IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.49

Περὶ φόβου καὶ βίας.

Abrir no leitor do IusCommune →

1

pr.Ἐκ τοῦ δ ' βι. τί. β΄΄. Τὸ κατὰ φόβον γινόμενον οὐκ ἔῤῥωται. ἔνεστι δὲ τῷ φόβῳ καὶ βία. βία δὲ ἐστι μεγάλου πράγματος [ἐπέλευσις], ἣν οὐ δυνατὸν ἀπωθεῖσθαι.

2

pr.Εἴτε διὰ τὴν ἡλικίαν εἴτε διὰ φόβον εἴτε διὰ πανουρ γίαν εἴτε δ᾽ ἀπουσίαν περιγραφῇ τις, βοηθεῖται· εἴτε διὰ τὴν ἐναλλαγὴν τῆς καταστάσεως ἢ δικαίαν πλάνην.

3

pr.Βία λέγεται τὸ ἄνευ δικαστοῦ ἀπαιτούμενον ἢ ἄλλο τὶ παρά τινος γινόμενον.

4

pr.Περὶ δόλου. – Ἐξ εὐλόγου αἰτίας, οὐχ ὑπούσης ἀγωγῆς, ἡ περὶ δόλου δίδοται.

5

pr.Δόλος ἐστὶ κακὸς πανουργία, ἀπάτη καὶ μηχανὴ πρὸς περιγραφὴν ἑτέρου γινομένη.

6

pr.Ἐστὶ καὶ καλὸς δόλος, καὶ μάλιστα κατὰ τῶν πολεμίων καὶ τῶν λῃστῶν.

7

pr.Ὁ δολερῶς συμβουλεύσας μοι ἀποστῆναι κληρονομίας εὐπόρου, ἢ ἐπιλέξασθαι δοῦλον ὡς χρήσιμον, ἐνάγεται τῇ περὶ δόλου ἀγωγῇ.