IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.46

Περὶ ἀποδείξεως.

Abrir no leitor do IusCommune →

1

pr.Ὁ λέγων, οὐ μὴν ὁ ἀρνούμενος δεικνύει '.

2

pr.Ὁ λέγων τὸν ἀντίδικον αὐτοῦ ὑπὸ νόμου κωλύεσθαί τινος δικαίου, δεικνύει. καὶ ὁ λέγων μὴ ὀρθῶς γενέσθαι τὴν τοῦ παιδὸς αὐτεξουσιότητα, αὐτὸς δεικνύτω.

3

pr.Ὁ υἱὸς λέγων ἑαυτὸν αὐτεξούσιον, δεικνύει.

4

pr.Ἐάν τις ὁμολογήσας ἐν δικαστηρίῳ παρίστασθαι καὶ εὐλόγως ἐμποδισθῆναι αὐτὸν, δείκνυσιν.

5

pr.Ἐὰν ὁ τὴν περὶ πράγματος κινῶν ἀγωγὴν [μὴ] ἀποδείξῃ ἑαυτὸν δεσπότην, πάντῶς ὁ ἐναγόμενος νικᾷ, κἂν μηδὲν αὐτὸς ἀποδεικνύει.

6

pr.Ὁ ἐναγόμενος ἀποδείξεσιν οὐ βαρεῖται.

7

pr.Ὁ λέγων ἑαυτὸν ἀφήλικα, ὀφείλει προσελθεῖν τῷ ἄρχοντι καὶ τοῦτο ἀποδεῖξαι.

8

pr.Τὸ εἶναι τὸν πατέρα εὐγενῆ, πρᾶξαι δὲ καὶ τιμὰς, οὐ δείκνυσιν εὐγενῆ τὴν θυγατέρα.

9

pr.Ὁ ἐνάγων περὶ δεσποτείας, βαρεῖται τῇ ἀποδείξει.

10

pr.Ἡ λέγουσα ἑαυτὴν ἐξ εὐγενοῦς μητρὸς τεχθῆναι, ὀφείλει τοῦτο ἀποδεῖξαι. οὐδὲ γὰρ ἀρκεῖ πρὸς ἀπόδειξιν τῆς εὐγενείας τὸ τοὺς ἀδελφοὺς μηδεμίαν ὄχλησιν περὶ τύχης ὑφίστασθαι.

11

pr.Τὸ τὸν ἐνάγοντα λέγειν, οὐ δύναμαι ἀποδεῖξαι, οὐχ ὑποβάλλει τὸν ἐναγόμενον ταῖς ἀποδείξεσιν.

12

pr.Πάντες οἱ ἐπὶ ἐγκλήματι κατηγοροῦντες, εὐτρεπεῖς ἔχοντες τὰς ἀποδείξεις οὕτως κατηγορείτωσαν. τὰς δὲ ἀποδείξεις λέγομεν ἢ τὰς διὰ συμβολαίων ἢ τὰς διὰ μαρτύρων

13

pr.Ἡ ἀπογραφὴ τοῦ πατρὸς καὶ τοῦ πάππου συμβάλλεται τῷ παιδί.

14

pr.Ὁ λέγων δύνασθαι δεικνύειν δούλην τὴν ἑαυτοῦ γαμετὴν, ἐν τῷ μεταξὺ τρέφειν ἀπροκρίτως τοὺς παῖδας ἀναγκάζεται.

15

pr.Τῆς θυγατρός μου ζησάσης ὡς αὐτεξουσίας καὶ διαθεμένης, οὐ δύναμαι μετὰ θάνατον αὐτῆς λέγειν, ἀνισχύρως αὐτὴν αὐτεξουσίαν ἐποίησα, εἰ μὴ τοῦτο διὰ μαρτύρων ἀποδείξω.

16

pr.Ὁ ἀνήρ σου ἐὰν ὑπεξούσιός ἐστι τοῦ πάππου, εἰ μὴ δείξῃ τῆς χειρὸς αὐτοῦ ἀπολυθῆναι.