IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.48

Περὶ αἰχμαλώτων.

Abrir no leitor do IusCommune →

1

pr.Ἐκ τοῦ λδ΄ βι. τοῦ α΄ τί. – Ὅπερ ὁ τοῦ αἰχμαλώτου δοῦλος ἐπερωτᾷ ἐν καιρῷ τῆς αἰχμαλωσίας ἢ λεγατεύεται αὐτῷ, λαμβάνουσιν οἱ κληρονόμοι αὐτοῦ '.

2

pr.Ἐὰν γυνὴ καταδικασθεῖσα εἰς ἁλικὰς ληφθῇ παρὰ πολεμίων καὶ ἐξ αὐτῶν πραθῇ, τῇ ἰδίᾳ αἰτίᾳ ἀποδίδοται, τοῦ δημοσίου διδοῦντος τῷ ἠγορακότι τὸ ὑπὲρ αὐτῆς τίμημα.

3

pr.Οἱ ὑπόσπονδοι παρ᾽ ἡμῖν ἐλεύθεροί εἰσι καὶ κύριοι τῶν πραγμάτων αὐτῶν καὶ οὐ χρεία δικαίου ὑποστροφῆς.

4

pr.Ἐλεύθερος δῆμός ἐστιν ὁ μὴ ὑποκείμενος ἑτέρῳ δήμῳ, εἴτε δὲ ἐξίσου ποιησώμεθα πίστεις, εἴτε ἐπὶ τὸ φυλάττεσθαι τὴν πολιτείαν ἡμῶν δι αὐτοῦ. ἀλλὰ καὶ οἱ προσφεύγοντες ἡμῖν ἐλεύθεροί εἰσιν.

5

pr.Ὁ παρὰ τοῖς πολεμίοις συλληφθεὶς καὶ τεχθεὶς, διὰ τοῦ δικαίου τῆς ὑποστροφῆς λαμβάνει τὰ δίκαια αὐτοῦ ῾.

6

pr.Οἱ ἐν πολέμῳ ληφθέντες ἔχουσι τὸ δίκαιον τῆς ὑποστροφῆς.

7

pr.Εἰ μὲν ὑποστρέψῃ ὁ αἰχμάλωτος, οὐδέποτε δοκοῦσιν οἱ παῖδες αὐτοῦ αὐτεξούσιοι γενέσθαι. εἰ δὲ παρ᾽ αὐτοῖς ἀποθάνῃ, ἀφ᾽ ὧν ἐλήφθη, ἔχουσι καὶ αὐτοὶ ἴδια τὰ ἐν τῷ μέσῳ κτηθέντα.

8

pr.Ὁ ὑποστέφων ἄνωθεν ἐν πολιτείᾳ εἶναι δοκεῖ.

9

pr.Οἱ μεθ᾽ ὅπλων ἡττηθέντες καὶ τοῖς πολεμίοις ἑαυτοὺς ἐκδεδωκότες, οὐκ ἔχουσι δίκαιον ὑποστροφῆς.

10

pr.Ὁ μὴ ὑποστρέφων, δοκεῖ τελευτᾶν ἐξότε ἐλήφθη.

11

pr.Ὁ αὐτόμολος ἐλεύθερος, ἀνήρ τε καὶ γυνὴ, τὸ δίκαιον τῆς ὑποστροφῆς οὐκ ἔχει.

12

pr.Ἐὰν ἐν εἰρήνῃ συμφωνηθῇ ὑποστρέψαι τινὰς τῶν αἰχμαλώτων, καὶ ἑκουσίως ἀπομείνωσι παρὰ τοῖς πολεμίοις, οὐκ ἔχουσι μετὰ ταῦτα τὸ δίκαιον τῆς ὑποστροφῆς.

13

pr.Ἡ διὰ τῶν στρατιωτῶν ἀναληφθεῖσα ἀπὸ πολεμίων, κἂν ὑπὲρ αὐτῆς οὐκ ἐδόθησαν τιμαὶ, οὐ λογισθήσεται δούλη, ἀλλὰ γαμετή.

14

pr.Οἱ λαμβανόμενοι ἐν τοῖς ἐμφυλίοις πολέμοις οὐκ εἰσιν αἰχμάλωτοι.

15

pr.Ἐὰν οἱ αἰχμάλωτοι παρὰ τοῖς πολεμίοις ἀποθάνωσι, τὰ πράγματα αὐτῶν ἐκείνοις διαφέρει, οἷς ἤμελλε διαφέρειν, εἰ μὴ ἐλήφθησαν ἢ ὑπέστρεψαν.

16

pr.Τὸ ἐν πολέμῳ ἀνδράποδον λαμβανόμενον πραίδα ἐστὶν, οὐ μὴν τῷ δικαίῳ τῆς ὑποστροφῆς ἐπανέρχεται.

17

pr.Εἰ δέ τις εἰρήνης γινομένης ἀπέλθῃ πρὸς τοὺς πολεμίους καὶ πάλιν ληφθῇ, ὁ πρῶτος δεσπότης λαμβάνει αὐτὸν, εἰ μὴ συνεφωνήθη ἀποδοθῆναι τοὺς αἰχμαλώτους.

18

pr.Ἐάν τις τὰ πράγματα τοῦ παρὰ πολεμίοις ὄντος καλῶς διοικῇ, προσελθὼν ὁ ἄρχων ἀσφάλειαν αὐτὸν ἀπαιτήσει τοῦ καλως φυλάξαι αὐτὰ, καὶ δοῦναι ἢ αὐτῷ ὑποστρέφοντι ἢ τοῖς κληρονόμοις αὐτοῦ.

19

pr.Πολέμιοί εἰσιν οἱ κρίνοντες πρὸς ἡμᾶς καὶ ἡμεῖς πρὸς αὐτοὺς δημόσιον πόλεμον. οἱ δὲ μὴ τοιοῦτοι, λῃσταί εἰσι, καὶ οἱ ὑπ᾽ αὐτῶν λαμβανόμενοι οὐκ εἰσιν αἰχμάλωτοι, καὶ οὐδὲ χρήζουσι δικαίου ὑποστροφῆς.

20

pr.Ἐάν τις ἀπὸ πολεμίων ἀπεσπάσθη, οὐ μὴν ἠγοράσθη, ἐλεύθερος ἔσται. εἰ δὲ δοῦλος ἦν, τῷ δεσπότῃ αὐτοῦ ἀποδίδοται παραχρῆμα.

21

pr.Ὁ ἐκ τῶν ἐχθρῶν ἐλεύθερον ἀγοράζων αἰχμάλωτον καὶ ἐν τῷ ἰδίῳ οἴκῳ ἀποκαθιστῶν αὐτὸν, εἰ μὲν εὐπορεῖ τὰ στιχηθέντα μεταξὺ αὐτῶν ἀποπληρῶσαι, ἀπολυέσθω ἐλεύθερος. εἰ δὲ ἀπορῇ, ἐχέτω αὐτὸν ὁ ἀγοράσας ὡς μίσθιον, μέχρις ἂν πληρωθῇ, ἅπερ ἐστίχησεν· ὁριζομένου δηλονότι ὑπὸ ἀκροατῶν τοῦ ὀφείλοντος ἑκάστῳ ἔτει τῷ ἀγορασθέντι λογίζεσθαι ποσοῦ.

22

pr.Ὁ ὑπὸ τῶν πολεμίων αἰχμαλωτιζόμενος οἰκέτης καὶ κλάσμα τὶ ὑπὲρ τῆς πολιτείας εἰς αὐτοὺς ἐνδεικνύμενος καὶ οὗτως ἀνθυποστρέφων, παραχρῆμα ἐλευθερούσθω.

23

pr.Ὁ δὲ αἰχμαλωτισθεὶς καὶ μήτι ὑπὲρ τῆς πολιτείας ποιῶν [εἰ] ὑποστρέψῃ, παραδίδοται τῷ ἰδίῳ δεσπότῃ ἢ τοῖς διαφέρουσιν αὐτῷ εἰς τὴν προτέραν κατάστασιν.

24

pr.Ὁ αὐτοπροαιρέτως τοῖς ἐχθροῖς προστρέχων καὶ πάλιν ἐν μεταμέλῳ γινόμενος καὶ ἀποφυγὼν ἐξ αὐτῶν καὶ ἀνακάμπτων, δ᾽ ὧν ὅλως αὐτομολήσας τούτοις προσέδραμεν, ἕως τῆς ζωῆς αὐτοῦ ἔστω δοῦλος.