JGR IV 3.43
Περὶ φόνου.
Abrir no leitor do IusCommune →1
pr.Ὁ ἐντειλάμενός τινι φονεῦσαι ὡς φονεὺς κρίνεται '.
2
pr.Ὁ τὸν νήπιον φονεύσας τιμωρίᾳ φόνου ὑπόκειται. καὶ ὁ ἐλάττονα τῶν κε ἐτῶν φονεύσας ἐνάγεται ὡς φονεύς.
3
pr.Οἱ ἐπίσημοι λῃσταὶ ἐν οἷς τόποις ἐπλημμέλησαν φουρκίζονται. καὶ χρὴ, ἵνα διὰ τῆς θέας καταπτοηθῶσιν οἱ ἐγχειροῦντες τοιούτοις, καὶ ἵνα γένηται παραμυθία τοῖς συγγενέσι τῶν ἀναιρεθέντων.
4
pr.Ὁ ἀνελὼν ἀνιόντα ἢ κατιόντα ἢ συγγενῆ αὐτοῦ πυρὶ παραδίδοται.
5
pr.Πυρὶ παραδίδονται οἱ δοῦλοι, οἵτινες τὴν σωτηρίαν τῶν οἰκείων δεσποτῶν ἐπεβούλευσαν. κἀκεῖνοι τιμωρείσθωσαν, ὅσοι τῆς φωνῆς αὐτοῦ ἀναιρουμένου ἢ τῆς κατ᾿ αὐτὸν βουλῆς αἰσθόμενοι μὴ συνέδραμον, εἴτε ἐν οἴκῳ εἴτε ἐν ὁδῷ ἢ ἀγρῷ τοῦτο συνέβη.
6
pr.Ὁ φονεύων ἑκουσίως, οἵας ὑπάρχοι ἡλικίας, ξίφει τιμωρείσθω.
7
pr.Οὔτε ἡ νεάνις, τουτέστιν ἡ ἑπταέτης, οὔτε ὁ μαινόμενος φονεύων ὑπόκειται θανάτῳ τ.
8
pr.Ὁ μετὰ ξίφους πλήττων τινὰ ἐὰν φονεύσῃ, ξίφει τιμωρείσθω. εἰ δὲ ὁ πληγεὶς οὐ τελευτήσῃ, ὁ τὴν πληγὴν δεδωκὼς χειροκοπείσθω, διότι ὅλως μετὰ ξίφους κατετόλμησε δοῦναι.
9
pr.Μάχης μεταξύ τινος γενομένης, ἐὰν συμβῇ θάνατον προελθεῖν, τηρείτωσαν τὰ ὄργανα οἱ ἀκροαταὶ δ᾽ ὧν ἐπράχθη ὁ θάνατος. καὶ εἰ εὕρωσιν διὰ ξύλων τελείων ἢ λίθων μεγάλων ἢ λακτισμάτων τὸν φόνον γεγενημένον, τὸν τοῦτο διαπραξάμενον χειροκοπείσθωσαν. εἰ δὲ δ᾽ ἐλαφροτέρων τινῶν συμβῇ γενέσθαι τὸν θάνατον, τυπτέτωσαν τοῦτον καὶ ἐξοριζέτωσαν.
10
pr.Ἐὰν ἐν μάχῃ μετὰ χειρὸς τύψῃ τὶς καὶ φονεύσῃ, τυπτόμενος ἐξοριζέσθω.
11
pr.Ἐάν τις τὸν ἴδιον οἰκέτην ῥάβδοις ἢ λώροις τύψῃ, καὶ ἐκ τούτου συμβῇ ἐκεῖνον τελευτῆσαι, οὐ κατακρίνεται ὡς ἀνδροφόνος. εἰ δὲ ἀμέτρως αὐτὸν ἐβασάνισε ἢ φαρμάκῳ ἀνεῖλεν ἢ προσέκαυσεν, ὡς φόνον πεποιηκὼς τιμωρεῖται.
12
pr.᾿Ακουσίως δὲ φόνον ποιήσας ἐξορίζεται.
13
pr.Ἐὰν πατὴρ κατηγορήσῃ τινὸς περὶ φόνου παιδὸς αὐτοῦ, καὶ ἀποφανθῇ κατὰ συκοφαντίαν κινήσας, οὐκ ἀτιμοῦται.
14
pr.Ἐκ τοῦ θ΄ βι. τῶν κωδ. τί. μς΄. - Οὔτε ἡ μήτηρ ἐκδικοῦσα τὸν φόνον τοῦ ἰδίου παιδὸς, οὔτε ὁ κληρονόμος προσταχθεὶς παρὰ τοῦ διαθεμένου ἐκδικῆσαι τὸν ἑαυτοῦ θάνατον, καὶ ἀποτυχόντες, ὑποκείσονται τῇ συκοφαντίᾳ, ἀλλὰ συγγνωσθήσονται ἑκάτεροι.
15
pr.Ἐὰν υἱὸς ἐκδικῇ θάνατον πατρὸς καὶ ἀποτύχῃ, οὐχ ὑπόκειται τῇ συκοφαντίᾳ.
16
pr.Ὅτε ὁ δοῦλος ἀδίκως φονευθῇ, χώρα τῷ νόμῳ.
17
pr.Ὁ τὸν λῃστεύοντα αὐτοῦ ἀνελὼν οὐ κινδυνεύει.
18
pr.Ἐὰν μεμηνὼς φονεύσῃ ἢ τετράποδον ἢ κεραμὶς πεσοῦσα ἢ ἑπταέτης, ἀργεῖ ὁ ἀκουΐλιος τουτέστιν ἡ ποινή.
19
pr.Ὁ μὴ φονεύσας, ἀλλ᾽ αἰτίαν θανάτου δεδωκὼς, τῇ τοῦ διπλοῦ ἀπαιτήσει ὑπόκειται, ὡς ὁ δεδωκὼς φάρμακον ἀντὶ ἰατρείας ἢ ξίφος τῷ μαινομένῳ.
20
pr.Εἴ τινες ἀκοντίῳ παίζοντες φονεύουσι, χώρα τῷ ἀκουϊλίῳ, εἰ μὴ ἄρα ἐν κάμπῳ ἠκόντιζον· [οὐ γὰρ ὀφείλει παρὰ καιρὸν] ἐκεῖθεν παρελθεῖν. κἀκεῖ δὲ ὁ ἐπίτηδες εἰς αὐτὸν ἀκοντίσας ὑπόκειται τῷ ἀκουϊλίῳ. τὸ γὰρ ἐπιβλαβὲς παίγνιον εἰς ἀμέλειαν ἀναφέρεται.
21
pr.Ἐὰν ἄλλος κρατήσῃ καὶ ἄλλος ἀνέλῃ, ὁ κρατήσας ὑπόκειται τῷ θανάτῳ.
22
pr.Ἐὰν πολλοὶ πλήξωσι, καὶ μὴ ἐστι δῆλον τῇ πληγῇ τίνος ἀπέθανεν, πάντες ὑπόκεινται ὡς φονεῖς, καὶ τοῦ ἑνὸς και ταβαλόντος οἱ λοιποὶ οὐκ ἐλευθεροῦνται· ποινὴ γάρ ἐστιν.
23
pr.Ἐάν τις θανατηφόρως τραυματίσας καὶ ἄλλος ἀνέλῃ, ὁ πρῶτος ὡς τραυματίσας καὶ ὁ δεύτερος ὡς ἀνελὼν ὑπόκεινται.
24
pr.Ἐὰν πολλοὶ δοκὸν ῥίψαντες ἀνέλωσι, πάντες τῷ ἀκουϊλίῳ ἐνάγονται.
25
pr.Ὁ τὸν ἐπίκοινον δοῦλον φονεύων ἢ τραυματίζων ὑπόκειται τῷ ἀκουϊλίῳ τῆς ζημίας ἀποτιμωμένης.
26
pr.Ὁ δεσπότης τοῦ ἀναιρεθέντος δύναται κινεῖν τὸν περὶ ἀνδροφόνων νόμον, καὶ οὐ προκρίνεται κινήσας τὸν ἀκουΐλιον.
27
pr.Ὁ πλαστῶς ὁμολογήσας πεφονευκέναι καταδικάζεται τῷ ἀκουϊλίῳ, εἴτε ὅλως ἐφονεύθη ὑφ᾽ οἱουδήποτε. εἰ δὲ μετὰ τὴν κατάθεσιν δείκνυσιν ὅτι ζῇ, ἐλευθεροῦται τοῦ ἀκουϊλίου.
28
pr.Ὁ δεσπόζων τοῦ φονεύσαντος, κἂν φυγὰς ἦν, ἐνέχεται εἰς τὴν τιμὴν αὐτοῦ.
29
pr.Ἐάν τινων ἐν μιᾷ στέγῃ ὄντων ἀναιρεθῇ τις, πάντες κολάζονται. εἰ δὲ ἐν ταὐτῷ κλίματι οὐκ ἄλλως, εἰ μὴ ᾔδεισαν.
30
pr.Ὑπὸ δὲ τὴν αὐτὴν στέγην νοοῦμεν τοὺς δυναμένους ἀκοῦσαι φωνὰς τοῦ φονευθέντος. ἀλλὰ καὶ ἡ δούλη κἂν μὴ δύναται τὸ σῶμα βοηθεῖν, ἀλλ᾽ οὖν ὀφείλει κράζειν, ἵνα οἱ λοιποὶ ἀκούσωσι ἢ οἱ γείτονες. τοῦτο δὲ μὴ ποιοῦσα ἐσχάτως τιμωρεῖται, εἰ καὶ μὴ φόβῳ τοῦ ἀποθανεῖν οὐκ ἔκραξε. δεῖ γὰρ τοὺς οἰκέτας προκρίνειν τῆς ἰδίας σωτηρίας τὴν τῶν δεσποτῶν αὐτῶν.
31
pr.᾿Αναιρεθέντος δεσπότου ἐν μεγάλῃ κώμῃ, μόνοι οἱ ὄντες μετ᾿ αὐτοῦ καὶ οἱ ἐπὶ σφαγῇ ὑπονοούμενοι ἢ τῇ συνειδήσει κολάζονται. εἰ δὲ ἐν ὁδῷ ἀναιρεθῇ, οἱ συνόντες μετ᾿ αὐτοῦ καὶ οἱ ἀποφυγόντες.
32
pr.Ἐὰν τελευτῶν ὁ δεσπότης εἴπῃ περὶ τοῦ δούλου, ἐπαχθῆναι αὐτῷ τὴν αἰτίαν τοῦ φόνου, οὐ πιστεύεται, εἰ μὴ καὶ ἑτέρωθεν δείκνυται.
33
pr.Ἐὰν ἐπιχειρηθῇ ὁ δεσπότης καὶ μὴ ἀναιρεθῇ, αὐτὸς τιμωρεῖται τὴν φαμιλίαν, ἔχων καὶ κατὰ τῶν ἀπελευθέρων
34
pr.Ἐκ τοῦ ις ' τί. βι. λε΄. – ᾿Ανδρὸς ἢ γυναικὸς ἀναιρουμένων οἱ ἑκάτεροι δοῦλοι τιμωροῦνται, κἂν τοῦ πενθεροῦ εἰσιν.
35
pr.Ὁ κατὰ βίαν ἀγροῦ τινος ἐπιβαίνων, κἂν ἐκ τοῦ οἰκείου αὐτοῦ μέρους ἀναιρεθῇ τις κἂν ἐκ τοῦ ἐναντίου, ὡς ἀνδροφόνος τὴν κεφαλὴν ἀποτεμνέσθω.
36
pr.Ὁ τὸν ἐπελθόντα φονεύσας, ἐν ᾧ περὶ τὴν ζωὴν ἐκινδύνευσεν, ἀνεύθυνος ἔσται, λαμβάνων καὶ τὴν ἐν αὐτῷ γενομένην βλάβην.
37
pr.Ἐάν τις τὸν μετὰ ὅπλου ἐν τῇ οἰκίᾳ εἰσιόντα θεάσηται, τοῦτον ἀνελεῖν πειρώμενος, ἐὰν μὲν δίχα ἰδίου κινδύνου διὰ τῆς ἑτέρας ἐξόδου ἔξω δυνηθῇ ἐκφυγεῖν, τοῦ ἴσως ἀτοπήματος οὐκ ἐφείσατο, ἀλλὰ ἀνεῖλεν, ὁ τοιοῦτος ἐνέχεται τῷ ἀκουϊλίῳ.
38
pr.Τὸν λῃστὴν ἔξεστιν ἑκάστῳ ἀκινδύνως φονεύεν.
39
pr.Ἐσχάτη τιμωρία ἐστὶ τὸ φουρκισθῆναι ἢ καυθῆναι. ταῦτα γὰρ πλησιάζουσι θανάτου.
40
pr.Οὐχ ὑφίσταται σπῖλον ὁ υἱὸς ἀπὸ τοῦ πατρῴου ἐγκλήματος ἢ ποινῆς, οὐδέ τις ἕτερος ἐξ ἁμαρτήματος ἑτέρου.
41
pr.Καλῶς ὅπλοις ἐξωθῶ τὸν μετὰ ὅπλων ἐπιόντα, παραχρῆμα μέντοι· καὶ οὐ μόνον ἀντιστῆναι ἔξεστιν, ἀλλὰ καὶ ἐκβληθέντα εὐθὺς ἀντεκβαλεῖν, οὐ μέντοι μετὰ διωρίαν.
42
pr.Ἐκ τῶν ῥοπῶν. – Κατὰ τρυφὴν καὶ πενίαν ἐφόνευσέ τίς τινα, καὶ ὁ ἀνθύπατος ἐπὶ πενταετίαν ἐξορίσας αὐτὸν ἀπεδέχθη.