IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.45

Περὶ διαλύσεως.

Abrir no leitor do IusCommune →

1

pr.Ἐν τῷ μέσῳ τῆς δίκης καλῶς τις διαλύεται '.

2

pr.Πᾶσα διάλυσις ἐπὶ μόνοις κρατεῖ τοῖς συναρέσασιν

3

pr.Ἐνετείλατό τις οἰκείῳ κουράτωρι δίκην ἀγωνίσασθαι πρός τινα, οὐ διαλύσασθαι δὲ πρὸς αὐτόν. ὁ δὲ κουράτωρ οὗτος ἀπελθὼν διελύσατο παρὰ τὴν ἐντολὴν τοῦ κυρίου τῆς δίκης. λέγει τοίνυν ἡ διάταξις, μὴ ἐῤῥῶσθαι αὐτήν.

4

pr.Ἐπὶ μὲν τῶν δι αἵματος ἐχόντων τὴν τιμωρίαν ἐγκλημάτων ἔξεστι διαλύεσθαι χωρὶς τοῦ τῆς μοιχείας ἐγκλήματος. ἐπὶ δὲ ἄλλων τῶν μὴ ἐχόντων ἐν αἵματι τὴν τιμωρίαν οὐκ ἔξεστι διαλύειν χωρὶς τοῦ τῆς πλαστογραφίας ἐγκλήματος. τὸ γὰρ τοιοῦτον ἔγκλημα, εἰ καὶ μὴ ἔχοι ἐν αἵματι τὴν τιμωρίαν, ὅμως ἔξεστιν ἐπὶ αὐτῷ διαλύεσθαι ὑπεξῃρημένου τοῦ τῆς μοιχείας ἐγκλήματος. ὅσα δὲ ἔχει δι αἵματος τὴν τιμωρίαν, ἐπὶ τούτοις οὐκ ἔῤῥωται ἡ διάλυσις.

5

pr.Πᾶσα διάλυσις ἢ [ἀπὸ τοῦ] δοθῆναί τι τῷ διαλυσαμένῳ ἢ παρακατασχεθῆναί τι παρ᾽ αὐτοῦ ἢ ἐπαγγελθῆναι αὐτῷ τι συνίσταται, καὶ εἰ μὴ τοῦτο γένηται, οὐκ ἐστι διάλυσις. διάλυσις γὰρ οὐδενὸς δοθέντος ἢ παρακατασχεθέντος ἢ ὁμολογηθέντος οὐδαμῶς προβαίνει.

6

pr.Ἐκ τοῦ ις ' τί. Διάλυσίς ἐστιν ἀμφιβαλλομένου καὶ φιλονεικουμένου τομὴ καὶ περάτωσις. γίνεται δὲ ἢ ἐξ ἰδιοχείρου μεμαρτυρημένου ἢ δι ἀγοραίου τετελεσμένου συμβολαίου ἢ δι᾽ ὁμολογήσεως ἀγράφου ἐπί τινων προσώπων βεβαιουμένης.

7

pr.Μετὰ τετελεσμένην διάλυσιν μὴ κινείτω τὶς, εἰ μήπω παράσχῃ πάντα, ὅσα διαλυσάμενος ἐκομίσατο, καὶ τοῦτο βουλομένου τοῦ ἐναγομένου.

8

pr.Αἱ διαιρέσεις καὶ ἀγράφως γινόμεναι ἰσχύουσιν.

9

pr.Ὁ περὶ ποσότητος διαλυσάμενος, μείζων ὢν τῶν κε ἐνιαυτῶν, δύναταὶ κινεῖν περὶ λοιπῆς ἐποφειλομένης αὐτῷ ποσότητος. εἰ δὲ γενικῶς καὶ περιεκτικῶς καθόλου ἄνευ τινὸς κακουργήματος καὶ δόλου παρακολουθήσαντος διελύσατο, μηκέτι κινείτω, ἀλλὰ καὶ τὴν ἐγκειμένην ποινὴν ἀπαιτείσθω, καὶ οὕτως ἀπαρασάλευτον εἶναι τὴν τοιαύτην διάλυσιν. [τὴν γὰρ φόβῳ ἢ δόλῳ καὶ κακονοίᾳ τινὶ γενομένην διάλυσιν] ἔσω διετίας, τούτου τρανῶς ἀποδεικνυμένου, [ἀνατρέπεσθαι] 8.-

10

pr.Κατὰ κολακείαν ἢ ἀπάτην γενομένη διάλυσις οὐκ ἰσχύει.

11

pr.Ἐπὶ τῇ περὶ ὕβρεως ἀγωγῇ οὐ μόνον ὁ καταδικαζόμενος ἀτιμοῦται, ἀλλὰ καὶ διαλυόμενος ἐπὶ χρήμασι. δοκεῖ γὰρ ἐκ τοῦ συνειδέναι ἑαυτὸν ὡς ἁμαρτήσαντα παρασχεῖν τὰ χρήματα. ἐὰν δὲ [χωρὶς] χρημάτων ὁ ὑβρισθεὶς διαλύσηται, οὐ δύναται κινεῖν τὴν περὶ ὕβρεως ἀγωγήν.