JGR IV 3.36
Περὶ ἀποκαταστάσεως.
Abrir no leitor do IusCommune →1
pr.᾿Αποκαθίστανται οἱ ἥττονες τῶν κε ἐνιαυτῶν κατὰ τῶν πραθέντων ἐνεχύρων παρὰ τῶν ἰδίων δανειστῶν, εἰ μὴ ἄρα ὁ τούτων πατὴρ τὰ ἐνέχυρα τοῖς δανεισταῖς ἔδωκε, καὶ οὐκ αὐτοί '.
2
pr.Οὐκ ἐν πᾶσιν οἱ νέοι ἀποκαθίστανται, ἀλλ᾽ ἐν οἷς ὑφ᾽ ἑαυτῶν ἢ ὑφ᾽ ἑτέρων ἀπολέσαντες ἢ μὴ κτησάμενοι ἢ ἐνοχοποιηθέντες.
3
pr.Τὸ τοῦ ἀφήλικος ἀκίνητον πρᾶγμα καλῶς πωλεῖται διὰ ἴδιον αὐτοῦ χρέος ἢ διὰ πατρῷον ἢ δημόσιον, δηλονότι ἐπὶ φανερᾶς κριτοῦ ἀποφάσεως.
4
pr.Καλῶς ἀνατρέπουσιν οἱ ἥττονες, ἅπερ κατὰ δόλον κακῶς ἐπώλησαν οἱ αὐτῶν κηδεμόνες.
5
pr.Ἐὰν εἴπῃ ἑαυτὸν μείζω ὁ ἥττων κατὰ πλάνην, οὐδὲν ἧττον ἀποκαθίσταται.
6
pr.Ὁ ἥττων συγγνώμην ἡλικίας αἰτήσας δύναται ἀνατρέψαι ὃ κακῶς ἐπώλησεν, εἴσω ἐνιαυτοῦ μετὰ τὸν κε χρόνον. ὡσαύτως δὲ καὶ ὃ κακῶς ἠγόρασεν ἢ ἐνήλλαξε, δύναται αὐτὸ ἀνατρέψαι, τὸ καταβληθὲν ἐπαναλαμβάνων τίμημα εἴσω τοῦ εἰρημένου χρόνου. τοῦτο δὲ προνόμιον καὶ κληρονόμοις αὐτοῦ παραπέμπεται.
7
pr.Ἐὰν χαρίσηταί τι ἀφῆλίξ τινι πρᾶγμα αὐτοῦ, δύναται μετὰ τὸ παρελθεῖν τὰ κε ἔτη ἐντὸς τετραετίας ἀγωγὴν ποιήσασθαι καὶ τὸ οἰκεῖον ἐπαναλαμβάνειν πρᾶγμα.