IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.39

Περὶ λεγάτων.

Abrir no leitor do IusCommune →

1

pr.Ὁ λεγατάριος οὐ δύναται μέρος τὰ ἐν τῇ διαθήκῃ γραφόμενα καταδέχεσθαι καὶ μέρος παραιτεῖσθαι '.

2

pr.᾿Αγέλης λεγατευθείσης καὶ τὰ προστεθέντα λαμβάνει ὁ λεγατάριος. [εἰ δὲ καὶ μειωθῇ κἂν εἰς ἕνα οὖν περιστῇ, λαμβάνει αὐτὸ ὁ λεγατάριος], εἰ καὶ ἐπαύσατο εἶναι ἀγέλη.

3

pr.Καὶ οἴκου λεγατευομένου λαμβάνει ὁ λεγατάριος τὸ ἔδαφος.

4

pr.Ἐὰν τὸ αὐτὸ ποσὸν λεγατευθῇ μοι ἐν διαθήκῃ καὶ κωδικέλλῳ, ἑκάτερον ἄκυρον τοῦ διαθεμένου ἐν λήθῃ τοῦτο καταλιπόντος.

5

pr.Ἐὰν κεχρεωστημένος παρά σου λεγάτον καὶ διαφόρως ἀντιχρεωστήσας σοὶ καταβάλλω μὴ ἀντιλογισάμενος, κατὰ χάριν δοκῶ τοῦτο συγχωρεῖν.

6

pr.Ἐάν τις κτῆμα κατεξαίρετον τοῖς ἀδελφοῖς αὐτοῦ λεγάτον καταλιπὼν μετὰ ταῦτα καὶ ἄλλῳ τινὶ τὸ αὐτὸ κτῆμα λε γατεύσῃ, πάντες ἅμα συνιόντες οἱ λεγατάριοι τὸ κτῆμα λαμβάνουσιν.

7

pr.Ἐλεγάτευσά σοι τὸν ἐμὸν οἰκέτην μετὰ τοῦ πεκουλίου αὐτοῦ. ἐπιζήσας τῇ ποιήσει τῆς διαθήκης ἠλευθέρωσα τὸν οἰκέτην ἢ ἐξεποίησα αὐτὸν ἢ συνέβη αὐτὸν τελευτῆσαι. οὐ μό- νον ἐπ᾿ αὐτῷ ἀλλὰ καὶ ἐπὶ τῷ πεκουλίῳ τὸ λεγάτον ἀσθενεῖ. τῶν γὰρ πρωτοτύπων μὴ σωζομένων ὑφεστᾶναι οὐ δύναται τὰ παρακολουθήματα.

8

pr.Ἐάν τινι μέρος τῆς οὐσίας λεγατευθῇ καὶ ὑφέληται τῆς κληρονομίας πρᾶγμα, ἐκπίπτει τῆς ἁρμοζούσης αὐτῷ τῶν λεγάτων ἀπαιτήσεως ἐφ᾽ οἷς παρακατέσχε πράγμασι, καὶ τούτων τὸ μέρος ἀπαιτεῖν οὐ δύναται.

9

pr.Ἐὰν μέρος τῆς οὐσίας λεγατευθῇ τινι, ἐπιλογὴν ἔχει ὁ κληρονόμος, ἢ τὸ μέρος τοῦ πράγματος δοῦναι ἢ τὴν ἀποτίμησιν αὐτοῦ. τῶν γὰρ ἀδιαιρέτων πάντως τὸ τίμημα δίδωσιν ο.

10

pr.Ἐὰν πολλὰ καὶ διάφορα πράγματα ἔχων λεγατεύσω σοὶ ἐξ αὐτῶν ἓν ἢ καὶ πλείω, μὴ δηλώσω δὲ ποῖον ἐξ αὐτῶν, ὁ κληρονόμος ἔχει τὴν ἐπιλογὴν, ἐφ᾽ ᾧ μέντοι μὴ τὸ χεῖρον δοῦναι τῷ λεγατευθέντι, ἀλλὰ τὸ μέσης ὑπάρχον ποιότητος.