JGR IV 3.41
Περὶ τοῦ πότε δεῖ ἐνάγειν τοὺς δανειστὰς κατὰ τῶν κληρονόμων τῶν τελευτησάντων.
Abrir no leitor do IusCommune →1
pr.Θεσπίζομεν μηδενὶ παντελῶς ἐξεῖναι ἢ τοὺς κληρονόμους τοῦ τελευτήσαντος ἢ τοὺς γονεῖς ἢ τοὺς παῖδας ἢ τὴν γαμετὴν ἢ συγγενεῖς ἢ ἄλλους αὐτοῦ προσγενεῖς ἢ ἐγγυητὰς πρὸ τῆς τῶν θ ἡμερῶν προθεσμίας, ἐν αἷς πενθεῖν δοκοῦσιν, αἰτιᾶσθαι ἢ καθ ' οἱονδήποτε τρόπον παρενοχλεῖν, ἤ τινα ὑπόμνησιν αὐτοῖς ἐπιφέρειν, ἢ ἐν δικαστηρίῳ αὐτοὺς καλεῖν, εἴτε ὀνόματι χρέους παρὰ τοῦ τελευτήσαντος καταγομένου εἴτε ἄλλης οἱασοῦν αἰτίας χάριν εἰς τὰ μνημονευθέντα ἰδικῶς ὁρώσης πρόσωπα.
2
pr.Εἰ δέ τις ἐντὸς τῶν θ ἡμερῶν τολμήσῃ κρατῆσαί τινα τῶν εἰρημένων προσώπων, ἢ μεθοδεῦσαί τινα ὁμολογίαν ἢ ὑπόσχεσιν, ἢ ἐγγύην παρ᾽ αὐτοῦ κομίσασθαι, ταῦτα πάντα ἀνίσχυρα εἶναι θεσπίζομεν.
3
pr.Μετὰ δὲ τὴν τῶν θ ἡμερῶν παραδρομὴν εἴ τις κατὰ τῶν τοιούτων προσώπων ἔχειν νομίσῃ ἐναγωγὰς, ταύτας κατὰ τοὺς νόμους ἐγγυμναζέτω· μηδενὸς δηλαδὴ τοῖς ἐνάγουσι προκρίματος ἐκ ταύτης τῆς προθεσμίας περὶ χρονίας παραγραφῆς ἢ ἄλλης οἱασδήποτε δικαιολογίας παντελῶς γινομένου.