JGR IV 3.40
Περὶ ἐπιτρόπων.
Abrir no leitor do IusCommune →1
pr.Ἐπιτροπεύονται κατὰ τὸν πολιτικὸν νόμον ἐλεύθεροι οἱ διφεντεύειν ἤτοι διεκδικεῖν ἑαυτοὺς διὰ τὴν ἡλικίαν μὴ δυνάμενοι '.
2
pr.Ἐὰν ἔχῃ δίκην πρὸς τὸν ἐπίτροπον ὁ ὀρφανὸς, ἀναγκαζέτω αἰτεῖν ἑαυτῷ κουράτωρα.
3
pr.᾿Αλλὰ καὶ τῷ ἀλάλῳ δίδοται ἐπίτροπος.
4
pr.Τῷ υἱῷ τοῦ αἰχμαλώτου ἐπίτροπος οὐ δίδοται, ἀλλὰ τῇ οὐσίᾳ κουράτωρ. ὑποστρέφοντος γὰρ τοῦ πατρὸς γίνεται αὐτοῦ ὑπεξούσιος, ὡς εἰ μηδέποτε ἠχμαλωτίσθη.
5
pr.Τῷ ἔχοντι ἐπίτροπον νοσοῦντα ἢ γέροντα δίδοται κουράτωρ, ὅστις διοικητής πραγμάτων μᾶλλόν ἐστιν. καὶ ὁ λεγόμενος βοηθὸς κινδύνῳ τῶν ἐπιτρόπων διὰ τοῦ ἄρχοντος προχειρίζεται.
6
pr.Καὶ ὁ ἔπαρχος καὶ ὁ ἄρχων καὶ ὁ πρὸς καιρὸν ἐπιτραπεὶς ἐπαρχίας διοίκησιν, ἴσως τοῦ ἄρχοντος ἀποθανόντος, ἐπιτρόπους δύναται δοῦναι δ.
7
pr.Οἱ στρατηγοὶ πάντες ἐπιτρόπους διδόασιν, ἀλλὰ μόνους τοὺς ὄντας ἐκ τῶν πόλεων αὐτῶν ἢ τῶν ὑπ᾿ αὐταῖς ἀγρῶν.
8
pr.Προτιμῶνται τῶν θηλειῶν οἱ ἄῤῥενες εἰς τὰς ἐπιτροπὰς τελείας ἡλικίας ὑπάρχοντες, εἰ μὴ ἄρα μήτηρ ἢ μάμμη πρόσκειται. αὗται γὰρ προκαλοῦνται εἰς τὸ ἐπιτροπεύειν προτιμώμεναι παντὸς ἐπιτροπεύειν ὀφείλοντος, ἐξῃρημένων μόνων τῶν κατὰ διαθήκας ἐαθέντων.
9
pr.Ὁ πλησιέστερος συγγενὴς ἐπιτροπεύει. εἰ δὲ πολλοὶ τὸν αὐτὸν ἐπέχουσι βαθμὸν, πάντες ἐπιτροπεύουσιν.
10
pr.Τοὺς θεοφιλεστάτους ἐπισκόπους καὶ μοναχοὺς ἐκ μηδενὸς νόμου ἐπιτρόπους ἢ κουράτωρας οἱουδήποτε προσώπου γίνεσθαι συγχωροῦμεν.
11
pr.Σχόλιον. — Ἐπιτρόπους φησὶ παίδων ὀρφανῶν καὶ τῆς οὐσίας αὐτῶν. τοῦτο γὰρ ὑπῆρχεν ἡ πρώην ἐπιτροπὴ ἡ τῶν τοιούτων παίδων, καὶ τῆς αὐτῶν ὑποστάσεως ἔστ᾽ ἂν ἔφηβοι γίνωνται παντοῖα φροντὶς ἦν αὐτοῖς. ἐκ δὲ τῆς νῦν λεγομένης ἐπιτροπῆς, οἷον ὡς ἐπὶ τὸ πλεῖστον τῆς τοῦ τελευτήσαντος περιουσίας, οὐδαμῶς ὁ νόμος τοὺς ἐπισκόπους ἐκώλυσε. τουναντίον μὲν οὖν φησι ρλά νεαρὰ, ὅτι κἂν ὁ διαθέμενος τοῦτο ἀπηγόρευσεν, ἀλλ᾽ οὖν ἐκ παντὸς ὁ ἐπίσκοπος τὰ εἰς εὐσεβεῖς αἰτίας ὑπ᾽ ἐκείνου καταλειφθέντα ἐποπτευέτω, πῶς διοικεῖται, καὶ εἰ μὴ καλῶς προβαίνουσιν, αὐτὸς προνοητικῶς ἐνεργείτω.
12
pr.Τοὺς πρεσβυτέρους καὶ διακόνους καὶ ὑποδιακόνους τῷ δικαίῳ καὶ μόνῳ τῆς συγγενείας εἰς ἐπιτροπὴν ἢ κουρατωρείαν καλουμένους τὴν λειτουργίαν ὑποδέχεσθαι συγχωροῦμεν.
13
pr.Ποινή λέοντος. Ὁ ἐπίτροπος, ὁ ἀντὶ πατρὸς καὶ μητρὸς τῆς ἐπιτροπευομένης παιδὸς ὢν, φθορεὺς ἀναφανεὶς ἐξορίζεται καὶ τῆς ὑπάρξεως αὐτοῦ ἀποστερεῖται. τοῦτο δὲ ἡ παροῦσα νεαρὰ καινίζει τὸ μὴ τὸν δημόσιον τὴν ὑπαρξιν ἐγκολποῦσθαι τοῦ φθορέως, ἀλλὰ τῇ φθαρείσῃ παιδὶ προσπορίζεσθαι καὶ ταύτῃ δίδοσθαι, μῶμόν τινα τούτου τοῦ νόμου ἀποτριβομένη.
14
pr.Ἐκ τοῦ ε΄ βι. τοῦ κώδ. τί. ξβ΄. – Οὐδεὶς ἀναγκάζεται τοῦ αὐτοῦ κουρατωρεύειν, οὗπερ καὶ ἐπετρόπευσεν.
15
pr.Καὶ αὐτεξούσιος δίδοται ἐπίτροπος, καὶ δοῦλος ἴδιος, καὶ ἐπακολουθεῖ σιωπηρὰ ἐλευθερία. ἀλλοτρίῳ δὲ δούλῳ οὐ δίδοται, ἀλλ᾽ ὑπὸ αἵρεσιν, ὅτε ἐλευθερωθῇ.
16
pr.Οἱ ἄνηβοι χωρὶς τῶν ἐπιτρόπων πράττοντες οὐδὲν δοκοῦσι δύνασθαι ἢ γινώσκειν.
17
pr.Ἐὰν διαλύσωμαι πρὸς τοὺς ἐπιτρόπους μου περὶ τοῦ ἐμοῦ μέρους, οὐ κωλύομαι κινεῖν κατ᾿ αὐτῶν ἐκ προσώπου τοῦ ἀδελφοῦ μου κληρονομῶν αὐτόν.
18
pr.Ἐὰν ἡ μήτηρ ἐπαγγέλληται μὴ δευτερογαμῆσαι, κληρονομείτω τὸν υἱὸν ἄνηβον τελευτῶντα, μηδὲ ἐὰν ὑποκατάστατος ἐδόθη αὐτὴ παρὰ τοῦ πατρὸς, εἰ μὴ ἄρα πρότερον αὐτῷ ἐπίτροπον αἰτήσει καὶ ἀποκαταστήσει τὰ ἐκ τῆς ἐπιτροπῆς χρεωστούμενα.
19
pr.Ἡ μήτηρ ἐπιτραπεῖσα παρὰ τοῦ ἀνδρὸς ζεῦξαι τὴν θυγατέρα ᾧτινι βούλεται, οὐ δύναται τὸν ἐπίτροπον ἐπιλέγεσθαι ἢ τὸν τοῦ πατρὸς δοῦλον ἢ ἀπελεύθερον.
20
pr.Ἐὰν ὁ ἀπελεύθερος ἐπιτροπεύων ἀγάγηται τὴν ὀρφανὴν ἢ ζεύξῃ τῷ υἱῷ αὐτοῦ, ἐξορίζεται.
21
pr.Οὐ δύναται ὁ ἐπίτροπος τὸν ἐπιτροπευθέντα παρ αὐτοῦ λαμβάνειν εἰς θέσιν.
22
pr.Ὁ ἐπιτροπεύων τοῦ ἰδίου προγονοῦ καλῶς αὐτὸν υἱοθετεῖται.
23
pr.Οἱ τὰς ἐγγύας τῶν ἐπιτρόπων λαμβάνοντες δεικνύουσιν αὐτοὺς εὐπόρους εἶναι κατὰ τὸν καιρὸν ὃν ἐδίδοντο.
24
pr.Ἐκ τοῦ α΄ βι. τοῦ κώδ. τί. κδ΄. Ὁ ἐν διαθήκῃ δοθεὶς ἐπίτροπος ἱκανὰ διδόναι οὐκ ἀναγκάζεται.