IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.50

Περὶ κλεπτούσης γυναικὸς καὶ ἀφαιρούσης.

Abrir no leitor do IusCommune →

1

pr.Ὁ κινῶν τὴν περὶ ἀφαιρέσεως ἀγωγὴν πραγμάτων, ὅρκον ἐπάγειν δύναται· καὶ ὄμνυσι πρῶτος τὸν περὶ συκοφαντίας. καὶ ὁ λεγόμενος κλέψαι μόνος ὀμνύειν ἀναγκάζεται, οὐ μὴν ὁ πατὴρ ἢ ὁ κληρονόμος αὐτοῦ. ἄδικον γάρ ἐστιν ἄλλον ὀμνύειν περὶ ἀλλοτρίου ἀποτελέσματος. διὸ οὐδὲ ἀντεπιφέρεται '.

2

pr.Οὔτε ὁ περὶ κλοπῆς ἐναγόμενος ἐπιφέρει τῷ ἐνάγοντι, ἵνα ὀμόσῃ, ὅτι κλέπτης ἐστίν. ἀλλ᾽ οὔτε γυνὴ ἀντεπιφέρει.

3

pr.Τῆς οὐσίας τοῦ ἀνδρὸς εἰς τὸν δημόσιον περιελθούσης, ἡ γυνὴ ἐναγομένη ἐπὶ τῇ περὶ ἀφαιρέσεως πραγμάτων ἀγωγῇ, εἰς τὸ ἁπλοῦν ἐνάγεται· ἄλλοι δὲ εἰς τὸ διπλοῦν.

4

pr.Ἡ παλλακὴ οὐ τῇ περὶ ἀφαιρέσεως πραγμάτων ἀγωγῇ, ἀλλὰ τῇ περὶ κλοπῆς ἀγωγῇ ἐνάγεται, καὶ εἰς τὸ διπλοῦν ἐνέχεται, καὶ ἔνθα ὁ γάμος οὐ συνίσταται.

5

pr.Ἡ περὶ ἀφαιρέσεως πραγμάτων ἀγωγὴ παραχρῆμα τὴν ζημίαν ἀπαιτεῖ.

6

pr.Ἐὰν θανάτου αἰτίᾳ γυνὴ κλέψῃ καὶ τελευτήσῃ ὁ ἀνὴρ, ἀπαιτεῖ τὸ κλαπὲν ὁ κληρονόμος αὐτοῦ.

7

pr.Ἡ περὶ ἀφαιρέσεως πραγμάτων ἀγωγὴ οὐχ ὑπερτίθεται ἐκ τοῦ κατηγορηθῆναι τὴν γυναῖκα περὶ μοιχείας.

8

pr.Ἐὰν γυνή σου κλέψῃ ἀπ᾿ ἐμοῦ ὅπερ ἔχρησάς μοι, ἔχω κατ᾿ αὐτῆς τὴν περὶ κλοπῆς ἀγωγὴν εἰς τὸ διπλοῦν.

9

pr.Ἡ περὶ ἀφαιρέσεως πραγμάτων ἀγωγὴ κατὰ τῶν κληρονόμων τῆς γυναικὸς εἰς ὅσον περιῆλθεν εἰς αὐτοὺς κινεῖται. εἰ δὲ σώζονται τὰ πράγματα, ἐστὶ κατὰ τῶν πραγμάτων ἡ ἀγωγή.