JGR IV 3.42
Περὶ καινοτομιῶν.
Abrir no leitor do IusCommune →1
pr.Καινὸν ἔργον ποιεῖ τις ἢ διὰ τὸ οἰκοδομεῖν ἢ διὰ τὸ καταλύειν τὶ καὶ τὴν προτέραν ὄψιν ἐναλλάσσειν '.
2
pr.Τῷ δούλῳ κτίζοντι καλῶς παραγγέλλει τίς. δοῦλος δὲ ἑτέρῳ κτίζοντι παραγγέλλειν οὐ δύναται.
3
pr.Ἐὰν πολλῶν τινων ἢ τὸ πρᾶγμα, περὶ ὃ γίνεται τὸ ἔργον, εἰ καὶ ἑνὶ μόνῳ παραγγελθῇ, ὀρθῶς γίνεται ἡ παραγγελία καὶ δοκεῖ πρὸς πάντας τοὺς δεσπότας γεγονέναι. εἰ δὲ εἷς ἐκ τῶν δεσποτῶν μετὰ τὴν παραγγελίαν ἐποικοδομῇ, οὐκ ἐνάγονται περὶ τούτου οἱ ἄλλοι· οὐδὲ γὰρ χρὴ τὰ παρὰ ἑτέρου γινόμενα βλάπτειν τοὺς μηδὲν πεποιηκότας.
4
pr.Προστάττομεν, ὁ τὸν παλαιὸν οἶκον ἀνανεῶν τὸ ἀρχαῖον σχῆμα μὴ παρεξίτω μηδ᾽ ἀφαιρείσθω τὰ φῶτα ἢ τὴν ἄποψιν τῶν γειτόνων, εἰ μὴ ἄρα δουλείαν ἔχει τοιαύτην κατὰ σύμφωνον ἢ ἐπερώτησιν παραχωρηθεῖσαν αὐτῷ ἢ ἐπιτρέπουσαν ὡς βούλεται τὸ παλαιὸν ἐπιτρέπειν σχῆμα. ὁ γὰρ τοιαύτην ἔχων δουλείαν ἀκωλύτως ἃ βούλεται οἰκοδομείτω, εἰ καὶ βλάπτει τοὺς γείτονας, ἐπειδὴ τοῦτο κατὰ σύμφωνον ἢ ἐπερώτησιν αὐτῷ ἐπιτέτραπται. ἡνίκα δὲ δύο οἶκοι ἄντικρυ ἀλλήλων εἰσὶ, χρὴ μεταξὺ αὐτῶν δώδεκα πόδας εἶναι, ἀρχομένους ἀπὸ τοῦ ἐπικειμένου τῶν θεμελίων οἰκήματος καὶ μέχρι παντὸς τοῦ ὕψους φυλαττομένους. [τούτου γὰρ τοῦ διαστήματος φυλαττομένου] ἔξεστιν ἑκάστῳ εἰς ἄπειρον ὕψος τὸν ἴδιον ἐγείρειν οἶκον καὶ θύρας ἐν αὐτῷ παρακυπτικὰς κατασκευάζειν, εἴτε νέον οἰκοδομεῖ εἴτε παλαιὸν ἢ τὸν ἐκ πυρὸς διαφθαρέντα.
5
pr.Ἐν ταύτῃ τῇ εὐδαίμονι πόλει ἄποψιν τοῦ γείτονος δώδεκα μόνους ἀπαιτῶν πόδας μὴ ἀφαιρείσθω, ἐὰν ἐξ εὐθείας ὁρᾷ τὴν θάλασσαν ἑστὼς ἐν τοῖς ἰδίοις οἴκοις ἢ καθήμενος ἐν αὐτοῖς καὶ μὴ ἀναγκαζόμενος παρατρέπειν ἑαυτὸν εἰς πλάγιον, ἐφ᾽ ᾧ ἰδεῖν τὴν θάλασσαν. ἐὰν δὲ ὁ ποδῶν ἐν μέσῳ τῶν δύο οἴκων εἴη διάστημα, ἐξέστω ἀκωλύτως κτίζειν τῷ βουλομένῳ καὶ τὴν ἐπὶ θάλασσαν ἄποψιν ἀφαιρεῖσθαι τοῦ γείτονος.
6
pr.Ἐὰν δέ τις ἀπὸ μαγειρείου ἢ ἀπὸ ἀφεδρῶνος ἢ ἀπὸ κλίμακος ἢ ἀπὸ βαστερνίων ἤγουν τῶν λεγομένων διαβατικῶν ἤτοι παρόδων ἄποψιν ἐπὶ θάλασσαν ἔχει, τὴν τοιαύτην ἄποψιν καὶ ἐντὸς ὁ ποδῶν οἰκοδομῶν ἀκωλύτως ἀφαιρεῖται, εἰ μόνον ιβ πόδες εἰσὶν ἐν μέσῳ τῶν δύο οἴκων. εἰ δὲ καὶ σύμφωνόν ἐστιν ἐπιτρέπον τινὶ τὴν οἰκοδομὴν, κρατείτω τὸ σύμφωνον, εἰ καὶ βλάπτῃ τὸν γείτονα περὶ θαλάσσης ἄποψιν, εἴτε αὐτὸς ὁ νῦν δεσπόζων τοῦ οἴκου συνεφώνησεν εἴτε οἱ προκτησάμενοι αὐτοῦ τὸν οἶκον· οὐδὲ γὰρ προσήκει τὰς ὑπαρχούσας τινὶ δουλείας διὰ τῶν γενικῶν νόμων ἀναιρεῖσθαι.
7
pr.Δουλείαν ἐπιτιθέναι τοῖς ἐπικοίνοις οἰκήμασιν ὁ εἷς τῶν κοινωνῶν παραγνώμην τοῦ ἑτέρου οὐ δύναται.
8
pr.Κατὰ δένδρων μέντοι καὶ κήπων δουλεία ἀπόψεως μὴ φυλάττεται.
9
pr.Ὅτε μέσου ὄντος στενωποῦ ἢ πλατείας οἰκοδομεῖ τις τὸν ἑαυτοῦ οἶκον, εἰ καὶ πλεῖον ἔχει τῶν ιβ ποδῶν τὸ τοῦ στενωποῦ ἢ τῆς πλατείας, μὴ ἀφαιρείσθω τὸ περιττὸν καὶ τῷ ἰδίῳ οἴκῳ προστιθέτω. οὐ γὰρ ἐπὶ βλάβῃ τοῦ δημοσίου τοὺς ιβ πόδας ὥρισεν ἡ διάταξις, ἀλλ᾽ ὥστε μὴ στενώτερον τῶν ιβ ποδῶν εἶναι τὸν μεταξὺ τῶν οἴκων ἀέρα. ὅτε δὲ πλεῖον εὑρεθῇ τὸ τῆς ῥυμίδος ἢ πλατείας μέτρον, μηδὲν ἐξ αὐτοῦ ἀφαιρείσθω, ἀλλὰ τῇ πόλει περισώζεσθαι τὰ οἰκεῖα. ἐὰν δὲ παλαιῶν ὄντων τῶν οἴκων εὑρεθῇ μεταξὺ αὐτῶν καθαρὸς ἀὴρ στενώτερος ὢν τῶν ιβ ποδῶν, μηδένα τούτων ἐξέστω παρὰ τὸ παλαιὸν σχῆμα ὑψοῦν τὸν ἴδιον οἶκον ἢ θυρίδας ποιεῖν.
10
pr.Εἰ μέντοι πόδες - ὑπῆρχον μέσον καὶ μὴ ἐλάττονες, τότε παρακυπτικὰς μὲν μὴ ἐξέστω τῷ κτίζοντι ποιεῖν, [εἰ μὴ πρότερον εἶχεν αὐτὰς, φωταγωγοὺς δὲ ἐξέστω αὐτῷ ποιεῖν] ἀπὸ ξ ποδῶν τοῦ πάτου ἀνοιγομένας· μηδενὸς δυναμένου ποιεῖν ψευδοπάτιον ἐν τῷ ἰδίῳ οἴκῳ καὶ δ᾽ αὐτοῦ τὴν φωταγωγὸν θυρίδα κατασκευάζειν παρακυπτικήν.
11
pr.Τὸν ἐπίκοινον τοῖχον οὐδέτερος τῶν κοινωνῶν δύναται καταλύειν ἢ ἀνανεοῦν παραγνώμην τοῦ κοινωνοῦ, ἐπειδὴ οὔκ ἐστι μόνος δεσπότης.
12
pr.᾿Απὸ γυμνοῦ τόπου οὐκ ἐστι κώλυσις τὸ ὑψοῦν.
13
pr.Ἐὰν τὸν πεσόντα οἶκον ἀνανεῶν τις βούληται ὑψῶσαι καὶ ἐμποδίσαι τοὺς τοῦ γείτονος φῶτας, ἢ ἕτερόν τι ποιῆσαι ἐπὶ βλάβῃ τοῦ γείτονος, ἀναγκάζεται καὶ τὸν τύπον καὶ τὴν κατάστασιν τῶν πρώην οἰκημάτων καὶ τὸ παλαιὸν σχῆμα φυ λάττειν, εἰ μὴ σύμφωνόν ἐστιν.
14
pr.Οὗτινος τὰ οἰκήματα δικαίῳ δουλείας οὐχ ὑπόκεινται, ἐν τῇ ἐξουσίᾳ τούτου ἐστὶν εἰς ἄπειρον ταῦτα ὑψοῦν, ἐν ᾧ μέντοι τὰ ὑποκείμενα οἰκήματα τοῦ γείτονος μὴ βαρύνῃ δουλείᾳ βαρυτέρᾳ, παρ᾽ ἣν φέρειν ὀφείλουσιν.
15
pr.Οὐ καλῶς τις κωλύει τὸν γείτονα αὐτοῦ ἀνοίγοντα πυλεῶνα κατὰ τῆς δημοσίας ἐντὸς τοῦ ἀπὸ τῶν κεράμων αὐτοῦ σταλαγμοῦ, ἐν ᾧ μὴ βλάπτει τὴν πάροδον.
16
pr.Ἐὰν ἡ πηγὴ, ἀφ᾿ ἧς ἕλκει τὶς ὕδωρ, ξηρανθεῖσα ἐπί τινας χρόνους, αὖθις πρὸς τὰς ἑαυτῆς ἐπανέλθῃ φλέβας, καὶ πάλιν τὸ ὕδωρ ἄρξηται φέρεσθαι, ἀνανεοῦται αὐτῷ ἡ δουλεία, καὶ ἀποκαθίσταται αὐτῷ ὁ τοῦ ὕδατος ἑλκυσμὸς, καθὼς ἦν τὸ πρότερον
17
pr.Οὔτε φοῦρνον οὔτε ἑστίαν εἰς τὸν ἐπίκοινον τόπον δύναταί τις ποιεῖν, εἰς ὃν τὸ πῦρ καταβλάπτει.
18
pr.Ἐάν τις ποιήσῃ τυρέψειον, ἐξ οὗ καπνὸς ἐκπεμπόμενος καταβλάπτει τοὺς ἐν αὐτοῖς ὑψηλοτέρως οἰκοῦντας, δύνανται κατὰ νόμους οἱ βλαπτόμενοι κωλύειν αὐτὸν εἰσπέμπειν τὸν καπνόν. ἀλλὰ καὶ τὸ ἀνάπαλιν, εἰ οἱ ἐν ταῖς ὑψηλοτέραις στέγαις οἰκοῦντες ὕδωρ ῥίπτουσι ἢ κόπρον καὶ βλάπτουσι τοὺς ἐν τοῖς χθαμαλωτέροις οἰκοῦντας, κωλύονται τοῦτο ποιεῖν. ἐπὶ τοσοῦτον γὰρ ἔξεστί τινι ποιεῖν τι ἐν τοῖς ἑαυτοῦ, ἐφ᾽ ὅσον ἕτερον μὴ καταβλάπτῃ. τὸ αὐτὸ καὶ περὶ δυσωδίας.
19
pr.Ἐὰν ὁ τοϊχός σου κατὰ τὸν οἶκόν μου κλίνῃ ἥμισυ ποδὸς, ἀναγκάζω σὲ ἀνορθοῦν αὐτόν.
20
pr.Ἐὰν δένδρον τοῦ γείτονος ἐν τῷ μεσαυλίῳ κείμενον μεγάλας ἐκτεῖναν ῥίζας τοὺς θεμελίους τῆς ἐμῆς οἰκίας βλάπτῃ, προνοίᾳ τοῦ ἄρχοντος ἀναγκαζέσθω ὁ γείτων ἐκτεμεῖν.
21
pr.Εάν τις κατὰ ἀλλοτρίου τοίχου κατὰ βίαν θυρίδα ποιήσῃ, ἀναγκάζεται ἰδίοις ἀναλώμασιν τὸ ἀρχαῖον ἀποκαταστῆσαι σχῆμα.
22
pr.Οὐδεὶς δύναται κόπρον πλησίον τοῦ ἀλλοτρίου τοίχου ἔχειν, εἰ μὴ τοιαύτην δουλείαν ἔχοι.
23
pr.Ἐάν τις γένηται χρεία ὑπαλλαγῆς ὀστράκων σωληναρίων τῶν καθεδρίων, ἕκαστος ἀπὸ τοῦ ἰδίου καθεδρίου ἀρχόμενος διορθούσθω, μέχρις ἂν φθάσῃ ἑτέρου γείτονος καθέδριον.
24
pr.Τοὺς ὑπονομιαίους καράβους οὕτως δεῖ καθαίρειν καὶ ἐπανορθοῦν· ἀρχόμενος ἕκαστος ἀπὸ τοῦ ἰδίου τόπου μέχρις ἂν φθάσωσιν ἑτεροδέσποτον τὸν τόπον ἢ χριστήριον, κατὰ ἀναλογίαν τῶν ἀνωτέρως ῥηθέντων, καὶ ὄντων ἐν τοῖς κατάγουσιν ἐπικοίνων καθεδρίων. εἰ δὲ καὶ κῆπον παρέρχεται ὁ αὐτὸς ὑπονομιαῖος κάραβος, τὸν κύριον τοῦ κήπου ὀρύσσειν τὴν ἀρδευομένην γῆν καὶ ἀνακαθαίρειν τοὺς νεμομένους, τῆς προνοίας ὀφειλούσης γίνεσθαι ἐκ τοῦ τὸν κῆπον νεμομένου τὸ τὴν σαπρίαν ἔξω παρ᾽ αὐτοῦ ῥίπτεσθαι.
25
pr.Οὐ συνίσταται τοιοῦτον εἶδος δουλείας, ὥστε μὴ ἐξεῖναί με ἐν τῷ οἴκῳ μου τὴν ἑστίαν ἀνάπτειν ἢ πῦρ ἀνάπτειν ἢ καθέζεσθαι ἢ λούεσθαι. ὅθεν κἂν ταῦτα συμφωνηθῇ, ἀνίσχυρα κατὰ νόμον εἰσίν.
26
pr.Τοῦ μὴ ἐξεῖναί τινι καπνὸν ἀπὸ ποδεψίου ἢ καπνοδόχον βαλανείου ἐπιπέμπειν τῷ γείτονι, ἢ ὕδωρ ῥίπτειν, εἶδος δουλείας ἐστίν.
27
pr.Ἐὰν χρεωστῶ σοι δουλείαν τοῦ μὴ κτίσαι καὶ κτίσω, καὶ παρέλθῃ μακρὸς καὶ ἀνέγκλητος χρόνος, ἀναιρεῖταί σοι ἡ κατ᾿ ἐμοῦ δουλεία τῷ χρόνῳ.
28
pr.Κλίμακα τοῦ ἐπικοίνου τοίχου πλησίον δύναμαι στῆσαι. οὐδεμία γὰρ ἐντεῦθεν προσγίνεται βλάβη, διὰ τὸ τὴν ἀφαίρεσιν αὐτῆς εὔκολον εἶναι.
29
pr.Ἐὰν χρεωστῆς μοι τοιαύτην δουλείαν, ὥστε μὴ ἐξεῖναί σοι εἰς ὕψος αἴρειν τὴν σὴν οἰκίαν, ἵνα μὴ ἐμποδίσῃς τῷ φωτὶ τῆς ἐμῆς οἰκίας, ὅπερ διὰ τῶν θυρίδων τῶν οὐσῶν ἐν τῷ ἐμῷ τοίχῳ χορηγεῖταί μοι· ἐγὼ δὲ ἐποφειλόμενος τὴν δουλείαν ἐπὶ ῖ καὶ κ ἔτη ἥλωσα τὰς ἐμὰς θυρίδας ἢ ἀνῳκοδόμησα αὐτὰς τουτέστιν ἔφραξα, καὶ ἔμεινε τοῦτο τὸ σχῆμα ἐπὶ τοῖς εἰρημένοις χρόνοις, τηνικαῦτα διαφθείρεται τὸ τῆς δουλείας δίκαιον, ἡνίκα ὕψωσας σὺ τὴν σὴν οἰκίαν, καὶ ἔμεινεν αὕτη εἰς ὕψος ἀρθεῖσα χρόνον δεκαετῆ ἢ εἰκοσαετῆ. [ἰδοὺ γὰρ ἐνταῦθα κἀγὼ τῇ] δουλείᾳ οὐκ ἐχρησάμην ἐν τῷ πεφραγμένας ἔχειν τὰς θυρίδας, [καὶ σὺ] σαυτῷ περιεποίησας τὴν ἐλευθερίαν ἐν τῷ ἀνυψῶσαί σε· διὸ ἀπώλετό μου ἡ δουλεία. εἰ μέντοι ἐμοῦ κεκλει σμένας ἔχοντὸς τὰς θυρίδας ἐπὶ τοσοῦτον χρόνον οὐδὲν ὑπό σου γέγονε καινότερον, τουτέστιν οὐκ ἀνύψωσας τὸν σαυτοῦ οἶκον, ἀκέραιός μοί ἐστιν ἡ δουλεία, καὶ ἐὰν ἀνοίξω τὰς θυρίδας μετὰ ῖ καὶ κ ἔτη, σὺ δὲ θέλεις ἀνυψῶσαι, δύναμαί σε κωλύειν διὰ τὸ προσόν μοι δίκαιον.
30
pr.Ἐὰν παραχωρηθῇ μοι δουλεία, ὥστε ἐξεῖναί μοι τὰς ἐμὰς δοκοὺς τοῖς σοῖς ἐπιτιθέναι οἴκοις καὶ τὸν σὸν βαρύνειν τοῖχον, εἶτα ἀπεθέμην τὸν σὸν τρυπήσας τοῖχον ἐκεῖ τὰς ἐμὰς δοκοὺς, ἀφειλόμην δὲ μετὰ ταῦτα καὶ δεκαετίαν ἔμεινα μὴ ἀποθέμενος ἐν ταῖς γινομέναις ὀπαῖς τὰς ἐμὰς δοκοὺς, εἰ μὲν ἔμειναν αἱ ὀπαὶ οὕτως ἀνεῳγμέναι, ὥσπερ καὶ ἦσαν ὅτε ἔβαλον τὰς δοκοὺς, οὐδὲ εἷς σοι χρόνος περιποιήσει ἐλευθερίαν· εἰ δὲ ἐμοῦ τὰς δοκοὺς ἀφελομένου σὺ τὰς τρύπας ἔφραξας, καὶ ἀνῳκοδόμησας αὐτὰς, καὶ μετὰ ταῦτα τ ἢ καὶ κ ἔτη παρῆλθον, προσεγένετό σοι ἐλευθερία. διὰ τῆς χρήσεως ἔλαβες γὰρ τὴν δεσποτείαν, διὸ ἐν τοσούτοις χρόνοις ἀνοικοδομηθείσας ἔσχες τὰς ὀπάς. εἰ δὲ μηδὲν ποιήσας καινότερον εἴασας ταύτας ἐπὶ σχήματι, σώζεταί μοι διὰ παντὸς τὸ τῆς δουλείας δίκαιον, καὶ βουληθέντι μοι τυχὸν μετὰ τἢ καὶ κ ἔτη πάλιν ἀποθέσθαι τὰς δοκοὺς κατὰ τὸν σὸν τοῖχον ἐν ταῖς αὐταῖς ὀπαῖς, οὐδὲν ἐναντιωθήσεται διὰ τὸ μὴ κτήσασθαί σε ἐλευθε ρίαν ἐκ τοῦ χρᾶσθαι.
31
pr.Τῆς ἐπὶ τάφον ἀγούσης ὁδοῦ οὐδέποτε ἡ δουλεία τῇ τοῦ χρόνου παραδρομῇ ἐκ τοῦ χρᾶσθαι φθείρεται.
32
pr.Ὅστις χωρὶς κελεύσεως βασιλικῆς καταπεμφθείσης τῷ ἐπάρχῳ τῆς πόλεως πολλὰς ῥύμας ἢ καὶ μέρη τούτων τοῖς ἰδίοις ἀναφράξει οἴκοις, ἢ καταχρήσεται ταῖς στοαῖς εἰς οἰκείαν χρῆσιν ἀφελὼν, ἀναμφισβητήτως τὰ ἀρχαῖα δίκαια τῇ πόλει ἀποδώσει.
33
pr.Ἐὰν εἰς τὸ ἐπίκοινον ῥεῖθρον ὁ εἷς τῶν κοινωνῶν δαπανήσῃ, ὁ ἀνακαινίζων τοῦτο ἕξει κατὰ τοῦ ἑτέρου τὴν ὑπὲρ αὐτοῦ μόνου τοῦ ἐπικοίνου πράγματος ἀγωγὴν, ἀπαιτῶν τὸ γενόμενον δαπάνημα, ἐφ᾽ οἷς ἀνήλωσεν.
34
pr.Ἐάν τίς σοι παραχωρήσῃ δίκαιον ἀντλήσεως εἰς τὸ διαφέρον αὐτῷ ὕδωρ, ἀναγκάζεται καὶ ἄκοντος αὐτοῦ δουλείαν τῆς ὁδοῦ παραχωρῆσαι, εἴπερ ἄλλως μὴ δύνασαι χρήσασθαι τῷ τῆς ἀντλήσεως δικαίῳ.
35
pr.Οὐκ ἔστι τινὶ σωλῆνας προσπλάσαι ἤτοι συζεύξαι τῷ ἐπικοίνῳ τοίχῳ ὡς δ᾽ αὐτῶν ἕλκειν ὕδωρ.
36
pr.Πᾶσα δουλεία καὶ πᾶσα χρῆσις ἐπὶ τῶν μὴ κεχρημένων διὰ τῆς τοῦ χρόνου παραδρομῆς, ἐπὶ μὲν τῶν παρόντων δεκαετίᾳ, ἐπὶ δὲ τῶν ἀπόντων εἰκοσαετίᾳ, ἀπόλλυται.
37
pr.Ὁ καλῇ πίστει ἀγοράσας ἔδαφος, μετὰ δὲ τὸ γνῶναι τοῦτο εἶναι ἀλλότριον κτίσας ἐν αὐτῷ, τὰ μὲν δαπανήματα οὐκ ἀπαιτεῖ, συγχωρεῖται δὲ περιελεῖν τὸ οἰκοδόμημα δίχα ζημίας τοῦ δεσπότου τοῦ ἐδάφους.
38
pr.Ἐὰν ἀλλότριον ἀγρὸν ἀγνοῶν τις καλῇ πίστει ἀγοράσας καὶ σπείρῃ ἐπεῖσε ἢ κτίσῃ, χρὴ τὸν δικαστὴν μὴ ὡς ἔτυχεν ἀποφήνασθαι, ἀλλὰ τὰ πρόσωπα καὶ τὰς αἰτίας σκοπεῖν. τὰ μὲν πρόσωπα οὕτως· ἐὰν ὁ ἀληθὴς δεσπότης τοῦ ἀγροῦ εὔπορος ὢν τὰ αὐτὰ ἔμελλεν ποιεῖν καὶ οἰκοδομεῖν ἢ γεωργεῖν τὸν ἀγρὸν, καταδικάζει αὐτὸν δοῦναι τὴν γενομένην δαπάνην καὶ οὕτως τὸν ἀγρὸν ἀναλαβεῖν. εἰ δὲ τυχὸν πένης ὢν οὐκ ἠβούλετο ταῦτα ποιεῖν, ἀρκεῖ τῷ καλῇ πίστει νεμομένῳ τὸν ἀγρὸν, δίχα βλάβης τοῦ ἀγροῦ περιελεῖν πάντα ἃ ἐποίησεν, εἰ μὴ ὁ τοῦ ἀγροῦ δεσπότης ἑτοίμως ἔχει διδόναι τῷ νεμομένῳ, ὅσα μέλλει λαμβάνειν μετὰ τὸ καταλυθῆναι τὸ οἰκοδόμημα τὰς ὕλας πιπράσκων. τὰς δὲ αἰτίας οὕτω χρὴ σκοπεῖν· τυχὸν εἰ τοῦ ἀγροῦ δεσπότης πράσιμον αὐτὸν ἔχει ὡς μέλλειν πωλεῖν αὐτόν· τότε γὰρ οὐ συγχωρεῖται, κἂν ἄπορός ἐστι, μόνην και: ταδικαζόμενος εἰς ὃ βέλτιον ὁ ἀγρὸς ἐγένετο.
39
pr.Εἴ τις κακῇ πίστει πράγματα νεμόμενος ἢ κατὰ πρᾶσιν ἢ κατὰ δωρεὰν ἢ ἄλλῳ τρόπῳ ταῦτα ἐκποιήσει, ὁ δὲ νομίζων ταῦτα προσήκειν αὐτῷ εἰ ἐντὸς δέκα ἐνιαυτῶν μεταξὺ τῶν παρόντων καὶ εἴκοσι τῶν ἀπόντων μὴ διαμαρτύρηται κατὰ τοὺς νόμους τὸν ἀγοραστὴν ἢ τὸν τὴν δωρεὰν δεξάμενον ἢ τὸν τὰ πράγματα οἱῳδήποτε τρόπῳ ἔχοντα, βεβαίως ταῦτα αὐτοὺς ἔχειν μετὰ τὴν τῆς δεκαετίας δηλονότι ἐπὶ τῶν παρόντων καὶ εἰκοσαετίας τῶν ἀπόντων παραδρομήν. εἰ δὲ ἀγνοεῖ ὁ ἀληθὴς δεσπότης τῶν ἐκποιηθέντων πραγμάτων, ὅτι τὰ πράγματα αὐτῷ προσήκει καὶ ὅτι γέγονεν ἐκποίησις, κελεύομεν μὴ ἄλλως τοῦτον ἀποκλείεσθαι πλὴν διὰ τῆς παραγραφῆς τῆς τριακονταετίας, μὴ δυναμένου τοῦ τὰ πράγματα νεμομένου λέγειν, ὅτι καλῇ πίστει ταῦτα νέμεται, ἀφ᾽ οὗ παρὰ τοῦ κακῇ πίστει νεμομένου ταῦτα ἐκομίσατο. περὶ δὲ τῆς παραγραφῆς τῆς δεκαετίας ταῦτα διατυπῶσαι συνείδομεν, ὥστε εἴ ποτέ τις ἐν τῇ εἰρημένῃ τῆς Τετίας χρονικῇ παραγραφῇ ἐπί τινας μὲν ἐνιαυτοὺς παρὼν ᾖ, ἐπί τινας δὲ ἀπὼν, ἄλλους τοσούτους ἐνιαυτοὺς πρὸς [τῇ δεκαετίᾳ προστεθῆναι, ὅσους ἐξ αὐτῆς] τῆς δεκαετίας ἀπὼν γέγονεν.
40
pr.Ὁ ἐνάγων τινὶ περὶ ἀκινήτου μὴ ἀπὸ δικαίας αἰτίας νεμηθέντος καὶ μηδέπω ἀποκλεισθεὶς τῇ τριακονταετίᾳ [μηδὲ ἀπολέσας τὴν ἰδίαν ἐναγωγὴν, εἰς τὸ ἴδιον δίκαιον ἀποκαθίσταται].
41
pr.Τὰ κινητὰ πράγματα τῇ τριετίᾳ ἀνεπιφωνήτως κρατούμενα δεσπόζονται.
42
pr.Ὁ ἔχων δουλείαν τοῦ ποτίζειν ἢ βόσκειν ἐν τῷ ἀγρῷ σου θρέμματα, δύναται κτᾶσθαι δουλείαν τοῦ ἐν αὐτῷ ποιεῖν καλύβην.
43
pr.Ὁ βουλόμενος πλησίον ἁλωνίου οἰκοδομεῖν, ἐν ᾧ καταβλάπτει τὸν τούτου δεσπότην, κωλύεται τῆς τοιαύτης οἰκοδομῆς.
44
pr.Ὁ δι ἀλλοτρίου ἀγροῦ ἕλκων ὕδωρ εἰδότος τοῦ δεσπότου τοῦ ἀγροῦ, κτᾶται κατ᾿ αὐτοῦ δουλείαν τοῦ ἀγροῦ τῷ νενομισμένῳ χρόνῳ τουτέστι τῷ τριετεῖ. ἐὰν δὲ πρὸ τοῦ παρελθεῖν τοῦτον τὸν χρόνον κωλύσῃ αὐτὸν ὁ δεσπότης τοῦ ἀγροῦ, οὐ δύναται ἀπαιτεῖν αὐτὸν [τὰ περὶ τὸν ὁλκὸν γενόμενα αὐτῷ δαπανήματα, ἀλλὰ καὶ αὐτοῦ τοῦ] ὁλκοῦ [δεσπότης γίνεται ὁ τοῦ ἐδάφους] κύριος, ἕως ἂν συνίσταται ὁ ὁλκός. διαλυομένου δὲ αὐτοῦ δύναται τὰς ὕλας ὁ πάλαι δεσπότης διεκδικεῖν.
45
pr.Ἐὰν ὁ προκτήτωρ οὐκ ἠδύνατο κωλύειν τὴν τοῦ ὕδατος πάροδον, οὐδὲ ὁ νῦν ἀγοραστὴς δύναται κωλύειν. μετὰ γὰρ τοῦ τοιούτου βάρους ἀγοράσαι δοκεῖ.
46
pr.Οἱ χθαμαλώτεροι τόποι τῶν ἀγρῶν σιωπηρὰν δουλείαν τοῖς ὑψηλοτέροις χρεωστοῦσιν εἰς τὸ δέχεσθαι τὰ ἴδια αὐτῶν ὕδατα, κέρδος ἔχοντες ἀντὶ τούτου τοῦ βάρους τὸ πᾶσαν τὴν λιπαρότητα τῶν ὑψηλοτέρων γηδίων ὑποδέχεσθαι.
47
pr.Ἐὰν ἐπὶ πέντε ἐνιαυτοὺς μὴ χρησάμενος τῇ τοῦ ἀγροῦ δουλείᾳ πωλήσω αὐτὸν ἑτέρῳ, ψηφίζεται τὰ ἐ ἔτη τῷ ἀγοραστῇ. ἐὰν ἐκεῖνος ἐπὶ ἐ ἐνιαυτοὺς ἄλλους μὴ χρήσεται τῇ δουλείᾳ, ἐκπέσῃ αὐτῆς. εἰς μὲν γὰρ τὸ κτήσασθαι τὴν ἐλευθερίαν τῆς δουλείας τὸν αὐτὸν ἀπαιτοῦμεν εἶναι παρ᾽ ὅλον τὸν νόμιμον καιρὸν, εἰς δὲ τὸ ἀπολέσαι διὰ τῆς ἀχρηστίας ἀρκούμεθα τὸ μηδὲ χρήσασθαι καὶ μόνον παρ᾽ ὅλον τὸν τοῦ νόμου καιρὸν, καὶ οὐ περιεργαζόμεθα, εἴτε εἷς εἴτε πλείους εἰσὶν οἱ μὴ χρησάμενοι.
48
pr.Ἐάν τις δημοσίαν ὁδὸν ἤτοι γῆν παρὰ ἀλλοτρίου χωρίου ὀρύττῃ, τὸν ὅρον μὴ ὑπερβαίνει.
49
pr.Ἐὰν τειχίον, πόδα ἕνα ἀπολείπῃ· εἰ δὲ οἰκήματα, πόδας ζ· εἰ δὲ τάφον ἢ βόθρον ὀρύττων, ὅσον τὸ βάθος εἴη, τοσοῦτον λείπῃ· εἰ δὲ φρέαρ, [ὀργυιάν, εἰ μήπω φρέαρ] προϋπάρχῃ τοῦ γείτονος καὶ διὰ τοῦ καινοῦ ἔργου βλάπτει αὐτόν.
50
pr.Ἐὰν πλησίον τοῦ ἀγροῦ σου ὑδραγώγιον ἔχω, παρέπεται σιωπηρῶς τῇ τοιαύτῃ δουλείᾳ ταῦτα· τὸ ῥεῖθρον ἀνανεοῦν καὶ τὸ εἰσιέναι καὶ ἐξιέναι ἐμέ τε καὶ τοὺς ἐμοὺς τεχνίτας. χρεωστεῖς δέ μοι καὶ διαστήματα καταλιμπάνειν, ὡς ἂν δ᾽ αὐτῶν καὶ ἐκ δεξιοῦ καὶ ἐξ ἀριστεροῦ πορεύεσθαί με ἐπὶ τὸ ῥεῖθρον, εἰς τὸ ἐν αὐτοῖς ἀποτίθεσθαι γῆν καὶ λίθους καὶ τὴν ὕλην τὴν ἐκ τοῦ ὁλκοῦ ἐκφερομένην καὶ ἄσβεστον καὶ ψάμμον πρὸς ἀνανέωσιν τοῦ ὑδραγωγίου.
51
pr.Ἐὰν πιπράσκων ἀγροῦ μέρος συμφωνήσω δ᾽ αὐτοῦ ἕλκειν ὕδωρ, καὶ μήπω ποιήσαντός μου τὸν ὀχετὸν ὁ νόμιμος παρέλθῃ χρόνος, σώζεταί μοι τὸ δίκαιον. εἰ δὲ ἐποίησα μὲν, μὴ ἐχρησάμην δὲ, φθείρεται.
52
pr.Ἡ δουλεία τοῦ ὕδατος ἐὰν συστῇ, ὥστε ἐν μόνῳ τῷ θέρει κεχρῆσθαι αὐτῇ ἢ ἐν ἑνὶ [μηνὶ] ἢ ὑπὲρ ἐνιαυτὸν, διπλασιάζεται τῆς ἀχρηστίας ὁ χρόνος. τὸ αὐτὸ καὶ ἐπὶ τῆς ὁδοῦ. εἰ δὲ ὑπὲρ ἡμέραν, τῷ νομίμῳ χρόνῳ φθείρεται· μία γάρ ἐστιν ἡ δουλεία.
53
pr.Τῷ περὶ ὅρων ἢ ὁροθεσίων δικαστηρίῳ τοῦ μακροῦ χρόνου παραγραφὴ οὐκ ἀντίκειται, ἀλλὰ μόνη ἡ τῶν λ χρόνων παραγραφὴ χώραν ἔχει.
54
pr.Ἐν ταῖς περὶ ὅρων ζητήσεσι δεῖ τὸν δικαστὴν ἀκολουθεῖν ἢ τοῖς ὑπομνήμασιν ἢ τῇ δημοσίᾳ ἀπογραφῇ τῇ πρὸ τῆς κατάρξεως συστάσῃ, εἰ μὴ ἄρα τῇ ποικίλῃ τῶν κτητόρων διαδοχῇ καὶ τῇ κρίσει τῶν κατὰ καιροὺς νεμομένων ἀλλαγέντες οἱ ὅροι ἀποδειχθῶσι. τότε γὰρ τούτοις τοῖς ὅροις προσεκτέον τοῖς ὑπὸ τῶν κτητόρων ὁρισθεῖσι, καὶ οὐχὶ τοῖς παλαιοτέροις.
55
pr.Ἡνίκα δημοσία ὁδὸς ἢ σεισμοῦ συμβεβηκότος ἢ ἐπικλύσαντος αὐτὴν ποταμοῦ ἀπολεῖται, ὁ πλησιάζων δεσπότης ἀναγκάζεται παρέχειν τὴν δημοσίαν ὁδὸν διὰ τῶν ἰδίων τόπων.
56
pr.Ἐὰν ποταμὸς μέσον δύο ἀγρῶν ῥεῖ, τουτέστι τοῦ σοῦ καὶ τοῦ ἐμοῦ, εἶτα κατὰ βραχὺ καὶ ἀνεπαισθήτως προσθήσει μὲν τῇ ἐμῇ γῇ, ὡς μὴ δύνασθαί τινα νοῆσαι πόσον καὶ ἐν ὁποίῳ χρόνῳ τῆς ἡμετέρας δεσποτείας τὸ προστιθέμενον, τοῦτο ἐμὸν γίνεται. εἰ δὲ ἡ τοῦ ποταμοῦ βία καὶ ὁρμὴ μέρος τὶ τοῦ σοῦ ἀγροῦ ἀφείλετο καὶ τῷ ἐμῷ προσήγαγεν ἀγρῷ, καὶ δῆλόν ἐστι τὸ προστεθὲν, τῆς σῆς μένει δεσποτείας· οὐδὲ γὰρ ἀνεπαισθήτως τοῦτο γέγονεν
57
pr.Ἐὰν ὕδωρ ἕλκοντός μου διὰ ὑδραγωγίου φαίνεται μὲν ἕως τόπου τινὸς, μὴ δείκνυται δὲ δι ὅλου τοῦ ὁλκοῦ τὸ ὕδωρ, φθαρέντος τυχὸν τοῦ ὑδραγωγίου, ἐν τῷ μέσῳ ἀβλαβὴς ἡ κατὰ παντὸς τοῦ ὁλκοῦ δουλεία φυλάττεται.
58
pr.Πᾶσα ἀγωγὴ προσήκουσα σεπτῷ οἴκῳ, εἴτε προσωπικὴ εἴτε ὑποθηκαρία ἐστὶν, οὐχ ὑπερβαίνει τὰ μ ἔτη, τῶν ἁρμοζουσῶν ἑκάστῳ εὐαγεῖ οἴκῳ προσκαίρων παραγραφῶν φυλαττουσῶν μέντοιγε τοὺς οἰκείους χρόνους.
59
pr.Ἐὰν βλαβῇ σῶμα ἐλεύθερον, ἡ καταδίκη γίνεται εἰς τὴν δαπάνην τῆς ἰατρείας καὶ τῆς ἐργασίας, οὐ μὴν τῆς ἀμορφίας· σῶμα γὰρ ἐλεύθερον οὐ διατιμᾶσθαι. ὁ δὲ σῶμα δούλου βλάψας ἀπαιτεῖται πρὸς τοῖς εἰρημένοις καὶ εἰς εἴ τι ἠλαττώθη ἡ διατίμησις αὐτοῦ.
60
pr.Οὐκ ἀπρεπῶς δὲ καὶ τοῦτο ἔδοξεν ἡμῖν ὁρίσασθαι, ἵνα οἱ ἐπὶ ἐγκλήματι περιοριζόμενοι ἐν τῷ ἰδίῳ οἴκῳ [μὴ] παραγράφωνται χρόνῳ.
61
pr.᾿Αλλὰ μηδὲ τοῖς διὰ δουλείαν βασιλικὴν ἀπολιμπανομένοις συμψηφιζέσθω χρόνος, ἐφ᾽ ὅσον διάγουσιν ἐν τῷ τόπῳ τῆς λειτουργίας μέχρις ὅτου ὑποστρέψωσιν.
62
pr.Ὁ κωφὸς καὶ ἄλαλος, ὁ μαινόμενος, ὁ ἄφρων καὶ ὁ αἰχμάλωτος οὐ περιγράφονται χρόνῳ. τότε δὲ ὁ χρόνος αὐτοῖς ἄρχεται τρέχειν, ὅτε ὁ μὲν ἐπανέλθῃ, οἱ δὲ τοῦ πάθους ἀπαλλαγῶσιν.
63
pr.Ἐκ τοῦ βι. κωδίκων τί. ιδ΄ διγ. Ἐὰν περιέλῃ ὁ γείτων παλαιὸν ἔργον, καὶ τὸ ὕδωρ ἐκ τούτων φυσικῶς βλάπτει τὸν ὑποκείμενον ἀγρὸν, οὐ χώρα τῇ περὶ ὕδατος πλησμονῆς ἀγωγῇ. ἀεὶ γὰρ τοῖς ὑποκειμένοις ἀγροῖς ἐπίκειται δουλεία τοῦ ὑποδέχεσθαι τὸ φυσικῶς ῥέον ὕδωρ ἐκ τῶν ὑπερκειμένων.
64
pr.Βι. τοῦ αὐτοῦ τί. – Ποταμοῦ παρεντιθεμένου συνίσταται δουλεία, ἐὰν ποδὶ περᾶται ἢ γέφυραν ἔχει, οὐ μὴν ἐάν ἐστι ναυσίπορος. εἰ δὲ ἄλλοι δεσπόται τοὺς ἐκεῖθεν ' τοῦ ποταμοῦ ἔχουσιν ἀγροὺς, δέον ἐστὶ καὶ αὐτοὺς παραχωρεῖν. εἰ δὲ καὶ αὐτὸς ἐκεῖθεν κέκτηται, οὐ διακόπτεται ἡ δουλεία. ἡ γὰρ ὁδὸς πληροῦται φθάνουσα πόλιν ἢ δημοσίαν ὁδὸν ἢ ποταμὸν ναυσίπορον ἢ ἕτερον ἀγρὸν τοῦ δουλευομένου.
65
pr.Ὁδὸς πλατεῖα ἐστὶ τὸ παριέναι καὶ τὸ ἐλαύνειν καὶ ἕλκειν καὶ τὸ βαστάζειν δόρυ ὀρθὸν, εἰ μὴ οἱ καρποὶ βλάπτονται.
66
pr.Τί. τῶν αὐτῶν. – Κατὰ νόμον ἡ πλατεία ὁδὸς εἰς μὲν ὀρθὸν ὀκτὼ ποδῶν ἐστιν, εἰς δὲ κάμψιν ἑξκαίδεκα.
67
pr.Μονοπάτιόν ἐστι, δι οὗ τις δύναται παρελθεῖν ποδὶ καὶ ἔφιππος. ἡ δὲ πάροδος δι ἧς καὶ βούκολα καὶ ὑποζύγια περιφέρειν.
68
pr.Ἐὰν παραχωρήσῃς μοι ἕλκειν ὕδωρ, καὶ μὴ ὁρίσῃς τὸν τόπον, ὅλος ὁ ἀγρὸς δουλεύει. μᾶλλον δὲ οἱ τόποι οἱ μὴ ἔχοντες κτίσμα ἢ ἀμπέλους ἢ δένδρα, ὅτε τὴν ἀρχὴν ἡ δουλεία συνίσταται.
69
pr.Ὅτε περὶ καινοτομίας κτίσματος ἢ ὅρων γίνεται ζήτησις, οὐκ ἀπαιτοῦμεν τοὺς παριόντας εἰδέναι πάντως, ἐπὶ ποίων ὑπάτων ἢ πότε γέγονεν, ἀλλ᾽ εἰ ἀκηκόασι παρὰ τῶν ἐπισταμένων ἢ ἀκουσάντων, πότε τὸ ἔργον ἐγένετο.
70
pr.᾿Αλλοτρίοις οἴκοις ἢ ἀγροῖς ἢ ἐργαστηρίοις ἢ πράγμασι μηδεὶς ἐξ οἰκείας προσηγορίας σανίδας ἐπιτιθέτω, δήμευσιν ἐκ παραβασίας εὐλαβούμενος.
71
pr.Ἐκ τοῦ η΄ τί. τοῦ α΄ βι. τῶν διγέστων. – Τὰ τείχη τῶν πόλεων οὔτε ἀνανεοῦν ἔστι παρὰ κέλευσιν βασιλέως ἢ τῶν ἀρχόντων, ἢ τίποτε συνάπτειν ἢ ἐπιτιθέναι αὐτοῖς.
72
pr.Ἐκ τοῦ η΄ τί. τῶν διγέστων. — Τοῖς ἐν θαλάσση ἁλιεύουσιν ἔξεστι ποιεῖν ἐν τῷ αἰγιαλῷ καλύβην εἰς ὑποδοχὴν αὐτῶν. ὁ δὲ κτίζων ἐν αἰγιαλῷ καὶ τοῦ ἐδάφους δεσπόζει, ἐφ᾿ ὅσον τὸ κτίσμα συνίσταται· μετὰ γὰρ τὸ πεσεῖν ἔξεστιν ἑτέρῳ κτίσαι καὶ δεσπόσαι τοῦ ἀγροῦ.
73
pr.Ἐὰν ἡ θυγάτηρ μου ἀγνοοῦντός μου γαμηθῇ καὶ ἐν ζωῇ μου συλλάβῃ καὶ μετὰ θάνατόν μου τέκῃ, τὸ τικτόμενον οὐκ ἐστι νόμιμον τῷ πατρὶ αὐτοῦ.
74
pr.᾿Απόλλυσι τὴν πολιτείαν ὁ τοὺς ὅρους αὐτῆς ἐξιὼν, καὶ ἀναλαμβάνει τὸ δίκαιον τῆς πολιτείας ὁ εἰς τοὺς ὅρους αὐτῆς εἰσιών.
75
pr.Οὐ δεσπόζω τὸ ἀλλότριον, κἂν ἐν κήνσῳ αὐτὸ ἀπογράψωμαι.