JGR IV 3.44
Περὶ υἱοθεσιῶν.
Abrir no leitor do IusCommune →1
pr.Δἰ ἐπιστολῆς συγγένειαι οὐκ ἀποδείκνυνται, ἀλλ᾽ ἢ διὰ γεννήσεως ἢ ἐκ τῆς θέσεως '.
2
pr.Οὐ συνίστησι τὴν συγγένειαν ψιλή βεβαίωσις, οὐδὲ ἡ ἐψευσμένη ἀπογραφή, κἂν ἑκάτεροι συναινέσωσιν, ἀλλ᾽ ἢ μόνος νόμιμος γάμος ἢ θέσις.
3
pr.Ἔξεστι πᾶσι τοῖς βουλομένοις υἱοποιεῖσθαι ἀκωλύτως τὴν αὐτῶν εὐεργεσίαν ποιεῖν.
4
pr.Ἔξεστι μὴ μόνον τοῖς ἄῤῥεσιν υἱοποιεῖσθαι, ἀλλὰ πολλῷ μᾶλλον καὶ τῷ θήλει προσώπῳ· ἔχειν δὲ καὶ τὸ ὑπεξούσιον τὸ υἱοθετούμενον, οὐ κατὰ νομικὴν αὐθεντίαν, ἀλλὰ κατὰ προαίρεσιν τῶν υἱοθετηθέντων.
5
pr.Ἐὰν υἱοθετήσωμαι τὸν ἤδη λαβόντα τὴν παρ᾽ ἐμοῦ διαζευχθεῖσαν, οὐκ ἐστιν ὁ γάμος ἀθέμιτος.
6
pr.Ἐὰν ὁ ἐπίτροπος ἢ ὁ γενόμενος κουράτωρ υἱοθετήσῃ τὸν ἄνδρα τῆς ἐπιτροπευθείσης ἢ κουρατωρευομένης ἢ τὸν πατέρα αὐτοῦ, ἡ θέσις ἄκυρός ἐστιν, οὐ μὴν ὁ γάμος λύεται, ὥσπερ λύεται ἡνίκα τὶς τὸν ἴδιον γαμβρὸν υἱοθετήσηται.
7
pr.Ἐκ τοῦ λγ ' βι. τοῦ α΄ τί. Καὶ διὰ τῆς θέσεως γίνεταί τις ὑπεξούσιος. καὶ υἱοθετοῦνται μὲν ὑπεξούσιοι, υἱοθετοῦνται δὲ καὶ αὐτεξούσιοι.
8
pr.Οἱ μὲν ὑπεξούσιοι ἐπὶ τῶν ἀρχόντων, οἱ δὲ αὐτεξούσιοι ἐπὶ βασιλέως.
9
pr.Ἐὰν υἱοθετήσωμαι αὐτεξούσιόν τινα ἕξω καὶ τοὺς αὐτοῦ παῖδας ὑπεξουσίους ἐν τάξει ἐκγόνων.
10
pr.Δεῖ τὸν κουράτωρα συναινεῖν τοῦ ἀφήλικος διδομένου εἰς θέσιν.
11
pr.Ὁ τυφλὸς εἰς θέσιν καὶ λαμβάνεσθαι καὶ λαμβάνειν δύναται.
12
pr.Ἐὰν συναινοῦντος τοῦ υἱοῦ μου υἱοθετήσωμαι ὡς ἐξ αὐτοῦ ἔγγονον, οὐκέτι γίνεταί μοι ὑπεξούσιος.
13
pr.Ὁ θετὸς υἱός μου ὑπεξελθὼν τῆς ὑπεξουσιότητος οὐχ ὑποστρέφει εἰς αὐτὴν εὐσχημόνως, εἰ μὴ δι υἱοθεσίας.
14
pr.Ἐὰν αὐτεξούσιον υἱοθετήσωμαι, πάντα τὰ αὐτοῦ προσπορίζεταί μοι σιωπηρῶς, εἴγε τῶν προσποριζομένων εἰσὶ, καὶ ὑπεξούσιοι αὐτοῦ παῖδες ἀκολουθοῦσιν αὐτῷ, ἀλλὰ καὶ οἱ κυοφορούμενοι καὶ οἱ ἀπὸ τῶν πολέμων ὑποστρέφοντες παῖδες.
15
pr.Υἱοθετηθεὶς παρὰ τοῦ αὐτεξουσίου μου υἱοῦ οὐκ ἐστί μου ἔγγονος.
16
pr.Ὁ ἀπὸ θετοῦ υἱοῦ τεχθεὶς τοῦ θετοῦ ἐγγόνου τάξιν ἔχει.
17
pr.Ὁ μὴ ἔχων γαμετὴν δύναται υἱοθετεῖν.
18
pr.Ἐὰν υἱοθετήσωμαί τινα ἐπὶ τῷ μετὰ τριετίαν δοῦναί σοι αὐτὸν εἰς θέσιν, οὐκ ἐνέχομαι. πρόσκαιρος γὰρ υἱὸς οὐκ ἔστιν.
19
pr.Συγκλητικὸς ἢ συγκλητικοῦ υἱὸς, ἐὰν ὑπ᾿ ἰδιώτου υἱοθετηθῇ, μένει ἔχων τὸ ἀξίωμα. διὰ γὰρ τῆς θέσεως οὐ μειοῦται, ἀλλὰ αὔξει μᾶλλον τὸ ἀξίωμα.
20
pr.Ὁ μὴ ἔχων υἱὸν υἱοθετεῖ ἔγγονον.
21
pr.Ἐὰν αὐτεξούσιον ποιήσω ἢ παράσχω εἰς θέσιν τὸν θετόν μου υἱὸν, οὐ δύναμαι πάλιν αὐτὸν υἱοθετεῖσθαι.
22
pr.Ἡ ἄκυρος υἱοθεσία δύναται διὰ βασιλέως βεβαιοῦσθαι.
23
pr.Ἐὰν εἰς υἱοθεσίαν λάβω αὐτεξούσιον, οἱ παῖδες αὐτοῦ γίνονταί μου ἔγγονοι. εἰ δὲ ὑπεξούσιον υἱοθετήσωμαι, οἱ παῖδες αὐτοῦ μένουσιν ὑπεξούσιοι τοῦ φυσικοῦ πάππου.
24
pr.Τὰ βάρη τοῦ υἱοθετηθέντος πρὸς τὸν υἱοθετησάμενον μετέρχεται, καὶ ἀνάγκην ἔχει τοῦ τρέφειν αὐτὸν καὶ ἐνάγειν καὶ πάντα πράττειν, ὅσα καὶ ὁ φυσικὸς πατὴρ ἐπὶ τοῖς οἰκείοις παισίν.
25
pr.Ὁ σπάδων διὰ τῆς θέσεως κτᾶται ὑπεξούσιον κληρονόμον.
26
pr.Ἡ υἱοθεσία οὗ διὰ ταβελλίωνος γίνεται, ἀλλὰ νομίμου προσώπου παρὰ τῷ ἄρχοντι.
27
pr.Ἡ γυνὴ οὐ δύναται υἱοποιήσασθαι, ἥτις οὐδὲ ὑπεξουσίους ἔχει τοὺς φυσικοὺς παῖδας. ἀλλ᾽ ἐπειδὴ εἰς παραμυθίαν τῶν ἀπολλυμένων παίδων βούλεται λαβεῖν, δίδομεν αὐτῇ τοῦτο ποιεῖν, ὡσανεὶ ἐξ αὐτῆς τεχθέντων αὐτῶν. εἰ δὲ μὴ προέσχε παῖδας, οὐ δύναται τοῦτο ποιεῖν.
28
pr.Γυνὴ οὔτε κατὰ βασιλικὴν αἴτησιν οὔτε κατὰ ἀρχοντικὴν δύναται λαμβάνειν τινὰ εἰς θέσιν. ἡ γὰρ θέσις δίδωσιν ἡμῖν τὴν κατὰ τοῦ παιδὸς ὑπεξουσιότητα, αὕτη δὲ τοὺς φυσικοὺς παῖδας ὑπεξουσίους οὐκ ἔχει, ὁ δὲ νόμος ἀκολουθεῖ τῇ φύσει· εἰκότως οὐ λήψεταί τινα εἰς θέσιν, εἰ μὴ ἄρα ἐκ φιλοτιμίας βασιλέως πρὸς παραμυθίαν τῶν τελευτησάντων αὐτῇ παίδων βουληθῇ λαβεῖν. ὥστε οὖν ἡ μὴ σχοῦσα παῖδας γυνὴ οὐδὲ διὰ βασιλέως ἀντιγραφῆς εἰς θέσιν λήψεταί τινα. καὶ γὰρ πρὸς τὰς εἰρημένας διαφοράς ἐστι καὶ αὕτη.
29
pr.Περὶ διαφορᾶς εὐνούχων. Τρεῖς διαφοραί εἰσι τῶν εὐνούχων· σπάδωνες, θλιβίαι, καὶ καστράτοι. σπάδων ἐστὶν, ὅταν τὶς ἀφ᾽ ὕψους κρημνισθῇ καὶ κατὰ βίαν εὐνουχισθῇ· θλιβίας, ὅταν θλιβῶσι τὰ τοῦ παιδὸς αἰδοῖα καὶ δι αὐτῶν εὐνουχισθῇ· καστράτος, ὁ προαιρέσει τῶν γονέων εὐνουχισθείς. καὶ ὁ μὲν σπάδων δύναται καὶ υἱοθετεῖν, ὁ δὲ καστράτος καὶ θλιβίας οὐχὶ, ἐπειδὴ γυναικὸς ἑκουσίως [διὰ] τῶν γεννητόρων ἀναλαμβάνει τάξιν, καθὼς καὶ γυναῖκες οὐχ υἱοθετοῦσιν.