IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.47

Περὶ ἐκριπτομένων βρεφῶν καὶ τροφῆς.

Abrir no leitor do IusCommune →

1

pr.Ἐκ τοῦ ς΄ τί. τοῦ λα΄ βι. Φονεύει τὸ τικτόμενον ὁ πνίγων, ἀλλὰ καὶ ὁ ῥίπτων, καὶ ὁ μὴ τρέφων, καὶ ὁ ἐν δημοσίοις τόποις ἐκτιθέμενος δι ἐλεημοσύνην, ἣν αὐτὸς οὐκ ἔσχεν '.

2

pr.Ὁ δικαστὴς ἀναγκάζειν ὀφείλει τοὺς παῖδας τοὺς γονεῖς δι ἀπορίαν τρέφειν, ἀλλὰ καὶ δ᾽ ἀσθένειαν. ὁμοίως καὶ οἱ γονεῖς τοὺς παῖδας, εἴτε αὐτεξούσιοί εἰσιν οἱ παῖδες εἴτε ὑπεξούσιοι, εἴτε ἐκ θηλυγονίας.

3

pr.Καὶ ὁ πορνογενὴς τρέφει τὴν μητέρα, καὶ ἡ μήτηρ αὐτὸν, καὶ ὁ πατὴρ τὴν νόμιμον θυγατέρα.

4

pr.Οὐ μόνον τρέφειν ὁ γονεὺς ἀναγκάζεται τὸν παῖδα, ἀλλὰ καὶ τὰ βάρη χορηγεῖν αὐτῷ.

5

pr.Τὸν πενόμενον παῖδα καὶ μὴ δυνάμενον κάμνειν τρέφειν ὁ πατὴρ ἀναγκάζεται.

6

pr.Ὁ αὐτεξούσιος παῖς, κἂν ἄνηβός ἐστι, πενόμενον τὸν πατέρα ἀναγκάζεται τρέφειν.

7

pr.Ὁ εὔπορος στρατιώτης ἀποτρέφει τὸν πατέρα. τρέφειν μὲν, οὐ μὴν δὲ καὶ χρέη ὑπὲρ τοῦ πατρὸς δοῦναι.

8

pr.Ὁ κληρονόμος τοῦ υἱοῦ ἀναγκάζεται τὸν πατέρα τρέφειν, εἰ μὴ ἄκρως πένεται.

9

pr.Ἡ θυγάτηρ μου οὐ μόνον τιμᾶν ἀναγκάζεται, ἀλλὰ καὶ τρέφειν.

10

pr.Ἐκ τοῦ β΄ τί. τοῦ λγ ' βι. Ἐὰν ἄκοντός σου ἢ ἀγνοοῦντός σου τὸν οἰκέτην τῆς θεραπαίνης σου ἤγουν τοῦ ἐναπογράφου ἐξέθετό τις, οὐκ ἄλλως ἀναλήψει αὐτὸν, εἰ μὴ τὰ τροφεῖα ἤγουν τὰ τῆς διδαχῆς δαπανήματα δίδως τῷ καλῇ πίστει λαβόντι αὐτόν.

11

pr.Εἷς ἕκαστος τὴν ἰδίαν γονὴν τρεφέτω. εἰ ἐκθῆται αὐτὴν, ἀξίως τιμωρηθήσεται. οὐκέτι δὲ ἢ δεσπότης ἢ πάτρων ἐκδικῆσαι δύναται, ὅπερ ἂν ἐκθῆται.

12

pr.Μηδεὶς τὸν ἐκτεθέντα ὑπὸ δεσποτείαν ἰδίαν ποιείτω ἢ ἀπὸ εὐγενοῦς ἐτέχθη ἢ ἀπελευθέρας ἢ δούλης. ἀλλὰ μηδὲ ὁ λαβὼν καὶ τρέψας τοῦτο ποιείτω, ὡς ἀπὸ εὑρέσεως τρέφων, ἀλλ᾽ εὐγενὴς ἔστω καὶ αὑτῷ προσποριζέτω εἰς τὴν ἰδίαν πέμπων γονήν. μήτε οἱ ἀναλαμβάνοντες αὐτοὺς εἰς δουλείαν τούτους φερέτωσαν. ταῦτα δὲ φυλαττέτωσαν οἱ ἄρχοντες καὶ οἱ ἐπίσκοποι καὶ οἱ ἔκδικοι τῶν πόλεων καὶ πᾶσα ἀρχή.