JGR IV 3.37
Περὶ ἀποκλήρων.
Abrir no leitor do IusCommune →1
pr.Πολλάκις πατέρες ποιοῦντες ἀποκλήρους παῖδας τοὺς ἑαυτῶν μετὰ ὑβριστικῆς αἰτίας τιθέασι τὴν ἀποκήρυξιν, λέγοντες· ὁ υἱός μου ἔστω ἀπόκληρος, ἐπειδὴ κακῶς ἔζησεν, ἐπειδὴ ἔκλεψεν, ἐπειδὴ ὑβρισέ με· καὶ τὰ τοιαῦτα λέγουσι ἁμαρτήματα τῶν παίδων, ἅτινα ἀτιμοποιοὺς αἰτίας περιέχει. ταῦτα τοίνυν τὰ τῶν πατέρων ῥήματα νομοθετεῖ ἡ διάταξις ἀτιμίαν μὲν [μὴ] ἐπιφέρειν τοῖς παισὶ, παρὰ δὲ τοῖς σταθεροῖς ἀνδράσι διαβολὴν μὲν ἐργάζεσθαι κατὰ τῶν παίδων, ὡς μὴ δυνηθέντων ἀρέσαι τῷ οἰκείῳ πατρί '.
2
pr.Ὁ ἄῤῥην παῖς, εἰ μὴ ἐγγυᾶται εἰς ὅσον εὐπορεῖ τὸν ἴδιον πατέρα ἐγκεκλεισμένον, εὐλόγως· παρ᾿ αὐτοῦ ἀχαριστεῖται. εἴτε ταμειακή ἐστιν εἴτε κογχυλευτικῇ ὑπόκειται τύχῃ.
3
pr.Εἴ τις τοῖς ἰδίοις γονεῦσι χεῖρας ἐπιβάλλῃ, ἢ βαρεῖαν καὶ ἀπρεπῆ αὐτοῖς ὕβριν ἐπαγάγῃ, ἢ ἐπὶ ἐγκληματικῆς αἰτίας αὐτοῖς κατηγορήσῃ τῆς μὴ οὔσης κατὰ βασιλέως ἢ πολιτείας, ἢ μετὰ φαρμακῶν ὡς φαρμακὸς συναναστρέφεται, ἢ τῇ ζωῇ αὐτῶν διὰ φαρμακείας ἢ ἄλλῳ τρόπῳ ἐπιβουλεῦσαι πειραθῇ, τὸν τοιοῦτον ἀπόκληρον εἶναι θεσπίζομεν.
4
pr.Εἰ τῇ ἰδίᾳ μητρυιᾷ ἢ τῇ τοῦ πατρὸς παλλακῇ ὁ υἱὸς ἑαυτὸν μίξῃ.
5
pr.Εἰ συκοφάντης κατὰ τῶν ἰδίων γονέων αὐτὸς γένηται καὶ διὰ τῆς ἰδίας καταμηνύσεως βαρείας αὐτοὺς ζημίας ὑπομεῖναι παρασκευάσῃ.
6
pr.Εἰ ἐν ἀσθενείᾳ σώματος χρονίᾳ κατακειμένων αὐτῶν ἢ ἐγχειρίᾳ καὶ ἀδυναμίᾳ καταντησάντων αὐτῶν, ἀμελήσωσι τῆς τούτων φροντίδος οἱ παῖδες, καὶ μετακαλούμενοι παρὰ τῶν γονέων μὴ βουληθεῖεν ἐπιμελείας αὐτοὺς ἀξιῶσαι.
7
pr.Εἰ συμβῇ τινα τῶν εἰρημένων ἐγκεκλεῖσθαι, οἱ δὲ παῖδες οἱ δυνάμενοι ἐξ ἀδιαθέτου εἰς τὴν τούτων διαδοχὴν ἐλθεῖν αἰτηθέντες ἤγουν ὁ εἷς ἐξ αὐτῶν μὴ βουληθείη εἰς τὴν ἐγγύην τοῦτον ὑποδέξασθαι ἢ ὑπὲρ προσώπου ἢ τοῦ χρέους, εἰς ὅσον ἐπιτήδειος ὁ αἰτούμενος. τοῦτο εἰς μόνους τοὺς ἄῤῥενας ἐπὶ ἐγγύης ἐθεσπίσαμεν.
8
pr.Εἰ ἐλεγχθῇ τις τῶν παίδων, ὅτι ἐκώλυσε τοὺς ἰδίους γονεῖς ποιήσασθαι διαθήκην· ὥστε εἰ μὲν μετὰ ταῦτα διαθήκην ποιήσασθαι δυνηθεῖεν, ἄδειαν αὐτοῖς εἶναι ὑπὲρ τῆς τοιαύτης αἰτίας τὸν παῖδα ἀπόκληρον ποιεῖν. εἰ οὖν μηδὲν ἐν τῇ διατυπώσει τοῦτον μέμψηται, ἀργεῖ ὁ τῆς ἀχαριστίας λόγος· εἰ δὲ ἐν αὐτῇ τῇ κωλύσει τῆς διαθήκης τὶς τῶν γονέων τελευτήσῃ, καὶ ἄλλοι, ἐξ ἀδιαθέτου εἰς τὴν τοῦ τελευτήσαντος κληρονομίαν ἢ μετὰ τοῦ παιδὸς τοῦ τὴν διαθήκην γενέσθαι κωλύσαντος ἢ οἱ μετ᾿ αὐτὸν καλούμενοι, εἴτε οὓς κληρονόμους ἔχειν ἠβούλοντο, εἴτε οἱ βλάβην· τινὰ ἐκ τῆς αὐτῶν κωλύσεως ἐν τῇ διαθήκῃ ὑπομείναντες, τοῦτο αὐτὸ ἀποδεῖξαι δυνηθῶσι, τὸν τοιοῦτον ἀπόκληρον γενέσθαι.
9
pr.᾿Αλλὰ καὶ εἰ παρὰ γνώμην τῶν γονέων μίμοις ἑαυτὸν ὁ υἱὸς ἐγκαταλέξοι, καὶ ἐν τούτῳ τῷ ἐπιτηδεύματι διαμείνοι, εἰ μὴ τυχὸν καὶ οἱ γονεῖς τῆς τοιαύτης ἐπιτηδεύσεως γεγόνασιν.
10
pr.Εἴ τις ἐκ τῶν εἰρημένων γονέων βουλόμενος τῇ ἰδίᾳ θυγατρὶ ἢ καὶ ἐκγόνῃ ἄνδρα δοῦναι καὶ προῖκα κατὰ τὴν ἰδίαν δύναμιν τῆς ἰδίας περιουσίας ὑπὲρ αὐτῆς παρασχεῖν, μὴ συναρέσῃ, ἀλλ᾽ αἰσχρὸν βίον διάγειν ἐπιλέξηται.
11
pr.Εἴ τις ἐκ τῶν εἰρημένων γονέων μανῇ, καὶ οἱ παῖδες αὐτοῦ, ἢ τινες ἐξ αὐτῶν ἢ παίδων αὐτῶν μὴ ὑπόντων οἱ ἄλλοι αὐτοῦ συγγενεῖς καὶ οἱ ἐξ ἀδιαθέτου οἱ εἰς τὸν αὐτὸν κλῆρον καλούμενοι, ὑπηρεσίαν καὶ φροντίδα μὴ προσήκουσαν αὐτῷ παράσχοιεν, εἰ μὲν τῆς τοιαύτης ἀπαλλαγῇ νόσου, ἔσται αὐτῷ ἄδεια, πότερον βούλεται τὸν παῖδα ἢ τοὺς παῖδας ἢ συγγενεῖς ἠμεληκότας ἀχάριστον ἢ ἀχαρίστους ἐν τῇ ἰδίᾳ γράψαι δια θήκῃ· εἰ δὲ ἐν τῇ νόσῳ τῆς μανίας αὐτοῦ κατεχομένου ἐξωτικός τις ἴδοι ἀπὸ τῶν οἰκείων ἀμελούμενον παίδων ἢ συγγενῶν ἢ ἄλλων ὑπ᾿ αὐτοῦ γεγραμμένων κληρονόμων, καὶ διὰ συμπάθειαν βουληθῇ αὐτοῦ φροντίσαι, δίδομεν ἄδειαν διαμαρτυρίας τοῖς ἐξ ἀδιαθέτου ἢ ἀπὸ διαθήκης ἤδη γενομένης εἰς τὸν τοῦ μεμηνότος κλῆρον καλουμένοις ἐγγράφως στέλλειν, ὥστε σπουδάζειν αὐτοὺς τούτου φροντίζειν· εἰ δὲ καὶ μετὰ τὴν τοιαύτην μαρτυρίαν ἀμελήσειαν, καὶ ὁ ἐξωτικὸς ἐν τῷ αὐτοῦ οἴκῳ τὸν μεμηνότα ὑποδεξάμενος δαπανήμασιν οἰκείοις ἄχρι τελευτῆς αὐτοῦ φροντίσας δειχθῇ, τὸν τὴν ὑπηρεσίαν καὶ τὴν ἐπιμέλειαν τῷ μεμηνότι παρασχόμενον, κἂν τὰ μάλιστα ἐξωτικὸς εἴη, εἰς τὴν τούτου διαδοχὴν ἔρχεσθαι θεσπίζομεν, ἀνατρεπομένης τῆς αὐτῶν ἐνστάσεως, ἅτε δὴ ἀναξίων ὄντων, τῷ μεμηνότι καθάπερ εἰρήκαμεν φροντίδα παρασχεῖν ἀμελησάντων· οὕτω μέντοιγε, ὥστε τὰ λοιπὰ τῆς διαθήκης μένειν κεφάλαια ἐν τῇ ἰδίᾳ ἰσχύι.
12
pr.Εἴ τινα τῶν γονέων ἐν αἰχμαλωσίᾳ κρατεῖσθαι συμβαίνῃ, καὶ οἱ τούτου παῖδες εἴτε πάντες εἴτε εἷς μὴ σπουδάσαιεν τοῦτον ἀναῤῥύσασθαι, εἰ μὲν δυνηθῇ οὗτος τὴν τῆς αἰχμαλωσίας συμφορὰν ἐκφυγεῖν, ἐν τῇ αὐτοῦ εἶναι ἐξουσίᾳ, πότερον ταύτην ἀχαριστίας αἰτίαν ἐν τῇ ἰδίᾳ βούλοιτο ἐγγράψαι διαθήκῃ ἢ καὶ μή· εἰ δὲ τυχὸν διὰ τῆς τῶν παίδων ἀμελείας καὶ καταφρονήσεως μὴ ἐλευθερωθῇ, ἀλλ᾽ ἐν αἰχμαλωσίᾳ τελευτήσῃ, ἐκείνους εἰς τὴν αὐτοῦ διαδοχὴν ἐλθεῖν οὐκ ἀνεχόμεθα, οἵτινες οὐκ ἐσπούδασαν τῆς ἀναῤῥύσεως αὐτοῦ φροντίσαι, ἀλλὰ τὰ αὐτοῖς ἀπ᾿ αὐτοῦ διαφέρειν ὀφείλοντα πράγματα τῇ ἐκκλησίᾳ τῆς πόλεως ἐξ ἧς ὁρμᾶται προσκυροῦσθαι. καταγραφῆς δηλαδὴ ἐπὶ δημοσίου ἐκμαρτυρίου γινομένης, ὥστε μηδὲν ἐκ τούτων παραιτεῖσθαι, ἀλλ᾽ εἰς αἰχμαλώτων ἀναῤῥύσεις προχωρεῖν. ταῦτα δὲ γίνεσθαι, εἰ μὴ τὰ τῆς ἀχαριστίας γραφῇ καὶ φανερῶς κατὰ νόμους ἀποδειχθῇ.
13
pr.Ἐὰν δὲ πρὸ τῆς αἰχμαλωσίας γράψειεν διαθήκην ὁ ἐν αἰχμαλωσίᾳ ὢν ὡς μήτινα ἔχων κληρονόμον ἑτέρους ἐξωτικοὺς ἐάσας, καὶ αὐτοὶ τῆς ἀναῤῥύσεως ἀμελήσωσι, μηδ᾽ αὐτοί τι τῶν αὐτοῦ κληρονομείτωσαν, ἀλλ᾽ εἰς ἀνάῤῥυσιν ὡς εἴρηται αἰχμαλώτων παρὰ τῶν ταῖς ἐκκλησίαις φροντιζόντων δίδοσθαι καὶ τὰς ἐκείνων ψυχὰς διὰ τῆς ἀναῤῥύσεως τῶν ὁμοίων ἐπι κουφίζεσθαι. τὴν δὲ τοιαύτην ποινὴν θεσπίζομεν γίνεσθαι ἐν τοῖς κληρονόμοις τοῖς τὸν ὀκτὼ καὶ δέκατον τῆς ἡλικίας πληρώσασι χρόνον.
14
pr.Ἐν δὲ ταῖς τοιαύταις αἰτίαις ἡνίκα ὑπὲρ ἀναῤῥύσεως ἀναγκαῖόν ἐστι χρήματα δοθῆναι, εἴ τις ἴδια μὴ ἔχοι χρήματα, ἄδειαν ἐχέτω, εἴπερ τῆς εἰρημένης ὑπάρχει ἡλικίας, δανείζεσθαι χρήματα, [καὶ πράγματα ἀκίνητα ἢ] κινητὰ ὑποτίθεσθαι, εἴτε ἴδια ἔχει εἴτε τοῦ ἐν αἰχμαλωσίᾳ κρατουμένου. ἐπειδὴ ἐν τοῖς εἰρημένοις ἅπασι τοῖς ὑπὲρ ἀναῤῥύσεως αἰχμαλώτων δίδοσθαι ἢ ἀναλίσκεσθαι δεικνυμένοις τὰ τοιαῦτα συναλλάγματα ὡς παρὰ προσώπου αὐτεξουσίου καὶ τελείας ἡλικίας ὄντος γινόμενα βέβαια εἶναι παρακελευόμεθα, μηδενὸς τοῖς μετὰ τῶν τοιούτων προσώπων ἐπὶ ταῖς μνημονευθείσαις αἰτίαις καθάπερ εἴρηται συναλλάττουσι προκρίματος γινομένου· ἀνάγκην δηλαδὴ ἔχοντος τοῦ ἐκ τῆς αἰχμαλωσίας ἐπερχομένου τὰ τοιαῦτα συναλλάγματα βέβαια ἡγεῖσθαι καὶ τούτοις ὡς ἰδίοις ὀφλήμασιν ἐνέχεσθαι.
15
pr.Εἴ τις ἐκ τῶν μνημονευθέντων γονέων ὀρδόδοξος ὑπάρχων αἴσθηται τὸν ἴδιον παῖδα ἢ παῖδας μὴ ὄντας τῆς καθολικῆς πίστεως, μηδὲ ἐν τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ κοινωνεῖν ἐν ᾗ πάντες οἱ μακαριώτατοι πατριάρχαι μιᾷ συμπνοίᾳ καὶ ὁμονοίᾳ τὴν ὀρθόδοξον ταύτην πίστιν κηρύσσειν καὶ τὰς ἁγίας ζ συνόδους, τὴν ἐν νικαίᾳ πρώτην, τὴν ἐν ἐφέσῳ, τὴν ἐν χαλκηδόνι, περιπτύσσεσθαι ἤγουν ἀναφέρειν γινώσκονται, καὶ διαμένωσιν οἱ τοιοῦτοι παῖδες ἐν τῇ αὐτῇ ἀπιστίᾳ, δίδομεν τοῖς αὐτῶν γονεῦσιν ἄδειαν, ὑπὲρ ταύτης μάλιστα τῆς αἰτίας ἀχαρίστους αὐτοὺς καὶ ἀποκλήρους ἐν τῇ ἰδίᾳ γράφειν διαθήκῃ. καὶ ταῦτα μὲν περὶ ἀχαριστίας τὰ αἴτια διετυπώσαμεν.
16
pr.Γενικὴν δὲ πρόνοιαν τοῖς παισὶ τοῖς ὀρθοδόξοις παρέχοντες κελεύομεν, σῴων φυλαττομένων τῶν νόμων τῶν ἤδη περὶ τῶν αἱρετικῶν προενεχθέντων καὶ περὶ τοὺς νεστοριανοὺς καὶ ἀκεφάλους, ὡσαύτως δὲ καὶ περὶ τοὺς ἰακωβίτας καὶ μονοθελήτας καὶ ὅσαι ἄλλαι αἱρέσεις εἰσὶ παρὰ τῆς και θολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἀποκηρυσσόμεναι, καὶ ταύταις φωραθεῖέν τινες ἐνεχόμενοι, τὰ αὐτὰ περὶ τούτους ἅπαντας ἀπαραβάτως φυλάττεσθαι· ὥστε εἴποτε γονεῖς εὑρεθεῖεν μιᾷ τῶν ἀπαριθμουμένων αἱρέσεων ἢ καὶ ἑτέρᾳ τινὶ τούτων παραπλήσιον κατεχόμενοι, καὶ διὰ τοῦτο ἐκ τῆς κοινωνίας τῆς καθολικῆς ἐκκλησίας κεχωρισμένοι εἰσὶ, μὴ ἐξεῖναι αὐτοὺς ἄλ λους κληρονόμους ἑαυτοῖς ἐνιστᾶν, εἰ μὴ τοὺς ἑαυτῶν ὀρθοδόξους παῖδας, ἢ παίδων μὴ ὑπόντων τοὺς ἐξ ἀῤῥενογονίας καὶ θηλυγονίας συγγενεῖς, ὀρθοδόξους δηλαδὴ τυγχάνοντας. εἰ δὲ ὡς εἰκὸς ἐκ τῶν παίδων τινὲς μέν εἰσιν ὀρθόδοξοι, ἄλλοι δ᾽ ἐκ ταύτης κεχωρισμένοι, πᾶσαν τὴν τῶν γονέων περιουσίαν εἰς τοὺς παῖδας καὶ μόνον τοὺς ὀρθοδόξους περιέρχεσθαι θεσπίζομεν, εἰ καὶ τελευταίας βουλήσεις τὰ τοιαῦτα πρόσωπα ποιήσουσι παρὰ τὴν δύναμιν τῆς ἡμῶν διατάξεως ἐχούσας. εἰ δὲ μετὰ ταῦτα οἱ ἀδελφοὶ οἱ τῆς ἐκκλησίας κεχωρισμένοι ἐπὶ ταύτην ἀναστρέψουσι, τὸ ἁρμόζον αὐτοῖς μέρος ἐν τῷ σχήματι, ἐν ᾧ εὑρεθῇ κατὰ τὸν χρόνον ὃν ἀποδίδοται, τούτοις παρέχεσθαι, ὡς μηδεμίαν περὶ των καρπῶν ἢ τῆς διοικήσεως τοῦ μέσου χρόνου ὄχλησιν ἢ ἐπάχθειαν τοὺς ὀρθοδόξους ὑπομένειν τοὺς πρῴην τὰ πράγματα διακρατήσαντας. τῶν δὲ τοιούτων πραγμάτων, ἅτινα ἐκ τῆς μοίρας τῶν μὴ κοινωνούντων ἀδελφῶν οἱ ὀρθόδοξοι ἐκτήσαντο, ὥσπερ τὴν ἐκποίησιν κωλύομεν, οὕτως καὶ τῶν παρελθόντων χρόνων τοὺς καρποὺς ἢ τὴν διοίκησιν οὐδαμῶς παρὰ τῶν ὑφ᾽ ὧν διεκρατήθη εἰσπράττεσθαι ἢ ἀναψηλαφᾶσθαι κελεύομεν. εἰ δὲ μέχρι πέρατος τῆς ἰδίας ζωῆς ἐν τῇ αὐτῇ πλάνῃ οἱ μὴ κοινωνοῦντες διαμείνοιεν, τότε τοὺς ὀρθοδόξους ἀδελφοὺς ἢ κληρονόμους αὐτῶν πληρεστάτῳ δεσποτείας δικαίῳ τὰ αὐτὰ πράγματα κεκτῆσθαι θεσπίζομεν. εἰ δὲ οἱ παῖδες πάντες διεστραμμένοι καὶ τῆς καθολικῆς ἐκκλησίας ἀλλότριοι εὑρεθεῖεν, ἄλλοι δὲ ἐγγύτεροι συγγενεῖς ἐξ ἀῤῥενογονίας [ἢ θηλυγονίας] τὴν ὀρθόδοξον πίστιν τιμῶντες καὶ κοινωνικοὶ εἶεν καὶ ἀποδειχθεῖεν, τούτους τῶν παίδων τῶν αἱρετικῶν προτιμᾶσθαι καὶ τὴν αὐτῶν διαδέχεσθαι κληρονομίαν. εἰ δὲ καὶ παῖδες καὶ ἐγγύτατοι συγγενεῖς ἐκ τῆς κοινωνίας τῆς ὀρθοδόξου πίστεως ξένοι τυγχάνουσι, τηνικαῦτα εἰ μὲν σχῆμα κληρικῶν οἱ γονεῖς αὐτῶν ἔχοιεν, τῇ ἐκκλησίᾳ τῆς πόλεως, ὅπου τὴν οἴκησιν εἶχον, τὰ αὐτῶν πράγματα βουλόμεθα διαφέρειν· οὕτω μέντοι, ὥστε εἰ οἱ ἐκκλησιαστικοὶ ἐντὸς ἐνιαυτοῦ προθεσμίας τὰ τῶν τοιούτων προσώπων πράγματα διεκδικῆσαι ἀμελήσαιεν, τὴν αὐτῶν δεσποτείαν τῷ ἡμετέρῳ ταμείῳ ἐκδικεῖσθαι. εἰ δὲ λαϊκοὶ ὦσι, δίχα τινὸς διακρίσεως τὰς αὐτῶν περιουσίας εἰς τὸ θεῖον ἡμῶν ἰδικὸν ὁμοίως περιέρχεσθαι. ἅτινα κρατεῖν θεσπίζομεν καὶ εἰ χωρὶς διαθήκης τὰ τοιαῦτα πρόσωπα τελευτήσει. πάντων τῶν [κατὰ] αἱρετικῶν ἐν ταῖς ἄλλαις διατάξεσι διατυπωθέντων καὶ κατὰ τῶν νεστοριανῶν καὶ ἀκε φάλων καὶ τῶν ἄλλων πάντων τῶν μὴ κοινωνούντων τῇ καθολικῇ ἐκκλησίᾳ, ἐν ᾗ αἱ προλεχθεῖσαι ἁγίαι ζ σύνοδοι καὶ πατριάρχαι ἀναφέρονται, καὶ κατὰ τῶν αὐτῶν κληρονόμων ὁμοίως φυλαττομένων. εἰ γὰρ ὑπὲρ κοσμικῶν αἰτιῶν μεριμνῶμεν, πόσῳ μᾶλλον ὑπὲρ τῆς τῶν ψυχῶν σωτηρίας προνοητικωτάτην φροντίδα δεῖ συνεισφέρειν.
17
pr.Εἰ τοίνυν πάσας τὰς εἰρημένας τῆς ἀχαριστίας αἰτίας εἴτε φανερὰν ἐξ αὐτῶν εἴτε μίαν οἱανδήποτε οἱ γονεῖς τῇ ἰδίᾳ γράψοιεν διαθήκῃ, καὶ οἱ γραφόμενοι κληρονόμοι τὰς ὀνομασθείσας αἰτίας ἢ μίαν ἐξ αὐτῶν ἀληθῆ εἶναι ἀποδείξαιεν, τὴν διαθήκην τὴν ἰδίαν ἔχειν ἰσχὺν παρακελευόμεθα.
18
pr.Θεσπίζομεν τοίνυν, μὴ ἐξεῖναι τοῖς παισὶ τοὺς ἰδίους. γονεῖς ἀποκλήρους καταλιμπάνειν ἢ καθ ' οἱονδήποτε τρόπον τῶν ἰδίων πραγμάτων, ἐν οἷς διατίθεσθαι ἐξουσίαν ἔχουσι, τούτους παντελῶς ἀλλοτρίους ποιεῖν, εἰ μὴ τὰς αἰτίας, ἃς ἀριθμοῦμεν, ἐν ταῖς ἰδίαις ἰδικῶς ἐγγράψοιεν διαθήκαις. ταύτας δὲ εἶναι κελεύομεν· εἰ οἱ γονεῖς εἰς ἀναίρεσιν ζωῆς τοὺς ἰδίους παῖδας [παραδοῖεν], δίχα μέντοιγε αἰτίας εἰς καθοσίωσιν ἀναφερομένης.
19
pr.Εἰ φαρμακείαις ἢ γοητείαις ἢ ἄλλῳ τρόπῳ οἱ γονεῖς τῇ τῶν παίδων ζωῇ ἐπιβουλεύσαντες ἀποδειχθεῖεν.
20
pr.Εἰ ὁ πατὴρ τῇ ἰδίᾳ νύμφῃ ἢ παλλακῇ τοῦ ἰδίου παιδὸς μιγείη.
21
pr.Εἰ οἱ γονεῖς τοὺς ἰδίους παῖδας διαθήκας ποιήσασθαι κωλύσαιεν ἐν τοῖς πράγμασιν, ἐν οἷς ἔχουσιν ἄδειαν τοῦ διατίθεσθαι· πάντων δηλαδὴ τῶν ἐπὶ παντὶ κωλύσει τῶν τοιούτων διαθηκῶν ᾿φυλαττομένων, ἅπερ ἐπὶ τῷ τῶν γονέων προσώπῳ διεστίξαμεν.
22
pr.Αδειά ἐστιν τοῖς παισὶν ἐν ταῖς ἰδίαις διαθήκαις μηδὲν ἐκ τῶν ἰδίων περιουσιῶν ἐκείνῳ τῷ προσώπῳ καταλιμπάνειαν τῷ τὸ τοιοῦτον μῦσος πεπραχέναι γινωσκομένῳ.
23
pr.Εἰ τῶν παίδων ἢ ἑνὸς ἐξ αὐτῶν ἐν μανίᾳ τυγχάνοντος οἱ γονεῖς τῆς φροντίδος αὐτῶν ἀμελήσαιεν, ταὐτὰ φυλάτ τεσθαι προστάττομεν, ἅτινα περὶ τῶν μαινομένων γονέων κατὰ τῶν υἱῶν ἐθεσπίσαμεν.
24
pr.Τούτοις τοῖς θέμασι καὶ τὴν τῆς αἰχμαλωσίας συμφορὰν προστίθεμεν, ἐν ᾗ εἰ τοὺς παῖδας κρατεῖσθαι καὶ διὰ τῆς τῶν γονέων καταφρονήσεως ἢ ἀμελείας μὴ ἀναῤῥυσθέντας τελευτῆσαι συμβαίνει, μηδαμῶς τούτων γονεῖς εἰς τὰς περιουσίας τῶν παίδων ἔρχεσθαι, ἐφ᾽ αἷς διατίθεσθαι οἱ παῖδες ἠδύναντο, ἀλλὰ πάντα καὶ ἐν τούτῳ τῷ κεφαλαίῳ φυλάττεσθαι, ἅπερ καὶ περὶ γονέων καὶ συγγενῶν τῶν ἐξ ἀδιαθέτου εἰς τὰ τῶν τοιούτων προσώπων δίκαια καλουμένων κληρονό-- μων ἀνωτέρω διετυπώσαμεν.
25
pr.Εἴ τις ἐκ τῶν μνημονευθέντων παίδων ὀρθόδοξος τυγχάνων αἴσθηται τὸν ἴδιον γονέα ἢ γονεῖς μὴ εἶναι ὀρθοδόξους, τὰ αὐτὰ καὶ ἐπ᾿ ἐκείνων τῶν προσώπων κρατεῖν, ἅπερ ἀνωτέρω περὶ τῶν γονέων διετυπώσαμεν.
26
pr.Εἰ τὰς τοιαύτας τοίνυν αἰτίας ἢ φανερὰς ἐξ αὐτῶν ἢ μίαν οἱ παῖδες ἐν ταῖς ἰδίαις γράψοιεν διαθήκαις, καὶ οἱ γραφόμενοι παρ᾿ αὐτῶν κληρονόμοι ἢ πάσας φανερὰς ἢ μίαν ἐκ τούτων ἀποδείξαιεν ἀληθῆ, τὴν διαθήκην ἐν τῇ ἰδίᾳ ἰσχύϊ διαμένειν προστάττομεν.
27
pr.Εἰ δὲ ταῦτα μὴ φυλαχθῇ, μηδεμίαν δύναμιν τὴν τοιαύτην διαθήκην εἰς τὴν ἔνστασιν τῶν κληρονόμων ἔχειν θεσπίζομεν, ἀλλ᾽ ἀνατρεπομένης τῆς διαθήκης τοῖς ἐξ ἀδιαθέτου εἰς τὴν τοῦ τελευτήσαντος κληρονομίαν καλουμένοις τὰ ἐκείνου πράγματα δίδοσθαι τυποῦμεν· τῶν λεγάτων δηλονότι καὶ τῶν -- ἐλευθεριῶν καὶ τῶν δόσεων τῶν ἐπιτρόπων καὶ τῶν ἄλλων κεφαλαίων, καθάπερ ἀνωτέρω εἴρηται, τὴν ἰδίαν ἐχόντων ἰσχύν. εἴ τι δὲ [περὶ] λεγάτου παρ᾿ αὐτοῦ δοθέντος ἢ ἐλευθεριῶν· ἢ ἄλλων οἱωνδήποτε κεφαλαίων ἄλλοις νόμοις εὑρεθῇ ταύτῃ τῇ διατάξει ἐναντίον, τοῦτο κρατεῖν κατ᾿ οὐδένα βουλόμεθα τρόπον. καὶ αὗται μὲν τῶν ἀποκλήρων αἱ ποιναὶ, καθὼς διετυπώθησαν· εἴ τινες δὲ ἐξ αὐτῶν εἰς ἐγκλήματα ἀναφέρονται, τοὺς τούτων πράκτορας καὶ τὰς ἄλλας ὑπομένειν ποινὰς τὰς τοῖς νόμοις διωρισμένας. ταῦτα δὲ διετυπώσαμεν, ἵνα καὶ τοὺς γονεῖς καὶ τοὺς παῖδας ἀπὸ τῆς τῶν διαθηκῶν ὕβρεως ἐλευθερώσωμεν.
28
pr.Εἰ δέ τινες κληρονόμοι ὀνομασθεῖεν, κἂν εἰ ῥητοῖς πράγμασιν ἀρκεσθῆναι προσταχθεῖεν, ἐν τούτῳ τὴν μὲν διαθήκην μὴ ἀνατρέπεσθαι προστάττομεν, ὅπερ δ᾽ ἂν ὑπέλαττον αὐτοῖς τῆς ἐκ τῶν νόμων μοίρας καταλειφθῇ, τοῦτο κατὰ τοὺς ἄλλους ἡμῶν νόμους παρὰ τῶν κληρονόμων ἀποπληροῦσθαι. καὶ γὰρ τῆς ἡμετέρας γαληνότητος τοῦτο φροντὶς, τὸ τὴν ὕβριν τῆς ἀποκληρώσεως τῶν γονέων καὶ τῶν παίδων ἀνελεῖν. σκοπεῖν γὰρ ὀφείλουσιν οἱ γονεῖς, ὅτι καὶ αὐτοὶ παῖδες γεγόνασιν καὶ τὰ αὐτὰ παρὰ τῶν οἰκείων γονέων ἐσχήκασι, καὶ παραπλη-- σίως οἱ νῦν ὄντες υἱοὶ σπουδάζουσι τοὺς τῶν γονέων λογισμοὺς θεραπεύειν, ἐπειδὴ καὶ αὐτοὶ γονεῖς ἐπιθυμοῦσι γενέσθαι καὶ ὑπὸ τῶν ἰδίων εὔχονται τιμηθῆναι παίδων.
29
pr.Τὸ εἰπεῖν ὅτι ὁ υἱός μου ἀπόκληρος ἔστω, εἰ μὲν μόνος ἐστὶν, ἔῤῥωται. εἰ δὲ πολλοὶ, οὐδεὶς ἀποκληροῦται διὰ τὸ ὄνομα.