸν ἴδιον δοῦλον ἔνστατον γράφει κληρονόμον ἰσχυρῶς, ἀλλ᾽ οὐδὲ μετὰ ἐλευθερίας, ὡς ἐπὶ τοῦ τοιούτου θέματος· ἀπέθετό τις ἀνὴρ κατηγορίαν κατὰ τῆς ἰδίας γυναικὸς, λέγων αὐτὴν ὑπὸ τοῦ ἰδίου δούλου μοιχεύεσθαι. μήπω περαιωθέντος τοῦ δικαστηρίου ἡ εἰρημένη γυνὴ τελευτῶσα τὸν τοιοῦτον δοῦλον μετὰ ἐλευθερίας ἐνεστήσατο κληρονόμον. μετὰ τὴν ἐκείνης τελευτὴν ζήτησις γέγονεν, εἰ ἔῤῥωται τὰ τῆς ἐνστάσεως, καὶ οἱ νομικοὶ ἀντέγραψαν, τὸν οἰκέτην ἔνοχον ὄντα μοιχείας οὐκ ἰσχυρῶς ἐν τῇ διαθήκῃ ἐλευθεροῦσθαι δύνασθαι πρὸ τοῦ πέρατος τοῦ δικαστηρίου ὑπ᾽ ἐκείνης αὐτοῦ τῆς δεσποίνης, ἥτις ὡς ὑποπεσοῦσα τῷ ἐγκλήματι κατηγορεῖτο. ὡς οὖν ἡ ἔνστασις ἡ ἐπὶ τῷ τοιούτῳ γενομένη δούλῳ πάσης ἰσχύος ἐστὶν ἐκτός.
23
pr.Μήτηρ ψευδῶς ἀκούσασα τὸν στρατιώτην αὐτῆς υἱὸν τελευτῆσαι, κληρονομεῖ αὐτόν.
24
pr.Ἐκ τῆς ριε΄ τῶν νεαρῶν διατάξεων. — Οἱ ἐκ διαφόρων γάμων τικτόμενοι παῖδες, κἂν ὁ εἷς γάμος ἄπροικος ἦν, πάντες τὸν πατέρα διαδεχέσθωσαν. καὶ μετὰ ῥεπούδιον ἤτοι διαζύγιον οἱ παῖδες κληρονομείτωσαν τοὺς γονεῖς, τρεφόμενοι καὶ μένοντες παρὰ τῷ πατρὶ τὴν αἰτίαν τῆς λύσεως μὴ ποιήσαντι. εἰ δ᾽ ἐξ αὐτοῦ ἡ αἰτία τῆς λύσεως γέγονε, μένουσι μὲν παρὰ τῇ μητρὶ μὴ δευτερογαμούσῃ, τρέφονται δὲ παρὰ τοῦ πατρός· ἀποροῦντος δὲ, μένουσι παρὰ τῇ μητρὶ καὶ τρέφονται παρ᾿ αὐτῆς.
25
pr.Ἐκ τῆς ιη΄ τῶν νεαρῶν διατ. Ὁ ἐξ ἐλευθέρας ἔχων παῖδας, εἰ μὲν ποιήσῃ προικοσυμβόλαια, γνησίους αὐτοὺς ποιεῖ, κἂν προετέχθησαν. καὶ ὁ ἐκ δούλης δὲ ἐσχηκὼς παῖδας καὶ ταύτην ὕστερον ἅμα τοῖς παισὶν ἐλευθερώσας καὶ πρὸς αὐτὴν προικῷα ποιήσας, ταύτην μὲν νόμιμον γυναῖκα ποιεῖ, καὶ τοὺς παῖδας γνησίους κληρονομοῦντας αὐτὸν ἐξίσης.
26
pr.Ἐκ τῆς πζ΄ τῶν νεαρῶν διατάξεων. – Ὁ τελευτῶν ἐπὶ παλλακῇ καὶ νόθοις παισὶ, γνησίας μὲν ὑπούσης γονῆς, γαμετῆς δὲ χωρὶς, ἄχρι μιᾶς οὐγγίας καὶ μόνον καταλιμπανέτω αὐτοῖς· τῇ δὲ παλλακῇ μὴ ἐχούσῃ παῖδας ἥμισυ οὐγγίας δωρείσθω καὶ μόνον. εἰ δέ τι περισσὸν δῷ, οἱ γνήσιοι παῖδες τοῦτο ἐκδικείσθωσαν. γνησίων δὲ μὴ ὑπόντων παίδων ἢ ἀνιόντων, τὸ πᾶν αὐτοῖς εἰ βούλοιτο διδότω. εἰ δὲ περίεισιν ἀνιόντες, τὸ νόμιμον αὐτοῖς καταλιμπάνων τὸ λοιπὸν δωρεῖται ὡς βούλεται. ἀδιαθέτου δέ τινος τελευτῶντος ἐπὶ νόθοις παισὶν, ὑπόντων δὲ καὶ γνησίων ἢ καὶ γαμετῆς, μηδὲν οἱ νόθοι λαμβάνωσιν· ἀποτρεφέσθωσαν δὲ ὑπὸ τῶν κληρονόμων. τούτων δὲ μὴ ὑπόντων, τὸ διούγγιον καὶ μόνον μετὰ τῆς μητρὸς λαμβανέτωσαν, μὴ ὑπούσης δὲ αὐτῆς μόνοι, τοῦ λοιποῦ τοῖς ἐξ ἀδιαθέτου ἢ τούτων μὴ ὑπόντων τῷ δημοσίῳ διδόσθωσαν.
27
pr.Ὁ ἔχων γαμετὴν οὐ δύναται ἔχειν παλλακὴν, ἀλλ᾽ οὐδὲ οἱ ἐξ αὐτῆς τικτόμενοι δύνανται τοῦτον κληρονομεῖν.
28
pr.Οἱ ἐξ ἀθεμιτογαμίας οὔτε νόθοι εἰσὶν, οὔτε κληρονομοῦσι τοῦ πατρός τι, οὔτε τρέφονται ἐξ αὐτοῦ.
29
pr.Ἐκ τοῦ α΄ βι. τί. ε΄ τῶν διγ. Οἱ ἐκ πορνείας καὶ συγκεχυμένης σπορᾶς τικτόμενοι παῖδες λέγονται σπούριοι. οὗτοι δὲ τῇ μητρὶ ἕπονται, οἱ δὲ νόμιμοι τῷ πατρί.
30
pr.Τί. γ΄ βι. τοῦ αὐτοῦ 32. Ὁ ἀναγκάσας τινὰ ἢ ἑαυτὸν ἢ ἕτερον γράψαι κληρονόμον ἐνάγεται καὶ χρηματικῶς καὶ ἐγκληματικῶς.
31
pr.Ἐάν τις ἐγκύμονα ἔχων γυναῖκα αὐτὴν μὲν εἰς μέρος γράψῃ κληρονομεῖν, τὸν δὲ ἐξ αὐτῆς κυοφορούμενον εἰς τὸ ἐπίλοιπον, ἐπαγαγών· εἰ μὴ τεχθῇ ὁ κυοφορούμενος, ὁ δεῖνα ἔστω κληρονόμος· εἰ μὲν [μὴ] τεχθῇ, χώρα ἔστω τῷ ὑποκαταστάσει· εἰ δὲ τεχθῇ, ἄνηβος [δὲ] τελευτήσῃ, εἰ μὲν περίεστιν ἡ μήτηρ αὐτοῦ, καὶ εἰς τὸ τούτου μέρος καλείσθω· μὴ οὔσης δὲ αὐτῆς, πάλιν ὁ ὑποκατάστατος ἐρχέσθω.
32
pr.Ἐκ τοῦ.. τί. βι. τοῦ αὐτοῦ. Ἐάν τις γράψη τινὰ κληρονόμον νομίζων αὐτὸν ἴδιον υἱὸν εἶναι, ὃν οὐκ ἂν ἔγραψε κληρονόμον, εἰ μὴ τῇ αὐτῇ δόξῃ ἐκεκράτητο, εὑρεθῇ δὲ οὗτος ὑποβολιμαῖος, ἐκπίπτει τῆς κληρονομίας.
33
pr.Ἐκ τοῦ βι. τοῦ εἰρημένου γ΄ τί. Ἐάν τις ἀνὴρ διαλεχθῇ τῇ ἑαυτοῦ γυναικὶ καὶ πείσῃ αὐτὴν γράψαι αὐτὸν κληρονόμον, οὐ δοκεῖ ἀνάγκην ἐπιθεῖναι αὐτῇ.
34
pr.Ὁ ἐν αἰχμαλωσίᾳ τελευτῶν καὶ μήτινα ἔχων τοῦ κληρονομεῖν αὐτὸν ἢ ἀνιόντας ἢ κατιόντας ἢ ἐκ πλαγίου, ὁ φίσκος τὴν περιουσίαν αὐτοῦ λαμβάνει, καὶ τὸ ἐξ αὐτῆς τρίτον διδόσθω εἰς ψυχικὰς αὐτοῦ διαδόσεις, ἐὰν μὴ χρέα εἰσίν. τὰ γὰρ οἰκετικὰ πρόσωπα ἐλευθεροῦνται, καὶ εἰ χρέα εὑρεθῇ, διδόσθω ἐκ τῆς ῥηθείσης περιουσίας.
35
pr.Γυνὴ υἱὸν ἀπὸ τῶν νομίμων γάμων ἔτεκε καὶ ἄλλον πορνογενῆ ἔσχεν, ᾧτινι πατὴρ ἄδηλός ἐστι· κατὰ ποῖον τρόπον τὰ μητρῷα πράγματα πρὸς αὐτοὺς ἔρχονται, εἴτε εἰς μόνον παῖδα τὸν νόμιμον, εἴτε εἰς τὸν πορνογενῆ, ἀμφιβάλλεται. θεσπίζομεν οὖν, ἵνα μήτε ἐκ διαθήκης μήτε ἐξ ἀδιαθέτου μήτε ἀπὸ δωρεᾶς ἐν ζωῇ γενομένης νομίμων παίδων ὑπόντων τὶ παντελῶς ἐκ τῶν ἐνδόξων μητέρων εἰς τοὺς πορνογενεῖς ἔλθῃ· ἐπειδὴ ἐν ταῖς εὐγενέσι γυναιξὶ καὶ ἐνδόξοις, αἷστισιν ἡ τῆς σωφροσύνης παραφυλακὴ ἐξαίρετον χρέος ἐστὶν, ἀχρεῖόν ἐστι νομίζεσθαι τοὺς πορνογενεῖς παῖδας. πάνυ γὰρ ἄδικον, πάνυ σφοδρὸν κατὰ τὸν ἡμέτερον νόμον, ὡς γὰρ καὶ αὐτὴν τὴν σωφροσύνην ἐπιμελητέον διὰ παντὸς κρίνομεν καὶ ἀξίως καθιεροῦμεν. ἐὰν δὲ παλλακὴ ἐλευθέρας τύχης ὑπάρχουσα υἱὸν ἢ θυγατέρα ἀπὸ θεμιτῆς συνηθείας πρὸς ἄνθρωπον ἐλεύθερον γενομένης ἔτεκε, τούτους καὶ μετὰ τῶν νομίμων παίδων εἰς τὰ μητρῷα διελθεῖν πράγματα, [ἅτινα αὐτῇ] νομίμῳ δικαίῳ καὶ ἐν ἰδίᾳ οὐσίᾳ κέκτηται, οὐδὲ εἷς φθόνος ἐστίν.
36
pr.Ἐὰν ἐλεύθερος μετὰ δούλης ἀλλοτρίας ἔχῃ τινὰ συνήθειαν, τελευτῶντος αὐτοῦ οὐ δύναται ὁ δεσπότης τῆς κόρης τὴν κληρονομίαν αὐτοῦ ἐκδικῆσαι.
37
pr.Ἐὰν ὁ υἱός μου τὴν πολιτείαν ἀπολέσῃ ἢ ὑπεύθυνος γένηται ποινῆς, ὁ ἐξ αὐτοῦ ἔκγονος εἰς τὸν τόπον αὐτοῦ ὑπεισέρχεται.
38
pr.Ἐκ τοῦ ε΄ τί. α΄ βι. τῶν διγ. Οὐκ εἰσι παῖδες οἱ παρὰ τὴν φύσιν τικτόμενοι τεράστιοι. οἷς δὲ περισσεύσουσι μέλη, παῖδές εἰσιν.
39
pr.Ἐν ὅσῳ τὶς ἐν αἰχμαλωσίᾳ ἐστὶν, οὐ κληρονομεῖ οὔτε δικαστήριον κινεῖται κατ᾿ αὐτοῦ.
40
pr.Καὶ τοῦτο ἡμῖν ἔδοξεν εὐσεβές τε ἅμα καὶ χάριεν, ἵνα ὁ τελείαν ἔχων ἡλικίαν μὴ δύναται τὸν συγγενῆ αὐτοῦ ἐξ ἀδιαθέτου κληρονομεῖν, παρ᾽ οὗ προσκληθεὶς ἐπὶ ἐκδικήσει ἰδίου αὐτοῦ πράγματος κατημέλησε χωρὶς εὐλόγου προφάσεως.
41
pr.Ὁ ἐνήλικος ἀνηλίκῳ συζῶν οὐ δύναται τοῦτον ἐξ ἀδιαθέτου κληρονομεῖν μὴ ἐκδικῶν τὰ αὐτοῦ πράγματα.
42
pr.Ὁ συγγενῆ κεκτημένος δύναται τοῦτον ἐξ ἀδιαθέτου κληρονομεῖν. τὰ αὐτὰ καὶ περὶ αἰχμαλώτων.