JGR IV 3.51
Περὶ συνηγόρων.
Abrir no leitor do IusCommune →1
pr.Ἐκ τοῦ γ΄ βί. τοῦ α΄ τί. τῶν διγ. – Τρεῖς τάξεις εἰσὶ τῶν μὴ δυναμένων συνηγορεῖν. οἱ μὲν εἰς τὸ παντελὲς κωλύονται, οἱ δὲ ὑπὲρ μόνων ἑαυτῶν, οἱ δὲ ὑπὲρ ἑαυτῶν καὶ ἄλλων.
2
pr.Συνηγορῆσαί ἐστι τὸ προθεῖναι τὴν οἰκείαν ἐν δικαστηρίῳ θέλησιν ἢ τὴν τοῦ φίλου, ἢ εἰς τὴν τοῦ ἑτέρου ὑπόθεσιν θελήσει λέγειν.
3
pr.Εἰς τὸ παντελὲς κωλύεται συνηγορεῖν ὁ μὴ πληρώσας τὸν ιζ χρόνον.
4
pr.Ὁ παντελῶς μὴ ἀκούων οὐ συνηγορεῖ.
5
pr.Ἐκ τοῦ θ΄ τί. τοῦ βι. τῶν διατ. Ὅσα περὶ τῶν συνηγορουμένων οἱ συνήγοροι λέγουσιν, αὐτοὶ νομιζέσθωσαν λέγειν οἱ δικαζόμενοι.
6
pr.Ὑπὲρ μόνων ἑαυτῶν συνηγοροῦσι γυνὴ καὶ τυφλός. ἡ γυνὴ οὐ μετέρχεται ἀνδρεῖον ὀφφίκιον, ὁ δὲ τυφλὸς καὶ δικάζειν δύναται. τῆς δὲ συγκλήτου οὐκ ἀποκινεῖται. ἀρχὴν δὲ νέαν οὐκ ἐγχειρίζεται. καὶ ἐὰν πρὸ τοῦ πάθους εἶχε, μένει ἔχων αὐτήν.
7
pr.Κωλύεται συνηγορεῖν καὶ ὁ κτερικὸς, εἰ μὴ κατὰ βίαν λῃστῶν ἢ πολεμίων πέπονθεν, ἢ ὁ κεφαλικῷ καταδικασθείς ἐγκλήματι, καὶ ὁ ἐπὶ συκοφαντίᾳ δημοσίᾳ καταδικασθείς.
8
pr.Περὶ ἐνοχῆς. – Ἐνοχή ἐστι δεσμὸς δικαίου, δι οὗ τις ἀναγκάζεται καταβαλεῖν τὸ ἐποφειλόμενον. πασῶν δὲ τῶν ἐνοχῶν ἡ ἄκρα διαίρεσις ἐν τούτοις ἐστί· καὶ γὰρ ἢ πολιτικαί εἰσιν ἢ πραιτωρίαι. καὶ πολιτικαὶ μὲν, αἵτινες εὑρέθησαν καὶ ἐβεβαιώθησαν ὑπὸ τοῦ πολιτικοῦ, πραιτωρίαι δὲ, ἃς ὁ πραίτωρ ἐκ τῆς ἰδίας δικαιοδοσίας ὥρισεν, αἵτινες βονοναρίαι καλοῦνται.
9
pr.Περὶ συκοφαντίας ἐν ὅρκῳ λέοντος νεαρά. Ὁ ὅρκον τινὶ ἐπάγων καὶ ἀπαραιτήτως ἀπαιτῶν, πρότερον αὐτὸς ὀμνύτω, ὅτι τυχὸν οὐ κακούργως καὶ οὐ κατὰ δόλον αἰτεῖ τὸν ὅρκον, ἀλλὰ ἀπροφασίστως καὶ διὰ πίστωσιν τοῦτο ποιεῖ.
10
pr.Περὶ ἀπειθούντων εἰς δικαστήριον λέοντος νεαρά. Ὁ κατὰ πρώτην καὶ δευτέραν δήλωσιν οὐ μὴν ἀλλὰ καὶ τρίτην, εἰς ἣν ὀφείλει καταμηνύεσθαι ἀπὸ τοῦ δικάζοντος, μὴ ἀπαντήσας εἰς τὸ δικαστήριον, ἀλλὰ προπετῶς ἄνευ εὐλόγου αἰτίας ἀπολειφθεὶς καὶ ἀπὼν, μονομερῶς καταδικάζεται, καὶ οὐδὲ ἐγκαλεῖται. αὕτη ἡ κρίσις τηρεῖται ἐφ᾽ ἑκατέρου προσώπου, τυχὸν ἐπί τε τοῦ διώκοντος καὶ τοῦ φεύγοντος.
11
pr.Ἐκ τῶν ἀγωγῶν ἐκ τοῦ β΄ βι. τοῦ μη΄ διγ. Ἄλλου γραφέντος ἄλλος ἀγωγὴν οὐκ ἔχει.
12
pr.Τὸ δίκαιον ὅπερ ἔχει τίς τοῦ τιμωρεῖσθαι οὐκ ἐντέλλεται ἄλλῳ.
13
pr.Ἡ ὑπὲρ δούλου φθορᾶς ἀγωγὴ διηνεκής ἐστιν.
14
pr.Δοῦλος οὐκ ἐνάγεται οἱᾳδήποτε ἀγωγῇ.
15
pr.Σχεδὸν ἐν πάσαις ταῖς ἀγωγαῖς καὶ τῇ ἡλικίᾳ καὶ τῇ ἀγνοίᾳ συντρέχομεν.
16
pr.Καὶ ὁ κωφὸς καὶ ὁ ἄλαλος δοκεῖ ἀποκρίνεσθαι ἐὰν αἴσθησιν ἔχῃ. ὁ δὲ μαινόμενος ἀντὶ ἀπόντος ἐστίν.
17
pr.Ακων οὐδεὶς ἀναγκάζεται διεκδικεῖν πρᾶγμα.
18
pr.Περὶ ὥρας χρόνου. Ἐὰν ὁ δικαστὴς μὴ ὁρίσῃ χρόνον, μέτριος χρόνος δίδοται. ὁ δὲ μέτριος χρόνος εἰσὶ τ ἡμέραι.
19
pr.Περὶ διασκέψεως. – Ἐρωτώμενος ἐπὶ τὸ καταθέσθαι τὶ ἐν δικαστηρίῳ ὀφείλει λαμβάνεὶν διάσκεψιν χρόνου.
20
pr.Περὶ τόκου. Πρὸ ὑπερθέσεως τόκος ἐπὶ παραθήκης οὐ καλῶς ἀπαιτεῖται.
21
pr.Ἐκ τῶν ἀγωγῶν. – Αἱ προσωπικαὶ ἀγωγαὶ μακρῷ χρόνῳ οὐκ ἀποκλείονται.
22
pr.Αἱ πραιτωρίαι ἀγωγαὶ διὰ δεήσεως καὶ ἀντιγραφῆς διηνεκεῖς γίνονται.
23
pr.Μηδεὶς ἀποκρισιάριος ἐναγέσθω ὑπὲρ τοῦ στείλαντος, πλὴν εἰ μὴ κατ᾽ ἐντολὰς αὐτοῦ ἐνάγει τινὶ, ἢ ὑπὲρ ὧν συνήλλαξε κατὰ τῶν ἀποκρίσεων καιρὸν ζήτησιν ὑπομένει.
24
pr.Μήτε ἀνδροφόνος μήτε μοιχὸς μήτε παρθενοάρπαξ κεχρήσθω ἀσυλίᾳ.
25
pr.Περὶ ἀδικούντων. – Μηδεὶς ἀδικῶν ἐχέτω φόρου παραγραφήν.
26
pr.[Πλὴν εἰ μὴ θεῖος πραγματικὸς τύπος] προφάσει δημοσίας αἰτίας ἀγώγιμον κατὰ τὴν βασιλίδα πόλιν κελεύσει αὐτὸν γενέσθαι ἢ ἐφέσεως ἐπὶ δίκῃ παρακολουθησάσης ἀνάγκη ἐν τῷ ἐφετικῷ δικαστηρίῳ γυμνασθῆναι τὴν ἔγκλητον.
27
pr.Περὶ ἐγκλήματος. Ὁ στρατιωτικὸς ἄρχων ἐν τοῖς ἐγκλήμασι κατὰ πάντων ἔχει δικαιοδοσίαν.
28
pr.Οἱ βαλιστάριοι τοῖς πατρᾶσιν ὑπόκεινται πόλεων.
29
pr.Ἐκ τοῦ γ΄ βι. τοῦ β΄ τί. τῶν διγ. – Οὐκ ἐστι παιγνικὴ τέχνη οὐδὲ ἀτιμοποιὸς ἡ τῶν ἀθλητῶν καὶ τῶν λε γόντων ἐν τοῖς ὀλυμπίοις τὰ ἐνθύρια, καὶ τῶν ἡνιόχων καὶ τῶν ἄλλως ὑπουργούντων ἐν τοῖς ἱεροῖς ἀγῶσι, καὶ τῶν ῥαινόντων ὕδωρ τοῖς ἵπποις καὶ τῶν βραβευτῶν.
30
pr.Περὶ εἰδήσεως. Ἡ ἑτέρου εἴδησις ἕτερον οὐ βλάπτει, καὶ ἡ ἄλλου ἄγνοια ἄλλον οὐκ ὠφελεῖ.
31
pr.Περὶ τιμωριῶν δούλων. Οὐ δύναται στρατηγὸς τιμωρεῖσθαι δοῦλον, ἀλλὰ μετρίως σωφρονίζειν.
32
pr.Ἐκ τοῦ ζ΄ τί. βι. γ΄. – Οὐδεὶς οὐδὲ χρηματικὴν δίκην οὐδὲ ἐγκληματικὴν κινεῖν κατά τινος ἀναγκάζεται μὴ βουλόμενος.
33
pr.Περὶ ἀσέμνου. Ἡ πορνοβοσκὸς οὐκ ἐστιν ἥττων τῆς ἐν φανερῷ ἐπὶ πόρῳ πορνευούσης. πορνοβοσκὸς δέ ἐστιν ἡ προϊστῶσα γυναῖκας ἐπὶ μισθῷ τοῖς παρατυχοῦσι, κἂν ἐν ἑτέρῳ σχήματι, τυχὸν ἐν καπηλείῳ, τοῦτο ποιοῦσιν.
34
pr.Πάντες οἱ τὴν ἀπαίτησιν ἔχοντες καὶ τῇ δόσει ὑποκείμενοι συμφωνεῖν ὀφείλουσι περὶ ἀποδόσεως. ὁ γὰρ μὴ εὑρεθεὶς οὐκ ὠφελεῖται.
35
pr.Γυνὴ καὶ ἀφῆλιξ οὔτε ἐγγυῶνται, οὔτε προκριματίζονται, ἀλλὰ συγγινώσκονται.
36
pr.Ἐπὶ πάσης ἐνοχῆς πολιτικῆς τε καὶ φυσικῆς ἐγγυητὴς προσλαμβάνεσθαι δύναται. καὶ ὑπὲρ δούλου καλῶς ἐνέχεται ὁ δεσπότης ὑπὲρ φυσικοῦ χρέους.
37
pr.Ὁ κληρονόμος τοῦ ἐγγυητοῦ ἐνέχεται.
38
pr.Δύναται ὁ ἐγγυητὴς προσλαμβάνειν τὴν ἐνοχὴν καὶ ἕπεσθαι αὐτῇ.
39
pr.Ἐὰν πολλοὶ ἐγγυήσονται ἕκαστος εἰς ὁλόκληρον ἐνάγεται καὶ ἐνέχεται. ἀναγκάζεται δὲ ὁ ἐπερωτήσας ἐπιμερίζειν τὴν ἀπαίτησιν εἰς τοὺς ἐν τῷ καιρῷ τῆς προκατάρξεως εὐποροῦντας. τὸ γὰρ μέρος τῶν ἀπορούντων οἱ εὐποροῦντες ἐπιγινώσκουσι καὶ ἔχουσι κατὰ αὐτῶν οἱ ἀπαιτούμενοι.
40
pr.Ἐνοχή ἐστι δεσμὸς δικαίου δι οὗ ἀναγκαζόμεθα [καταβαλεῖν] ὅτι ἀπαιτεῖται. πᾶσαι δὲ αἱ ἐνοχαὶ ἢ πολιτικαί εἰσιν ἢ πραιτωρίαι. καὶ ἀπὸ συναλλάγματός εἰσιν, ἢ ἀπὸ τῆς ῥὲ τίκτονται ἢ ἀπὸ τῆς βέρβις ἢ τῆς λίτερις ἢ τῆς κονσένσου.
41
pr.Ἐκ τοῦ β΄ βι. τῶν διγ. 1. Ἐν τῷ καιρῷ τοῦ θέρους καὶ τῆς τρύγης οὐδεὶς ἀναγκάζεται δικάσασθαι. εἰ δὲ κατὰ ἄγνοιαν ἢ ῥαθυμίαν ὁ δικαστὴς αὐτοὺς προσκαλέσηται, εἰ μὲν παροῦσι καὶ ἑκουσίως δικαζομένοις ψηφίζεται, ἔῤῥωται. εἰ δὲ ἀποῦσιν, ἀνίσχυρος ἡ ψῆφος καὶ χωρὶς ἐγκλήτου. εἰ δὲ μέλλει φθείρεσθαι ἡ ἀγωγὴ, ἀναγκάζονται συνελθεῖν μέχρι τοῦ προκατάρξασθαι, οὐ μὴν περαιτέρω.
42
pr.Περὶ ἐγγύης ἐκ τοῦ ε΄ τί. βι. ιγ΄ τῶν παρατίτλων. – Ὁ ἐγγυώμενος ἢ ἀντιφωνῶν ὑπέρ τινος καὶ αὐτὸς μὲν γίνεται ἔνοχος, κἀκεῖνον δὲ οὐκ ἐλευθεροῖ.
43
pr.Πάντες οἱ συγγενεῖς καὶ προσγενεῖς δεκταῖοί εἰσι, κἂν ἄποροι τυγχάνωσι. κἂν πένητας δέ τινας ἐγγυήσονται καὶ δέξονται αὐτοὺς, οὐκ ἀπαιτοῦσιν ἑτέρους, εἰ μὴ ὁ ἐγγυητὴς ἀποθάνῃ ἢ τυχηρῶς τὴν οὐσίαν ἀπώλεσεν.
44
pr.Ὁ ἀντιφωνῶν καὶ λέγων· τὸ ἱκανόν σοι ποιῶ, ἐνέχεεἰ δὲ εἴπῃ· ἐγὼ καὶ ὁ δεῖνα, μὴ γινομένου τοῖς ἄλλοις προκρίματος κατέχεται. εἰ δὲ εἴπῃ· ἐγὼ ἢ ὁ δεῖνα, εἰς ὁλόκληρον ἐνέχεται. εἰ δὲ εἴπῃ· τὸ ἱκανόν σοι γενήσεται, οὐδὲν πέπρακται.
45
pr.Ἐκ τοῦ μ΄ τί. βι. η΄ τοῦ κώδ. Ὁ ἐγγυησάμενός τινα παριστᾶν αὐτὸν ἔσω ῥητοῦ χρόνου, ἢ καὶ ἀντιφωνήσας φανερὰν καταβάλλεσθαι ποσότητα, μὴ ἀπαιτείσθω μετὰ παραδρομὴν τοῦ χρόνου, κἂν ἓξ μῆνες ἢ πλείονος χρόνου ἐστὶν ἡ προθεσμία, ἀλλ᾽ ἐχέτω ἑτέρων ἓξ μηνῶν χρόνον. παραδραμούσης δὲ καὶ τῆς δευτέρας προθεσμίας, μηκέτι τὸν ἐγγυηθέντα παραγαγέτω, ἀλλὰ τὴν ποινὴν ἀπαιτείσθω.
46
pr.Ὁ καθ ' οἱονδήποτε τρόπον χρεωστούμενος κινείτω πρῶτον κατὰ τοῦ πρωτοτύπου, ἐκείνου δὲ ἀποροῦντος ἢ ἀπόντος κινείτω κατὰ τοῦ ἐγγυητοῦ. εἰ δὲ μὴ οὕτως πληρωθῇ τὸ χρέος, τότε κινείτω [κατὰ τοῦ νεμομένου τὰ πράγματα τοῦ πρωτοτύπου, ὕστερον δὲ καὶ] κατὰ τῶν νεμομένων τὰ πράγματα τοῦ ἐγγυητοῦ ἢ τῶν χρεωστούντων αὐτοῖς.
47
pr.Ὅπου ἡ προκάταρξις γέγονεν ἐκεῖ καὶ τὸ πέρας τῆς δίκης γυμνάζεται. ἀνάγνωθι βι. ἢ τοῦ κώδικος.