IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.38

Περὶ ἐλευθεριῶν.

Abrir no leitor do IusCommune →

1

pr.Τῶν προσώπων ἄκρα διαίρεσίς ἐστιν αὕτη, ὅτι τῶν ἀνθρώπων οἱ μέν εἰσιν ἐλεύθεροι, οἱ δὲ δοῦλοι. καὶ τὴν μὲν ἐλευθερίαν, ἐξ ἧς ἡ τῶν ἐλευθέρων ἐπινενόηται προσηγορία, οὕτως ὁρίζεσθαι χρή. ἐλευθερία ἐστὶν εὐχέρεια φυσικὴ ἑκάστῳ συγχωροῦσα πράττειν ἃ βούλεται, εἰ μὴ νόμος ἢ βία κωλύῃ. βία μὲν, ἐπειδὴ βουλόμενόν τι πρᾶξαι, ὃ τοῖς νόμοις οὐκ ἀπηγόρευται, διακωλύει τὶς ἰσχύϊ μείζονι βιασάμενος· νόμῳ δὲ, ὅτε τιμωριῶν ἀπειλαῖς εἴργομαι πράττειν ἃ βούλομαι. οἰκέτην γὰρ ποιεῖν κατὰ γνώμην τὶ καὶ δεσπότου δέος ἐμποδίζει '.

2

pr.Δουλεία ἐστὶν ἐθνικοῦ νόμου διατύπωσις, ἐξ ἧς τις ὑποβάλλεται τῇ ἑτέρου δεσποτείᾳ ὑπεναντίον φυσικοῦ νόμου. ἡ γὰρ φύσις πάντας ἐλευθέρους προήγαγεν· ἡ δὲ τῶν πολέμων ἐπίνοια τὴν δουλείαν ἐφεῦρεν. ὁ γὰρ τοῦ πολέμου νόμος κτῆμα τῶν κρατούντων θέλει τοὺς νενικημένους ἐν δουλείᾳ εἶναι.

3

pr.Οἱ δοῦλοι ἢ γίνονται ἢ τίκτονται. τίκτονται μὲν ἐκ τῶν ἡμετέρων θεραπαινίδων, γίνονται δὲ ἐκ τῶν ἐθνικῶν νομίμων, τουτέστιν ἐκ τῆς αἰχμαλωσίας. ἡ μὲν τῶν δούλων τύχη οὐδεμίαν ἐπιδέχεται διαίρεσιν· οὐ γὰρ ἔστιν εἰπεῖν ἐπ᾿ αὐτῶν μᾶλλον ἢ ἧττον δοῦλον. ἐστὶν οὖν ἄτομος ἡ δουλεία. ἐπὶ δὲ τῶν ἐλευθέρων πολλὰς εὑρίσκομεν διαφοράς· ἢ γὰρ εὐγενεῖς εἰσιν ἢ ἀπελεύθεροι.

4

pr.Ἡ αἰτία τῆς ἐλευθερίας ἅπαξ δοκιμασθεῖσα, εἴτε ἀληθὴς εἴτε ψευδὴς εἴη, οὐκ ἀναψηλαφᾶται.

5

pr.Οἱ ἐλεύθεροι εἰς δύο διαιροῦνται, εἰς εὐγενεῖς καὶ ἀπελευθέρους. καὶ εὐγενής ἐστιν ὁ εὐθέως ἅμα τῷ τεχθῆναι ἐλεύθερος ὢν καὶ μήπω τοῦ ζυγοῦ τῆς δουλείας γευσάμενος, εἴτε ἐκ συνοικεσίου εὐγενοῦς τεχθῇ, εἴτε ἐκ δύο ἀπελευθέρων, εἴτε τὸ ἓν πρόσωπόν ἐστιν εὐγενὲς, τὸ δὲ ἕτερον ἀπελεύθερον.

6

pr.Εἴ τις ἐξ ἐλευθέρας τεχθῇ μητρὸς, δούλου δὲ πατρὸς, εὐγενής ἐστιν, ὥσπερ ὁ ἐξ ἐλευθέρας μητρὸς καὶ ἀδήλου πατρὸς τουτέστιν ἀπὸ πορνείας τεχθείς. οὐδὲ βλάπτει τὴν τοῦ παιδὸς εὐγένειαν τὸ ἐκ πορνείας γενέσθαι τὴν σύλληψιν. ἀρκεῖ γὰρ ἐλευθέραν εἶναι τὴν μητέρα κατὰ τὸν τοῦ τοκετοῦ χρόνον, εἰ καὶ ὁ τῆς συλλήψεως καιρὸς οἶδεν αὐτὴν δούλην.

7

pr.Ἡ ἐλευθέρα συλλαβοῦσα εἴπερ δουλωθῇ κατά τινας νόμῳ ἐγνωσμένας αἰτίας [καὶ] τέκῃ, ἐλεύθερον τὸ τεχθέν. ὁ γὰρ κυοφορούμενος οὐ βλαβήσεται ἐκ τῆς συμφορᾶς περιστάσης τὴν μητέρα.

8

pr.Ἐάν τις δούλη οὖσα κατὰ τὸν καιρὸν ὃν συνέλαβε τῆς δουλείας ἐλευθερωθῇ, ὀλίγου δὲ χρόνου παραδραμόντος καταδουλωθῇ, εἶτα τέτοκε μετὰ τὴν καταδούλωσιν, κελεύομεν ἐλεύθερον εἶναι τὸ τικτόμενον. ἀρκεῖ γὰρ τῷ ἐν γαστρὶ ὄντι κατὰ τὸν μέσον καιρὸν ἐλευθέραν εἶναι τὴν μητέρα.

9

pr.Δύναταί τις ἐλευθεροῦν τὸν ἑαυτοῦ δοῦλον ἢ ἐν ταῖς ἁγιωτάταις ἐκκλησίαις, ἢ ἐπ᾿ ἄρχοντος, ἢ ἐπὶ φίλων, ἢ δ᾽ ἐπιστολῆς, ἢ ἐν διαθήκῃ, ἢ ἐν οἱᾳδήποτε τελευταίᾳ βουλήσει.

10

pr.Ἡ διάταξις κελεύει ἐπὶ πάσης ἐλευθερίας, εἴτε παρὰ στρατιώτου εἴτε παρὰ ἰδιώτου, εἴτε ζῶν ἐλευθερώσει τὶς τὸν ἐπίκοινον οἰκέτην εἴτε τελευτῶν, εἴτε ἥμισυ [εἴτε τρίτον εἴτε ὁσονδήποτε μέρος ἔχει τοῦ οἰκέτου], εἴτε δύο εἴτε πλείονές· εἰσι κοινωνοὶ, ἀνάγκην αὐτοὺς ἔχειν τὰ ἴδια μέρη πιπράσκειν, ἢ αὐτῷ τῷ κοινωνῷ βουλομένῳ ἐλευθερῶσαι, ἢ τῷ κληρονόμῳ αὐτοῦ. ἐξέστω δὲ καὶ αὐτὸν τὸν οἰκέτην σὺν τῇ ἐλευθερία - γράφειν κληρονόμον, ἵνα αὐτοῖς δώσῃ τὸ ἴδιον τίμημα. εἰ δὲ παραιτήσονται οἱ κοινωνοὶ πωλῆσαι τὸ ἴδιον μέρος καὶ λαβεῖν τὸ τίμημα, γενέσθω ὁ δοῦλος ἐλεύθερος μηδὲ τιμήματος διδομένου. τὸ δὲ κεκούλιον αὐτοῦ πάντες οἱ κοινωνοὶ ἐχέτωσαν κατὰ τὸ μέρος [τῆς δεσποτείας, ἐξουσίαν ἔχοντος τοῦ ἐλευθεροῦντος τὸ ἴδιον μέρος] τοῦ πεκουλίου παραχωρῆσαι τῷ ἐλευθερουμένῳ· τῶν πατρωνικῶν δικαίων ἁρμοζόντων ἐκείνῳ μόνῳ τῷ ἐλευθερώσαντι.

11

pr.Ἐὰν δὲ ὁ δοῦλος λογοθεσίοις ὑπόκειται, ὁριζέτω ὁ ἄρχων χρόνον, οὗτινος ἐντὸς τὰ λογοθέσια ὁ δοῦλος ὀφείλει ὑποστῆναι καὶ παρασχεῖν εἴ τι χρεωστεῖ, καὶ οὕτως ἐλευθερωθῆναι. ἔστω δὲ τὸ τίμημα τοῦ δούλου, εἰ μὲν ἀτεχνής ἐστι, νομισμάτων τ· εἰ δὲ τέχνην ἐπίσταται, χωρὶς νοταρίου καὶ ἰατροῦ, νομισμάτων λ· ἐὰν δὲ νοτάριος ἐστιν ἢ ἰατρὸς, ἕως ξ· ἐὰν δὲ εὐνοῦχοι ὦσιν οἱ δοῦλοι μείζονες τῶν τ ἐνιαυτῶν, χωρὶς τέχνης νομισμάτων ν· ἐὰν τέχνην ἴσασι, ο νομισμάτων· ἐὰν δὲ τῶν τ ἐνιαυτῶν ἥττονές εἰσι, λ νομισμάτων. ἐὰν δὲ οἱ κοινωνοὶ παραιτήσωνται τὸ τίμημα λαβεῖν, λέγοντες ὅτι καὶ αὐτοὶ ἐλευθερῶσαι βούλονται, πάντες ἅμα ἐλευθερώσουσι, τοῦ πεκουλίου παρ᾿ αὐτοῖς μένοντος κατὰ τὸ μέρος τῆς δεσποτείας, τῶν δὲ δικαίων τῶν πατρωνικῶν πᾶσι τοῖς ἐλευθερωταῖς ὁμοίως ἁρμοζόντων.

12

pr.Ἠράσθη τὶς δούλης ἀλλοτρίας, καὶ συνεφώνησεν πρὸς τὸν δεσπότην αὐτῆς ἄλλο ἀνδράποδον ὑπὲρ αὐτῆς δοῦναι, ἐὰν ἐλευθερώσῃ αὐτὴν ἢ αὐτῷ παραδώσῃ αὐτὴν εἰς τὸ ἐλευθερωθῆναι παρ᾽ αὐτοῦ. καὶ ὁ μὲν δεσπότης τῆς θεραπαίνης ἢ ἠλευθέρωσεν αὐτὴν ἢ παρέδωκε τῷ ἐρῶντι αὐτῆς. λαβὼν δὲ ἐκεῖνος τὴν θεράπαιναν καὶ συναφθεὶς αὐτῇ παῖδας ἔσχεν ἐξ αὐτῆς, οὐ δέδωκε δὲ εὐγνωμόνως τὸ ἀντ᾿ αὐτῆς ἀνδράποδον. ὅθεν προσῆλθεν ὁ τῆς θεραπαίνης ποτὲ δεσπότης, καὶ ἀντιγράφει πρὸς αὐτὸν ἡ διάταξις λέγουσα· ὁπότε θεματίζεις μεταξὺ σοῦ καὶ ἐκείνου, ὅντινα εἰς συνάφειαν τὴν θεράπαιναν τὴν σὴν ἑαυτῷ συζεύξαι μνημονεύεις, ἀρέσαι καὶ συμφωνηθῆναι, ἵνα σοὶ ὑπὲρ αὐτῆς δώσῃ ἀνδράποδον, ὀφείλεις εἰδέναι, ὅτι ἐὰν ἠλευθέρωσας ἢ ἐκείνῳ παρέδωκας καὶ αὐτὸς ἠλευθέρωσεν, ἀνακλητέας τῆς ἐλευθερίας ἐξουσίαν οὐχ ἕξεις, ἀλλὰ μόνον, εἰ μήπω παρῆλθεν ὁ ὡρισμένος τῆς περὶ δόλου ἀγωγῆς χρόνος, τουτέστιν ἡ διετία, καὶ τὴν πίστιν τοῦ συμφωνηθέντος ῥήγνυσιν, ἐπιζητῆσαι ὀφείλεις τὴν περὶ δόλου σοι δοθεῖσαν ἀγωγήν. ἐὰν δὲ παρά σοι ἡ δεσποτεία τῆς θεραπαίνης ταύτης ἐναπομείνει, προσελθὼν τῷ ἄρχοντι τῆς ἐπαρχίας μετὰ τῶν ἐξ αὐτῆς γεννηθέντων δύνασαι αὐτὴν ἀναλαβεῖν, εἰ μή τις κινηθῇ περὶ τύχης αὐτῆς ζήτησις.

13

pr.Ἐὰν ἐξέδωκεν ὡς ἐλευθέραν τὴν ἑαυτοῦ θεράπαιναν ὁ δεσπότης, ὁ δὲ ἐλεύθερος ὧν καὶ πιστεύσας τῷ διδοῦντι ταύτην ἔλαβεν, ἴσως καὶ προικῴων γενομένων συμβολαίων, ἢ μηδὲέ γενομένων, τῆς δὲ γνώμης τὸ πρᾶγμα διοικηθείσης, οὐκ ἂν εἴη δίκαιον τὸν τοιοῦτον μὴ συνεστᾶναι γάμον· ἀλλὰ σιωπηράν ἐλευθερίαν ἀκολουθεῖν εἴτε τῷ ἀνδρὶ εἴτε τῇ γυναικὶ τοιούτου τινὸς παρὰ δεσπότου γεγονότος θεσπίζομεν, ἀναρπάζεσθαί τε τὸν τοιοῦτον ἢ τὴν τοιαύτην εἰς εὐγένειαν, καὶ τὸ πρᾶγμα ὡς ἐπ᾿ ἐλευθέροις τε καὶ εὐγνώμοσι κρίνεσθαι. εἰ δὲ αὐτὸς μὲν οὐ συναρμόσειεν τὸν γάμον ὁ θατέρου τῶν προσώπων δεσπότης, ᾔδει δὲ τὸ γινόμενον καὶ ἐπίτηδες ἀποκρύπτει, ἵνα ὕστερον πρᾶγμα ῥάψοιε τῶν συναφθέντων θατέρῳ, τὴν τοιαύτην τιμωρούμεθα τιμωρίαν εἴγε σαφῶς ἀποδειχθῇ, καὶ ἀφαιρούμεθα τὴν δεσποτείαν ἀπὸ τῶν τοιούτων πονηρῶς βεβουλευμένων· καὶ ἔστω πάλιν καὶ τοῦτο γάμος, ὥσπερ ἂν εἰ συνήνεσεν ὁ κεκτημένος τὴν ἀρχὴν, καὶ ὁ μὲν ἐκπιπτέτω τῆς δεσποτείας, αὖθις δὲ εἰς εὐγένειαν ἁρπαζέσθω τὸ δοῦλον πρόσωπον. τοιούτου. συμβαίνοντος ἀποτελέσματος, εἴπερ συνήνεσεν ἢ εἴπερ ἐκακούργησεν ὁ κεκτημένος, πρόδηλον οὖν, ὡς καὶ οἱ παῖδες οἱ ἐκ τῶν τοιούτων γάμων ἐλεύθεροί τε καὶ εὐγενεῖς ἔσονται.

14

pr.Δοῦλος στρατευόμενος εἰδήσει τοῦ δεσπότου ἐλευθεροῦται.

15

pr.Ὁ μηνύων τὸν φόνον τοῦ οἰκείου δεσπότου τὴν ἐλευθερίαν ἐχέτω ὡς ἔπαθλον.

16

pr.Τὰ παρὰ τῶν δεσποτῶν ἐκτιθέμενα βρέφη εἰς ῥύμας ἢ εἰς ἐκκλησίας ἢ ἑτέρους τόπους, δουλικῆς καταστάσεως καθεστῶτα, ἐλεύθερα παραυτίκα εἶναι κελεύομεν, καὶ εἰ συμβῇ τις σύστασις ὑπάρχειν τῷ ἐνάγοντι εἰς τὸ δεῖξαι, ὅτι τὸ τοιοῦτον πρόσωπον διαφέρει τῇ αὐτοῦ δεσποτείᾳ.

17

pr.Ὁ δεσπότης τὸν ἴδιον δοῦλον ἢ τὴν θεράπαιναν ὡς ἐλευθέραν συνάπτων πρὸς γάμον καὶ σιωπῶν, αὐτίκα εἰς εὐγένειαν ἀνατρέχουσι καὶ ἐλεύθεροί εἰσιν.

18

pr.Τὰ ἐξ ἐλευθέρας γαστρὸς τικτόμενα ἐλεύθερά εἰσιν, εἰ καὶ ἐναπόγραφος δουλείας ἐστὶν ὁ σπορεύς.

19

pr.Περιφρονῶν ὁ δεσπότης τοῦ οἰκείου δούλου ἐν ἀῤῥωστίᾳ καὶ ἀπολύων, ἀπόλλυσι τὴν ἐπ᾿ αὐτῷ δεσποτείαν καὶ ἔστω ἐλεύθερος.

20

pr.Ὁ ἀναφωνῶν εἰς ἐλευθερίαν αὐτὸς δεικνύτω. εἰ δὲ μὴ, κατεχέσθω ἐν δουλείᾳ.

21

pr.Ὁ ἐν νομῇ ἂν ἐλευθερίας καὶ λέγων εὐγενὴς εἶναι, δείκνυσιν. εἰ δέ τις τὸν ἐν νομῇ ὄντα ἐλευθερίας ἀπελεύθερον ἢ δοῦλον εἶναι τοῦτον λέγει, δείκνυσιν. ἔξεστι γὰρ τῷ λέγοντι ἑαυτὸν εἶναι εὐγενῆ ὑφαρπάζειν τὰς ἀποδείξεις.

22

pr.Ὁ βίᾳ τὸν ἐλεύθερον συλλαβόμενος καὶ δήσας, οὔκ ἐστι νομεύς.

23

pr.Ὁ ἀπαιτῶν ὑπηρεσίας τινὰ ὡς ἀπελεύθερον, αὐτὸς δείκνυσιν.

24

pr.Ἐάν τις ἀπὸ νομῆς δουλείας εἰς ἐλευθερίαν ἀναφωνήσῃ, ἀναγκάζεται δεῖξαι ἑαυτὸν εὐγενῆ, καὶ χρὴ τὸ γένος ἀποδεῖξαι καὶ τοῦτο διαβεβαιῶσαι.

25

pr.᾿Απὸ τιμωρίας ἐλεύθερος οὐ καταδουλοῦται, κἂν εἰς μέταλλον δοθῇ.

26

pr.Οὔτε εἰδότος οὔτε ἀγνοοῦντος οὔτε συναινοῦντος τοῦ δεσπότου ἔῤῥωται ὁ τοῦ ἐναπογράφου πρὸς τὴν ἐλευθέραν γάμος.

27

pr.Ὁ στρατιώτης λεγατεύσας τῷ ἰδίῳ δούλῳ τὶ ἐλευθερίαν αὐτῷ χαρίζεται.

28

pr.Λέοντος νεαρά. – Τοὺς ἐν δουλείᾳ συναφθέντας πρὸς γάμον, εἰ μὲν τὸν ἕτερον ὁ δεσπότης ἐλευθερίᾳ τιμήσῃ, μέχρι τελειώσεως αὐτοῦ καὶ βούλεται στέργειν τὸ συνοικέσιον, ἔστω ἄῤῥηκτον· εἰ δὲ τυχὸν ἐλεύθερος θαῤῥῶν τῇ ἐλευθερίᾳ πειραθῇ συναρπάζειν τὸ συνοικοῦν πρόσωπον εἰς τὴν οἰκείαν τύχην, ὑποκύπτειν τῷ ζυγῷ τῆς δουλείας ἕνεκα τῆς τοιαύτης ἀχαριστίας.

29

pr.Ἐὰν ἐλεύθερος πρὸς δουλικὴν τύχην αἱροῖτο συμβιῶναι, ἢ ἐκδουλεύειν μέχρι τῆς τοῦ κυρίου τελευτῆς, ἢ τὴν ἐπιζητουμένην ἀποπληρῶσαι τῷ δεσπότῃ τιμήν· εἰ δὲ ἀπορῇ, ἵνα θητεύων κατ᾿ ἔτος δίδωσι τῷ δεσπότῃ νομίσματα δύο.

30

pr.Πᾶς ὁ ἀναφωνῶν εἰς ἐλευθερίαν ἀπὸ δουλείας ἐν φόρῳ τοῦ λεγομένου δεσπότου δικάζεται.

31

pr.Ἐὰν ἀγοράσας παρὰ νέου δοῦλον ἐλευθερώσῃ αὐτὸν, ἀργεῖ μὲν ἡ ἀποκατάστασις, ἔχει δὲ κατὰ τοῦ ἀγοραστοῦ ὁ νέος ἀγωγὴν εἰς τὸ διαφέρον.

32

pr.Ἐκ τοῦ μ΄ βιβλίου τῶν κωδ. Ὁ ἐπιβὰς τῆς τελευταίας ἡμέρας τοῦ ἢ ἐνιαυτοῦ καλῶς ἐλευθεροῖ.

33

pr.Κἂν μὴ ὅλην τὴν τιμὴν δῷ ὁ δοῦλος, ἀναπληροῖ δὲ αὐτὴν ἀπὸ καμάτου, καὶ ἐστὶν ἐλεύθερος.

34

pr.Ὁ ὑπεύθυνος τιμωρίας οὐ καλῶς ἐλευθεροῖ.

35

pr.Καὶ ὁ ἐλευθερῶν οἰκέτην νομίζων αὐτὸν ἀλλότριον, ἔῤῥωται ἡ ἐλευθερία.

36

pr.Δύο ἐλάττονες τῶν ἢ ἐτῶν δύνανται ἐλευθεροῦν τὸν ἐπίκοινον δοῦλον κἂν ὁ εἷς δείξῃ αἰτίαν, οὐκ ἐπὶ βήματος μόνον ἀλλὰ καὶ ἐν παρόδῳ, καὶ ἐν κώμῃ κἂν μὴ παρῇ τῷ ἄρχοντι ῥαβδοῦχος.

37

pr.Τὸ ῥύσασθαι δεσπότην θανάτου ἢ ἀτιμίας αἰτία ἐλευθερίας ἐστίν.

38

pr.᾿Αλλότριον δοῦλον μηδεὶς ἐλευθερούτω.

39

pr.Ὁ ἀπὸ πλαστῶν κωδικέλλων ἐλευθερωθεὶς καὶ χρυσίον διδοὺς τῷ κληρονόμῳ, ἐλεύθερός ἐστι διὰ τὸ τοῦ νόμου φιλελεύθερον.

40

pr.Οἱ δοῦλοι οἱ τοὺς τὴν μονίτην ποιοῦντας ἐλέγχοντες ἐλεύθεροι γίνονται.

41

pr.Ἐάν τις δούλην ἐν συναφείᾳ ἔχῃ μὴ ἔχων γαμετὴν, καὶ μένῃ μετ᾿ αὐτῆς μέχρι τελευτῆς, εἴτε ἔχων παῖδας μετ᾿ αὐτῆς εἴτε καὶ μὴ, καὶ μηδὲν εἴπῃ περὶ αὐτῆς ἐν διαθήκῃ, γίνεται ἐλευθέρα.

42

pr.Ἰατρὸς ὢν ἀπελεύθερος, δύναται ὁ πάτρων τῆς αὐτῆς ἐπιστήμης ὢν κωλύειν τοῦ ἰατρεύειν, ἀλλὰ καὶ ἀκολουθεῖν αὐτόν· ἵνα μέντοι συγχωρῇ αὐτὸν [τὰς μεσημβρινὰς ἡσυχάζειν ὥρας]. εἰ δὲ μὴ βούλεται, παρέχει τῷ πάτρωνι τὰς παρ᾽ αὐτοῦ γενομένας καινοτομίας.

43

pr.Ὁ διὰ τὸ καταμηνύσαι τοῦ ἰδίου δεσπότου τὴν ἀναίρεσιν ἐλευθερωθεὶς οὐδενός ἐστιν ἀπελεύθερος.

44

pr.᾿Απελευθέρα παλλακευομένη ἢ νομίμως γαμουμένη τῷ πάτρωνι τῶν ὑπηρεσιῶν ἀπαλλάττεται.

45

pr.Ὁ ἀπελεύθερος τῶν ὑπηρεσιῶν ἐλευθερούμενος καὶ λαβὼν ἐλευθέραν [τοῦ διατίθεσθαι ἐξουσίαν], χρεωστεῖ τιμὴν τῷ πάτρωνι καὶ πενόμενον αὐτὸν τρέφειν

46

pr.Ὁ λαβὼν δούλην ἐπὶ τῷ ἐλευθερῶσαι ἢ δοῦλον, οὐ δύναται οὔτε ὑπηρεσίας αὐτῷ ἐπιτιθέναι οὔτε ἀχάριστον αὐτὸν φαινόμενον ἀναδουλῶσαι.

47

pr.Οἱ τῆς πατρωνίσσης παῖδες καὶ πορνογενεῖς ὄντες ἔχουσι κατὰ τοῦ ἀπελευθέρου αὐτῆς τὴν κατὰ τῆς διαθήκης ἐναντίωσιν· οἱ δὲ τοῦ πατρὸς νόμιμοι ὄντες.

48

pr.Ἐὰν ἑκών τις γράψῃ ἑαυτὸν οἰκέτην, μηδὲν ἀδικεῖσθαι, πολλὰ δὲ μᾶλλον ἄκων.

49

pr.Ὁ ἀπελεύθερος ἀγαγόμενος πρὸς γάμον τὴν θυγατέρα ἢ ἐκγόνην ἢ προεκγόνην τοῦ πάτρωνος, ἢ τὴν γενομένην αὐτοῦ γαμετὴν, αὐστηρῶς τιμωρεῖται.

50

pr.Ὁ τοῦ κουράτωρος ἀπελεύθερος οὐ δύναται λαβεῖν τὴν κηδεμονευθεῖσαν ὑπὸ τοῦ πάτρωνος αὐτοῦ.

51

pr.Ἐὰν ὁ ἀνὴρ ἐλευθερώσῃ τὸν προικιμαῖον δοῦλον ἀκούσης τῆς γυναικὸς, καὶ γραφῇ παρ᾽ αὐτοῦ κληρονόμος, τὸ μὲν μέρος τὸ ἁρμόζον αὐτῷ ὡς πάτρωνι ἀποκαθίστησι, τὸ δὲ λοιπὸν διὰ τῆς ἀγωγῆς τῆς προικὸς, ἐὰν μέντοι ἡ γυνὴ ἐλευθεροῦντι ἀντέλεγεν.

52

pr.Εἰ δὲ κατὰ γνώμην αὐτῆς ὡς δωρουμένης αὐτῆς ἠλευθέρωσεν, οὐ δύναται τοῦτον ἐπιζητεῖν, καὶ παύεται τῆς προικὸς εἶναι, διότι ἐπέτρεψεν αὐτὸν ἐλευθερῶσαι.

53

pr.Οὐ κεκώλυται ὁ ἀνὴρ τοὺς προικιμαίους δούλους ἐλευθεροῦν ἐν συνεστῶτι τῷ γάμῳ, καὶ ἐν τῇ τελευτῇ, καὶ κατὰ ἀποκατάστασιν ἤγουν μετὰ χρόνους τινὰς, [καὶ] ἔτι ζῶν. καὶ ἔῤῥωται ἡ ἐλευθερία, κἂν τὰ μάλιστα ἁρμόσῃ τῷ πενθερῷ ἡ ἀπαίτησις τῆς προικὸς τελευτώσης ἐν τῷ γάμῳ τῆς γυναικός.

54

pr.Οἱ ἀπελεύθεροι κατὰ μίμησιν τῶν εὐγενῶν εἰσι, καὶ εἰ σχοῖεν παῖδας μετὰ τὴν ἐλευθερίαν, ὑπεξουσίους αὐτοὺς ἔχουσιν, ἐν ᾧ ἀπὸ γάμων νομίμων εἰσίν.

55

pr.Θεσπίζομεν, ὅσοι ἐν ἐκκλησίαις ἢ ἄλλοις τόποις ἀποῤῥιφέντες δειχθῶσι, τούτους πᾶσι τρόποις ἐλευθέρους εἶναι κε λεύομεν, εἰ καὶ ἀκριβής τις ἀπόδειξις ὑπάρχει τῷ ἐνάγοντι εἰς τὸ δεῖξαι, ὅτι τὸ τοιοῦτον πρόσωπον τῇ αὐτοῦ διαφέρει δεσποτείᾳ. εἰ γὰρ τοῖς ἡμετέροις προστέτακται νόμοις, ὥστε τοὺς νοσοῦντας οἰκέτας παρὰ τῶν δεσποτῶν καταφρονηθέντας, καὶ ὡς τῆς αὐτῶν ὑγιείας ἀπελπισθείσης ἐκ τῶν κεκτημένων ἐπιμελείας μὴ ἀξιουμένους, εἰς ἐλευθερίαν ἁρπάζεσθαι, πόσῳ μᾶλλον τοὺς ἐν αὐτῇ τῆς ζωῆς ἀρχῇ τῇ τῶν ἄλλων ἀνθρώπων καταλειφθέντας εὐσεβείᾳ καὶ παρὰ ἄλλων ἀνατραφέντας ἀν` εξόμεθα εἰς ἄδικον δουλείαν καθέλκεσθαι; ἀλλὰ τούτοις τούς τε ὁσιωτάτους ἐπισκόπους [καὶ] τοὺς ἐνδοξοτάτους ἄρχοντας βοηθεῖν, καὶ τὴν ἐλευθερίαν αὐτοῖς ἐκδικεῖν θεσπίζομεν, μήτε τὰς ἐκ τῶν ἡμετέρων νόμων τῶν ταῦτα πραττόντων διαφευγόντων ποινὰς, οἷα πάσης ἀπανθρωπίας καὶ ὠμότητος πεπληρωμένων καὶ τοσοῦτον πάσης μιαιφονίας χείρονος, ὅαον ταύτην τοῖς ἀθλιωτέροις ἐπάγουσιν.

56

pr.Οἱ ἀπὸ πειρατῶν καὶ λῃστῶν ληφθέντες ἐλεύθεροι μένουσιν.

57

pr.Ἐκ τοῦ ε΄ τί. τῶν σχολ. Ἐὰν ληφθείς τις ὑπὸ βαρβάρων ὑποστρέψῃ, παρὰ μηδενὸς κατεχέσθω εἰς δουλείαν.

58

pr.Ἐὰν ἔγκυος κεφαλικῶς καταδικασθῇ, ἐλεύθερον τίκτει, καὶ οὐ τιμωρεῖται, ἕως ἂν τέκῃ. ἀλλὰ καὶ ἡ ἐξ ἐννόμου [γάμου] συλλαβοῦσα καὶ ὑποστᾶσα ὕδατος καὶ πυρὸς [ἀπαγόρευσιν], ῥωμαῖον τίκτει καὶ τῷ πατρὶ ὑπεξούσιον.

59

pr.Ἴσμεν ἤδη τινὰ τῶν παλαιῶν διάταξιν παρακελευομένην τὰς τῶν τελευτώντων ἀδιαθέτως περιουσίας, οἷς κατὰ νόμους οὐχ ὑπεστι ἐξ ἀδιαθέτου κληρονόμος, ἐπὶ τὸ θεῖον ἡμῶν ταμιεῖον εἰσκομίζεσθαι. ἐν ᾧ πολλάκις καὶ οἰκετικὰ πρόσωπα συνυπενήνεγκται καὶ ὡς ἐντεῦθεν ἀδιάλυτον τὸν τῆς δουλείας ζυγὸν αὐτοῖς γνωρίζεσθαι. διὰ τοῦτο ἡ ἡμετέρα γαληνότης ἐλέῳ τε καὶ συμπαθεῖ ὄμματι ἀπὸ τῆς δεῦρο παρακελεύεται, πᾶν οἰκετικὸν ἀνῆκον ὡς ἐξ ἀδιαθέτου τῷ θείῳ ἡμῶν ταμιείῳ ἐν πάσῃ τῇ ἡμετέρᾳ πολιτείᾳ πρὸς ἐλευθερίαν εὐθὺς ἐφίεσθαί τε καὶ ἁρπάζεσθαι, καὶ τὰ τῶν ῥωμαίων κατὰ νόμους πολιτεύεσθαι καὶ τοῖς αὐτῶν οἰκέταις, κἂν ἐν μόνοις οἰκετικοῖς - προσώποις ἡ πᾶσα οὐσία αὐτῶν καθεστήκοι. ὡς εἴ τις γε τὴν τοιαύτην νομοθεσίαν παραβλέψειε, μὴ τύχοι ἐλευθερίας τῶν αὐτοῦ ἁμαρτημάτων.

60

pr.Περὶ ἀποτροφῆς. – Οἱ πάτρωνες καὶ οἱ ἀπελεύθεροι τρέφουσιν ἀλλήλους.

61

pr.Ἐὰν ἀρνοῦνται οἱ ἀπελεύθεροι τρέφειν, τὰ περὶ τούτων ψηφίζεσθαι ἕνεκα τῆς ἀποτροφῆς ὁ δικαστής. ἡ δὲ ψῆφος τῆς ἀποτροφῆς οὐκ ἀναιρεῖται τὴν προκρίματος ζήτησιν τῶν ἀπελευθέρων.

62

pr.Πρὸς τὴν οὐσίαν ἀποτρέφει τὸν ἄπορον πάτρωνα ὁ ἀπελεύθερος, οὐ μὴν εἰς τὰ μέγιστα.

63

pr.Τοὺς παῖδας τοῦ πάτρωνος οὐ πάντοτε, ἀλλὰ τῆς αἰτίας διαγινωσκομένης τρέφει. καὶ αὐτοῖς γὰρ ὑπηρετικὴν ἀκολουθίαν χρεωστεῖ.

64

pr.᾿Αλλὰ καὶ ὁ μητρῷος ἀπελεύθερος τρέφει. ὁμοίως καὶ ἡ ἀπελευθέρα.

65

pr.Ὁ πάτρων οὐκ ἀναγκάζεται τρέφειν τὸν ἀπελεύθερον. μὴ τρέφων δὲ αὐτὸν ἐκπίπτει τῶν διὰ τὴν ἐλευθερίαν ἐπιτεθέντων καὶ τοῦ πατρωνικοῦ δικαίου.

66

pr.Ἐὰν ὁ ἐλεύθερος ἀποδειχθῇ βίαν ἐπαγαγεῖν τῷ πάτρωνι, ἢ σφοδρῶς τύψας ἢ ἐνδείᾳ ἢ ἀσθενείᾳ καταλιπὼν αὐτὸν, πρῶτον μὲν οὕτως ὑποταγῇ, πιπρασκέσθω καὶ ἡ τιμὴ αὐτοῦ διδότω τῷ πάτρωνι.