JGR IV 3.52
Περὶ ποινῶν.
Abrir no leitor do IusCommune →1
pr.Ὁ ἐρεθίζων τοὺς πολεμίους ἢ ὁ παραδιδοὺς πολεμίοις ῥωμαίους κεφαλικῶς κολάζεται.
2
pr.Ὁ ποιήσας φάρμακα ἢ ἐσχηκὼς ἢ πωλήσας ἐπὶ ἀναιρέσει ἀνθρώπου κατέχεται.
3
pr.Τοὺς ἐκ τῶν ῥωμαίων πρὸς τοὺς πολεμίους ἀποφεύγοντας ὡς πολεμίους ἔξεστι φονεύειν.
4
pr.Ἐὰν τὸν ἐν νυκτὶ κλέπτοντα φονεύσῃ τὶς, τότε ἀτιμώρητος μένει, ὅτε μὴ ἠδύνατο δίχα ἰδίου κινδύνου φείσασθαι αὐτοῦ.
5
pr.Ἐάν τις εἰδὼς ἐλεύθερον ἀγοράσῃ ἢ πωλήσῃ αὐτὸν ἢ δωρήσηται ἢ εἰς προῖκα δώσῃ ἢ καταλλάξῃ, μιᾶς τούτων τῶν αἰτιῶν ἀποδεικνυμένης ὁ τοιοῦτος χειροκοπείσθω.
6
pr.Οἱ λεγόμενοι νεωτερισταὶ καὶ στάσεις καὶ θορύβους ἐν τῷ δήμῳ ποιοῦντες, εἰ μὲν ὑπομνησθέντες παρὰ τοῦ ἄρχοντος τοῖς αὐτοῖς ἐπιμείνοιεν, ἐξορίζονται. εἰ δὲ πολλοὺς θορύβους καὶ ἀταξίας ἐποίησαν καὶ πολλάκις κρατηθέντες ἐπὶ τῆς αὐτῆς ἐπέμειναν προπετείας, τυπτόμενοι καὶ κουρευόμενοι διηνεκῶς ἐξοριζέσθωσαν. εἰ δὲ οὐχ ὑπεμνήσθησαν παρὰ τοῦ ἄρχοντος, ῥοπαλίζονται μόνον καὶ ἀπολύονται.
7
pr.Ὁ τὸν προσφεύγοντα εἰς τὴν ἁγιωτάτην τοῦ θεοῦ ἐκκλησίαν ἰδίᾳ χρώμενος αὐθεντίᾳ ἀποσπάσας δερόμενος καὶ κουρευόμενος διηνεκῶς ἐξοριζέσθω.
8
pr.Μηδεὶς πιπρασκέτω βαρβάροις ὅπλα εἰργασμένα ἢ ἀνέργαστα ἢ σίδηρον, ἐπεὶ κεφαλικῶς τιμωρεῖται.
9
pr.Ὁ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως μελετήσας φονεύε-- ται καὶ δημεύεται.
10
pr.Ὁ συνειδώς τινι γοητείαν καὶ κατασχὼν αὐτὸν τῇ δημοσίᾳ ὄψει παραδιδότω. εἰ δέ τις οἱοσδήποτε ἄνθρωπος συλλαβόμενος τοῦτον μὴ παραδώσει, ἐσχάτην ὑπομενέτω τιμωρίαν.
11
pr.Ὁ πλαστὴν μονίταν ποιῶν μετὰ τῶν ὑπουργησάντων αὐτῷ χειροκοπείσθωσαν. ὁ δὲ τοῦ ἀγροῦ διοικητὴς, ἐν ᾧ γέγονεν ἡ πλαστὴ μονίτα, εἴτε γεωργὸς εἴτε δοῦλος εἴτε ἔνοικος ἢ ἐργαστηριακὸς ὑπηρετήσας τῷ ἁμαρτήματι, καὶ ὁ τοιοῦτος χειροκοπείσθω.
12
pr.Ὁ συκοφάντης τῇ ταυτοπαθείᾳ ὑπόκειται.
13
pr.Οἱ πρὸς τοὺς πολεμίους αὐτομολοῦντες καὶ τὰς ἡμετέρας βουλὰς ἀπαγγέλλοντες ξίφει τιμωρείσθωσαν.
14
pr.Ἐάν τις εἰδὼς οἰκήματα ἐμπρήσῃ ἢ σωρὸν σίτου πλησίον οἰκήματος κείμενον, ἐλεγχόμενος [πυρὶ] παραδίδοται. εἰ δὲ ἔξω πόλεως τὸ τοιοῦτον διαπράξηται, χειροκοπείσθω.
15
pr.Οἱ πολέμιοι καὶ οἱ πρὸς αὐτοὺς αὐτομολοῦντες ξίφει τιμωρείσθωσαν.
16
pr.Τὸ διὰ θυσιῶν μαντεύεσθαι κεκώλυται, εἰ μὴ κατὰ ἄγνοιαν τοῦτο πράξουσιν. ἀλλὰ καὶ οἱ εἰς βλάβην ἀνθρώπων δαίμονας ἐπικαλούμενοι ξίφει τιμωρείσθωσαν.
17
pr.Οἱ δοῦλοι ἢ οἱ ἀπελεύθεροι ἀνδραποδίζοντες ἐλευθέρους δερόμενοι καὶ κουρευόμενοι ξίφει τιμωρείσθωσαν.
18
pr.᾿Απαγορεύει ἡ διάταξις ἀμφοτέρους τοὺς πόδας καὶ τὰς χεῖρας τέμνεσθαι.
19
pr.Ὁ δοῦλον ὑποδεξάμενος δίδωσιν αὐτὸν μετὰ καὶ ἑτέρου ὁμοίου ἤτοι νομισμάτων κ. ὁσάκις δὲ αὐτὸν ὑποδέξεται, τοσαυτάκις αὔξεται ἡ ποινή.
20
pr.Κατὰ τοῦ ἁρπάσαντος πρᾶγμα ἀπὸ ἐμπρησμοῦ ἢ καταπτώσεως [ἢ] ναυαγίου, ἢ κατὰ τοῦ ὑποδεχομένου κατὰ δόλον τοιαῦτα πράγματα, ἐντὸς ἐνιαυτοῦ εἰς τὸ τετραπλάσιον δίδοται ἡ ἀγωγὴ, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ διπλοῦν.
21
pr.Πενταετίᾳ σβέννυται τὸ ἔγκλημα τῆς μοιχείας. ἀλλὰ σημα τοῦτο λέγομεν περὶ τῶν [εἰς] ἑκοῦσαν ἡμαρτηκότων.
22
pr.Οἱ διδάσκοντες τὰ ἀσεβῆ δόγματα ἐσχάτῃ ὑπόκεινται τιμωρίᾳ.
23
pr.Οἱ μανιχαῖοι χριστιανοὶ γενόμενοι καὶ μετὰ ταῦτα [τὰ] τῶν μανιχαίων διαπραττόμενοι, ἢ τοῖς τοιούτοις ἐντυγχάνοντες καὶ μὴ παραδίδοντες τοῖς ἄρχουσιν, ἐσχάτῃ τιμωρίᾳ ὑπόκεινται. καὶ οἱ ἐν ἀξίαις ἢ στρατείαις ἢ συστήμασιν ὄντες ὀφείλουσι φροντίζειν, μήτις αὐτῶν ἐστὶ τοιοῦτος· ἐπείτοιγε εἰ ἴσασιν αὐτὸν καὶ μὴ παραδιδοῦσι, κἂν ὀρθόδοξοι ὦσιν, ἐσχάτῃ τιμωρίᾳ ὑποβάλλονται.
24
pr.Ἕλληνες καὶ ἰουδαῖοι καὶ αἱρετικοὶ οὔτε στρατεύονται οὔτε πολιτεύονται, ἀλλ᾽ ἐσχάτως ἀτιμοῦνται.
25
pr.Οἱ μανιχαῖοι καὶ μετὰ θάνατον ἐλέγχονται, καὶ οὐδεὶς αὐτῶν κληρονομεῖ ἐκ διαθήκης ἢ ἐξ ἀδιαθέτου, κἂν συγ γενεῖς εἰσιν ὀρθόδοξοι, πλὴν παίδων, ἀλλ᾽ εἰσκομίζονται τὰ πράγματα αὐτῶν. μόνοι γὰρ οἱ ὀρθόδοξοι παῖδες κληρονομοῦσιν αὐτούς. τὰ αὐτὰ δὲ καὶ περὶ δονατιστῶν.
26
pr.Ὁ ποιῶν ἑλληνικὰς θυσίας ἢ τιμῶν εἴδωλα ἢ θυσιάζων ἢ λιβάνοις αὐτοῖς καίων, ἐσχάτῃ ὑποβάλλεται τιμωρίᾳ. ὁμοίως δὲ τιμωροῦνται καὶ οἱ συνίστορες αὐτῶν καὶ οἱ ὑπηρέται τῶν θυσιῶν.
27
pr.Ἐὰν ἰουδαῖος χριστιανὸν ἀνδράποδον κτήσηται καὶ περιτέμῃ, κεφαλικῶς τιμωρεῖται.
28
pr.Ἐὰν ἰουδαῖος τολμήσῃ διαστρέψαι χριστιανικὸν λογισμὸν, ὑπόκειται κεφαλικῇ τιμωρίᾳ.
29
pr.Οἱ ἀξιωθέντες τοῦ ἁγίου βαπτίσματος καὶ πάλιν ἑλληνίζοντες, ἐσχάτῃ ὑπόκεινται τιμωρίᾳ.
30
pr.Οἱ ἀποστάντες τῆς ὀρθοδόξου πίστεως καὶ αἱρετικοὶ γενόμενοι ἢ θύσαντες ἢ θῦσαί τινι ἐπαγγειλάμενοι οὐ δύνανται διαθέσθαι ἢ δωρεῖσθαι, οὔτε ἐκ διαθήκης οὔτε ἐξ ἀδιαθέτου λαμβάνειν τὶ δύνανται.
31
pr.Δοῦλος συνειδὼς καὶ συμπράττων τῇ ἁρπαγῇ τῆς δεσποίνης καίεται.
32
pr.Ὁ διδάσκων τοὺς βαρβάρους ναῦς κατασκευάζειν κεφαλικῇ ὑπόκειται τιμωρίᾳ.
33
pr.Οἱ ἁρπάσαντες γυναῖκα ἢ μεμνηστευμένην ἢ ἀμνήστευτον ἢ χῆραν, εἴτε εὐγενής ἐστιν εἴτε δούλη ἢ ἀπελευθέρα, καὶ μάλιστα εἰ τῷ θεῷ εἰσὶ γυναῖκες καθιερωμέναι, κἂν τὴν ἰδίαν μνηστήν τις ἥρπασεν, εἰ μὲν μεθ᾽ ὅπλων ἢ ξίφων ἢ ῥοπάλων τὴν ἁρπαγὴν ἐποιήσατο, ὁ τοιοῦτος ξίφει τιμωρείσθω. οἱ δὲ συνυπουργήσαντες ἢ συνειδότες ἢ ἑκόντες ὑποδεξάμενοι ἢ οἱανδήποτε σπουδὴν εἰσενεγκόντες, τυπτόμενοι καὶ κουρευόμενοι ῥινοκοπείσθωσαν. εἰ δὲ χωρὶς οἱωνδήποτε ὅπλων τὴν ἁρπαγὴν ἐποιήσαντο, ὁ μὲν τὴν ἁρπαγὴν ποιήσας χειροκοπείσθω, οἱ δὲ βοηθήσαντες ἢ συνειδότες ἢ ὑπηρετήσαντες ἢ ἑκόντες ὑποδεξάμενοι ἢ οἱανδήποτε σπουδὴν αὐτοῖς ἐνεγκόντες τυπτόμενοι καὶ κουρευόμενοι ἐξοριζέσθωσαν.
34
pr.Ἐάν τις οἰκειακὸς ἢ δοῦλος ἐγκληματικῶς κατηγορῇ τοῦ ἔχοντος αὐτὸν, ἀποτεμνέσθω· ἐξῃρημένου τοῦ ἐπὶ καθοσιώσει κατηγοροῦντος. καὶ ὁ ἀπελεύθερος ἔγκλημα ἐπιφέρων τῷ πάτρωνι ἢ τῷ κληρονόμῳ αὐτοῦ τὴν αὐτὴν ὑποστήτω τιμωρίαν.
35
pr.Ὁ τὸν μοιχὸν μετὰ τῆς ἰδίας γυναικὸς ἐν συμπλοκῇ καταλαβὼν, εἰ συμβῇ αὐτὸν ἀνελεῖν, οὐ κινδυνεύεται ὡς ἀνδροφόνος. εἰ δέ τις ὡς εἰκὸς ὑποπτεύσει τινὰ βούλεσθαι τῇ τῆς ἰδίας γαμετῆς συμπαῖξαι σωφροσύνῃ, καὶ παραγγελίας αὐτῷ ἐγγράφους τρεῖς πέμψῃ, ἐχούσας μαρτυρίας ἀνδρῶν ἀξιοπίστων, καὶ μετ᾿ αὐτὰς τὰς τρεῖς παραγγελίας διὰ μαρτύρων εὕροι αὐτὸν συντυγχάνοντα τῇ αὐτοῦ γαμετῇ, εἰ μὲν εἰς τὸν ἴδιον οἶκον ἢ τὸν ταύτης ἢ τοῦ μοιχοῦ, ἢ ἐν προπίναις ἢ ἐν προαστείοις, εἶναι ἄδειαν τῷ ἀνδρὶ ταῖς οἰκείαις χερσὶν τὸν τοιοῦτον ἀνελεῖν, οὐδένα κίνδυνον ἐντεῦθεν ὑφισταμένῳ. εἰ δὲ ἐν ἀλλοτρίῳ τόπῳ τὸν τοιοῦτον εὕροι μετὰ τῆς αὐτοῦ γαμετῆς, τῷ ἄρχοντι παραδιδόναι τῷ τὰ ἐγκλήματα ἐξετάζοντι, ἐκεῖνον δὲ τὸν τὰς παραγγελίας ἐκ τρίτου δεξάμενον καὶ μετ᾿ αὐτῆς εὑρεθέντα ὡς ἐκ μόνου τούτου τῷ τῆς μοιχείας ἐγκλήματι ὑποπεσεῖν, μηδεμιᾶς ἄλλης ζητουμένης ἀποδείξεως εἰς τὸ τιμωρεῖσθαι· ἄδειαν δὲ εἶναι τῷ ἀνδρὶ ὡς ἂν βούλεται τῆς ἰδίας γαμετῆς κατηγορεῖν, καὶ κατὰ τοὺς νόμους τῷ ἐγκλήματι ἐπεξιέναι.
36
pr.Γυνὴ ὑπανδρος τῷ ἰδίῳ δούλῳ μοιχευθεῖσα, αὐτὴ μὲν τυπτομένη καὶ κουρευομένη ῥινοκοπείσθω, ἀπελαυνομένη καὶ τῆς πολιτείας ἐν ᾗ κατοικεῖ, ἐκπίπτουσα καὶ τῆς ἰδίας οὐσίας· ὁ μέντοιγε μοιχεύσας δοῦλος ξίφει τιμωρείσθω.
37
pr.Γυνὴ μὴ ἔχουσα ἄνδρα καὶ τῷ ἰδίῳ δούλῳ μιγεῖσα, εἰ μὲν μὴ ἔχουσα παῖδας τοῦτο διαπράξηται, τυπτέσθω καὶ κουρευέσθω, καὶ ὁ τοιοῦτος δοῦλος τυπτόμενος καὶ κουρευόμενος πιπρασκέσθω καὶ ἡ τιμὴ αὐτοῦ εἰσκομιζέσθω. εἰ δὲ ἐπὶ παισὶ τοῦτο διαπραχθῇ, καὶ ἡ ὑπόστασις αὐτῆς πᾶσα κατὰ δεσποτείας τρόπον παραυτίκα τοῖς παισὶ ἀνεκποίητος παραφυλαττέσθω, τῆς χρήσεως μόνης παρ᾿ αὐτῆς μενούσης· ἡ δὲ τιμὴ τοῦ δούλου τοῖς παισὶν ἀνήκει.
38
pr.Οἱ μοιχοὶ τυπτόμενοι καὶ κουρευόμενοι ῥινοκοπείσθωσαν. οἱ δὲ μέσοι καὶ ὑπουργοὶ τῷ τοιούτῳ ἀσεβήματι γεγονότες, τυπτόμενοι καὶ κουρευόμενοι διηνεκῶς ἐξοριζέσθωσαν.
39
pr.Ὁ ἐκ δικαστικῆς ψήφου [ἢ] ἐξ αἰτήσεως τοῦ ἀντιδίκου ὅρκον ὑπέχων ἐν ἐκκλησίᾳ τῶν ἀχράντων ἐφαπτόμενος εὐαγγελίων, ἐπιορκεῖν δὲ μετὰ ταῦτα ἐλεγχθεὶς, γλωσσοκοπείσθω. τὸ αὐτὸ καὶ ἐπὶ μαρτύρων.
40
pr.᾿Αδελφὸς κατὰ ἀδελφοῦ μέγα ἔγκλημα κινεῖν οὐ δύναται, ἐπείτοιγε οὐκ ἀκουσθήσεται.
41
pr.Ὁ ἁρπάζων γῆν ἢ μετατιθεὶς ὅρια διπλὴν τὴν ἁρπαπαγὴν δίδωσι.
42
pr.Ἐὰν χωρὶς δικαστικῆς ἀποφάσεως ἀφέληταί τις πρᾶγμα, εἰ μὲν ἴδιον αὐτοῦ, ἐκπίπτει τῆς αὐτοῦ δεσποτείας· εἰ δὲ ἀλλότριον, παρεχέτω αὐτὸ τὸ πρᾶγμα καὶ τὴν διατίμησιν αὐτοῦ.
43
pr.Ὁ κεχρημένος ἵππῳ ἕως ὡρισμένου τινὸς τόπου, τὸν δὲ ὡρισμένον τόπον ὑπερβὰς, τὴν ὡς εἰκὸς γενομένην ἐπ᾿ αὐτῷ βλάβην ἢ τοῦ θανάτου αὐτὸς τὸν λόγον ὑπέχει καὶ τὸ ἀζήμιον τῷ κυρίῳ τοῦ ἵππου περιποιεῖται. εἰ δὲ ἐντὸς τοῦ ὁρισθέντος χρόνου τυχὸν ἢ τόπου βλάβη γένηται τῷ ἵππῳ ἢ θάνατος, ἀζήμιός ἐστιν ὁ κεχρημένος, εἰ μὴ ἄρα ἐξ ἀμελείας ἢ ἐπιβουλῆς τὸ περὶ τὸν ἵππον εἰργάσατο πάθος.
44
pr.Ὁ ἐναποκλείσας ἀλλότρια θρέμματα καὶ τροφῆς ἐνδείᾳ φθείρας ἢ ἄλλως πως ἀνελὼν, εἰς τὸ διπλάσιον καταδικάζεται.
45
pr.Κριῶν ἢ ἵππων ἢ χοίρων ἢ ἄλλων τινῶν θρεμμάτων συνεληλυθότων, εἰ μὲν ὁ πρῶτος ἐλθὼν τοῖς ἄλλοις ἀνῃρέθη, ἀνεύθυνος ἔσται ὁ τοῦ ἀνελόντος [δεσπότης· εἰ δὲ ἀνέλῃ ὁ ἐπελθὼν, ὑπεύθυνος γίνεται ὁ δεσπότης τοῦ ἀνελόντος], καὶ ἢ τὸ ζῶον δίδωσι τῷ τοῦ ἀναιρεθέντος δεσπότῃ ἢ τὸ ἀζήμιον αὐτῷ περιποιεῖται.
46
pr.Τοὺς ἐν οἱᾳδήποτε πολιτείᾳ κλέπτοντας, ἅπαξ μὲν τοῦτο ποιοῦντας, θεσπίζομεν, εὐπόρους μὲν καὶ ἐλευθέρους ὑπάρχοντας, πρὸς τῇ ἀποκαταστάσει τοῦ κλαπέντος καὶ διπλὴν ποσότητα καταβαλεῖν τῷ τὴν κλοπὴν ὑπομείναντι· εἰ δὲ ἄποροι εἶεν, τυπτόμενοι ἐξοριζέσθωσαν. ἐὰν δὲ οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις ἁλῶσι, χειροκοπείσθωσαν.
47
pr.Τοὺς ἐν φοσσάτῳ κλέπτοντας, εἰ μὲν ὅπλα, σφοδρῶς προστάττομεν τύπτεσθαι· εἰ δὲ τι τῶν ὑποζυγίων, χειροκοπεῖσθαι.
48
pr.Ὁ τοῦ κλαπέντος δούλου δεσπότης ἢ τὸ ἀζήμιον περιποιεῖται τῷ τὴν κλοπὴν ὑποστάντι, ἢ εἰ μὴ βούλοιτο τοῦτο ποιεῖν, τὸν δοῦλον εἰς τελείαν δεσποτείαν παραδίδωσι τῷ τὴν κλοπὴν ὑποστάντι.: Οἱ τὰς ἀλλοτρίας ἀγέλας ἀπελαύνοντες, ἅπαξ μὲν τοῦτο ποιοῦντες τυπτέσθωσαν, δὶς δὲ διαπραττόμενοι ἐξοριζέσθωσαν. εἰ δὲ τρίτον φωραθεῖεν τὸ τοιοῦτον κατατολμῆσαι, χειροκοπείσθωσαν, τῆς ἀπελαθείσης ἀγέλης τῇ ἰδίᾳ δεσποτείᾳ παρ᾿ αὐτῶν ἀποκαθισταμένης.
50
pr.Οἱ τοὺς νεκροὺς ἐν τοῖς τάφοις ἐκδύοντες χειροκοπείσθωσαν.
51
pr.Ὁ ἐν θυσιαστηρίῳ νυκτὸς ἢ ἡμέρας εἰσιὼν καὶ τῶν ἐν αὐτῷ ἱερῶν τι ἀφελόμενος, τυφλούσθω· ὁ δὲ ἔξω τοῦ θυσιαστηρίου ἐκ τοῦ ναοῦ τι εἰληφὼς, τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω.
52
pr.Ὁ ἔχων γυναῖκα καὶ πορνεύων, διὰ δώδεκα ἀλλακτῶν σωφρονιζέσθω.
53
pr.Ὁ μὴ ἔχων γυναῖκα καὶ τῇ αὐτῇ περιπίπτων ἁμαρτίᾳ, διὰ ἓξ ἀλλακτῶν σωφρονιζέσθω.
54
pr.Ὁ ἔχων γυναῖκα καὶ τῇ ἰδίᾳ δούλῃ μιγνύμενος, τῆς πράξεως γινωσκομένης αὐτὸς μὲν τυπτόμενος σωφρονιζέσθω, ὁ δὲ κατὰ τόπον ἄρχων ἀναλαμβάνων τὴν δούλην ὑπὲρ ἐπαρχίαν αὐτὴν πιπρασκέτω, τῆς τιμῆς αὐτῆς τῷ δημοσίῳ εἰσκομιζομένης. εἰ δὲ ἀλλοτρίαν δούλην πορνεύοι, τῶν εὐπόρων ὑπάρχων, παρεχέτω ὑπὲρ τοῦ πταίσματος τῷ δεσπότῃ τῆς δούλης νομίσματα λς, εἰ δὲ εὐτελὴς ᾖ, τυπτέσθω καὶ καθ᾽ ὅσον εὐπορεῖ κατὰ ἀναλογίαν τῶν λς νομισμάτων διδότω.
55
pr.Οἱ ταῖς μοναζούσαις ἢ ταῖς διακονίσσαις ἢ ταῖς ἀσκητρίαις ἐνασελγαίνοντες, ὡς εἰς τὴν νύμφην τοῦ χριστοῦ ἐκκλησίαν ὑβρίζοντες ῥινοκοπείσθωσαν, αὐτοί τε καὶ αἷς αὐτοὶ συνεφθάρησαν.
56
pr.Ὁ τῇ ἰδίᾳ συντέκνῳ ἢ ὀνόματι γάμου ἀγαγόμενος ἢ καὶ ἄλλως πως συμπλεκόμενος, ἅμα αὐτῇ ῥινοκοπείσθω· δηλονότι πρότερον ἀπ᾿ ἀλλήλων διϊσταμένων. εἰ μέντοι εἰς ὕπανδρον σύντεκνον τοῦτο διαπράττῃ, ἡ μὲν ποινὴ ὡσαύτως προβήσεται, πρὸς τούτοις δὲ καὶ τυπτέσθωσαν.
57
pr.Ὁ μοιχείαν τῇ ἰδίᾳ συνειδὼς γυναικὶ καὶ παραχωρῶν, τυπτόμενος ἐξοριζέσθω· ὁ δὲ μοιχὸς καὶ ἡ μοιχαλὶς ῥινοκοπείσθωσαν.
58
pr.Ὁ παρθένῳ κόρῃ μιγνύμενος, ἐκείνης μὲν προαιρέσει, ἀγνοούντων δὲ τῶν γονέων, τῆς πράξεως διαγινωσκομένης εἰ μὲν θέλῃ λαβεῖν αὐτὴν εἰς γυναῖκα καὶ συναινέσουσι καὶ οἱ γονεῖς, γενέσθω τὸ συνάλλαγμα· εἰ δὲ ἓν μέρος τῶν γονέων οὐ θελήσῃ, εἰ μὲν εὔπορός ἐστιν ὁ φθορεὺς, διδότω τῇ φθαρείσῃ χρυσίου λίτραν μίαν· εἰ δὲ ἐνδεέστερος, τὸ ἥμισυ τῆς αὐτοῦ ὑποστάσεως· εἰ δὲ παντελῶς εἴη ἀνεύπορος, τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω.
59
pr.Ὁ βιάζων κόρην καὶ φθείρων αὐτὴν, ῥινοκοπείσθω, διδοὺς αὐτῇ καὶ τὸ τρίτον τῆς ὑποστάσεως αὐτοῦ.
60
pr.Ὁ βιάζων πρὸ τῆς ἥβης ἤγουν πρὸ τοῦ ῖγ χρόνου, ῥινοκοπείσθω καὶ τὸ ἥμισυ τῆς ὑποστάσεως αὐτοῦ παρεχέτω τῇ φθαρείσῃ κόρη.
61
pr.Ὁ τὴν ἀλλοτρίαν μνηστὴν φθείρων, εἰ μὲν προαιρέσει τῆς κόρης, ῥινοκοπείσθω· εἰ δὲ ἀπροαιρέτως, μετὰ τὴν ποινὴν ταύτην καὶ τὸ τρίτον τῆς ὑποστάσεως αὐτοῦ παρεχέτω τῇ φθαρείση.
62
pr.Οἱ αἱμομίκται, εἴτε γονεῖς πρὸς τέκνα ἢ τέκνα πρὸς γονεῖς ἢ ἀδελφοὶ πρὸς ἀδελφὰς, ξίφει τιμωρείσθωσαν. οἱ δὲ κατὰ ἄλλην συγγένειαν πρὸς ἀλλήλους συμφθειρόμενοι, τουτἐστι πατὴρ εἰς γυναῖκα υἱοῦ ἢ υἱὸς εἰς γυναῖκα πατρὸς ἤγουν μητρυιὰν ἢ πατρωὸς εἰς προγονὴν ἢ ἀδελφὸς εἰς γυναῖκα ἀδελφοῦ ἢ θεῖος εἰς ἀνεψιὰν ἢ ἀνεψιὸς εἰς θείαν ἢ εἰς δύο ἀδελφὰς ἢ εἰς μητέρα ξένην καὶ τὴν αὐτῆς θυγατέρα ἐν εἰδήσει μιγνύμενος, οἱ τοιοῦτοι τυπτόμενοι καὶ κουρευόμενοι ῥινοκοπείσθωσαν, αὐτοί τε καὶ αἷς αὐτοὶ συνεφθάρησαν.
63
pr.Ὁ δύο γυναῖκας ἔχειν πειραθεὶς, οὐ νόμῳ ἀλλὰ φάκτῳ καὶ προαιρέσει, καλῶς ὑποστήσεται τὸ τῆς μοιχείας ἔγκλημα. ἡ δὲ ὕστερον αὐτῷ γαμηθεῖσα, εἰ ἠγνόει ἔχειν νόμιμον γαμετὴν, συγγνωσθήσεται.
64
pr.Ἐὰν γυνὴ ἔγκυος γένηται καὶ ἐπιβουλεύσῃ τῇ ἰδίᾳ γαστρὶ πρὸς τὸ ἐκτρῶσαι, τυπτομένη ἐξοριζέσθω.
65
pr.Οἱ πρὸς γάμον συναπτόμενοι ἢ ἄλλως πως σαρκικῶς συμπλεκόμενοι ἐξάδελφοι καὶ οἱ ἐξ αὐτῶν τικτόμενοι παῖδες καὶ μόνον, ἢ καὶ πατὴρ καὶ υἱὸς πρὸς μητέρα καὶ θυγατέρα, ἢ δύο ἀδελφοὶ εἰς δύο ἀδελφὰς, ἢ ἀνεψιὸς εἰς τὴν τοῦ θείου γυναῖκα, ἢ θεῖος εἰς τὴν γεγενημένην τοῦ ἀνεψιοῦ γυναῖκα, πρὸς τῷ χωρισμῷ καὶ τυπτέσθωσαν.
66
pr.Οἱ ἀσελγεῖς, ὅ τε ποιῶν καὶ ὁ πάσχων, ξίφει τιμωρείσθωσαν, εἰ μὴ ἄρα ὁ πεπονθὼς ἔλαττον ᾖ τῶν ιβ χρόνων. τότε γὰρ τὸ ἐνδεὲς τῆς ἡλικίας αὐτοῦ τῆς τοιαύτης αὐτὸν ἀπαλλάττει ποινῆς.
67
pr.Οἱ ἀλογευόμενοι ἤγουν κτηνοβάται καυλοκοπείσθωσαν.
68
pr.Εἴ τις τὴν καλάμην τοῦ ἰδίου χωραφίου βουληθεὶς καῦσαι ἐνέβαλε κατ᾿ αὐτοῦ πῦρ, τὸ δὲ πῦρ ἀχθὲν τὰ ἀλλότρια ἔκαυσε χωράφια ἢ τὸν ἀλλότριον ἀμπελῶνα, δεῖ τὸν ἀκροατὴν ἐξετάζειν, καὶ εἰ μὲν ἐξ ἀπειρίας ἢ ῥαθυμίας τοῦ ἀνάψαντος τὸ πῦρ ἀνῆψεν ἡ φλὸξ, καὶ εἰ μὴ παρεφυλάξατο τοῦ προελθεῖν τὴν φλόγα περαιτέρω, ὡς ἀμελήσας τοῦ τοιούτου καταδικάζεται. εἰ δὲ πάντα μὲν ὁ τοιοῦτος παρεφυλάξατο, ἀθρόον δὲ πνεῦμα προσπεσὸν τὴν τοῦ πυρὸς φλόγα ἐπὶ τὸν βλαβέντα μετεκόμισεν, ἀνεύθυνος ὁ τὸ πῦρ ἀνάψας διαμένει το.
69
pr.Ἐὰν ἀπό τινος τύχης οἶκός τινος ἐμπρησθῇ, κἀκεῖθεν τὸ πῦρ ἐκδραμὸν τὰ συμπαρακείμενα ἐμπρήσῃ, οὐδὲν ὑπόκειται ὁ κατ᾿ ἀρχὰς ἐμπρησθείς.
70
pr.Εἴ τις ἐλεύθερος ἢ δοῦλος ἐπὶ οἱᾳδήποτε προφάσει δώσει ποτὸν, εἴτε γυνὴ ἀνδρὶ εἴτε ἀνὴρ γυναικὶ εἴτε δούλη δεσποίνῃ εἴτε δοῦλος δεσπότῃ, καὶ διὰ τῆς τοιαύτης προφάσεως ἀσθενείᾳ περιπέσῃ ὁ τὸ ποτὸν ἐκπιὼν, καὶ συμβῇ αὐτὸν ἐκ τούτου καταῤῥεῦσαι καὶ ἀποθανεῖν, ξίφει τιμωρείσθω.
71
pr.Οἱ τὰ λεγόμενα ποιοῦντες φυλακτὰ ἐπὶ φιλίᾳ τὸ δοκεῖν ἀνθρώπων, δημευόμενοι ἐξοριζέσθωσαν.
72
pr.Ἐκ τοῦ βι. τί. δ΄ κεφ. κβ΄ τῶν κωδίκ. τῆς [ρλδ΄] διατάξεως. Μὴ βαλέσθω γυνὴ εἰς δεσμωτήριον ἢ παρὰ φυλάκων τηρείσθω ὑπὲρ χρηματικῆς ἀγωγῆς, ἀλλὰ νομίμως δ᾽ ὧν βούλεται τοῖς ἐνάγουσιν ἀποκρινέσθω, ποινῆς ἐπικειμένης τῷ βαλόντι ἄρχοντι καὶ προύχοντι η χρυσίου λιτρῶν, τῷ δὲ ἥττονι τ, τοῖς δὲ ὑπουργήσασι σωφρονισμοῦ καὶ ἐξορίας. εἰ δὲ συμβῇ τὴν γυναῖκα ἀδεφένδευτον γενέσθαι ἢ καταδικασθῆναι, μηδὲ οὕτως ἐγκλειέσθω ἢ φυλαττέσθω, ἀλλὰ τὰ δοκοῦντα τοῖς νόμοις ἐπὶ τοῖς πράγμασιν αὐτῆς ψηφιζέσθω. ἐγκληματικῶς δὲ ἐναγομένη ἐγγύας προσώπων παρεχέτω ἢ ἐν μοναστηρίῳ ἢ σεμναῖς γυναιξὶ διδόσθω μέχρι τελείας ἐκ βάσεως τοῦ ἐγκλήματος.
73
pr.Μηδεὶς τοῦ λοιποῦ ἄρχων δι οἱονδήποτε ἔγκλημα τεμνέτω δύο χεῖρας ἢ δύο πόδας ἢ τὰ ἄρθρα παραλυέτω.
74
pr.Ἐὰν πατὴρ ἢ μήτηρ τὴν ἰδίαν θυγατέρα ἢ μισθίαν παρασκευάσῃ εἰς τὸ φθαρῆναι ἐπὶ μισθῷ, τοῦ τοιούτου μύσους γινομένου ἔξεστι τῇ κόρῃ τὴν τῆς φθορᾶς ποινὴν ἀπὸ τοῦ φθείραντος αὐτὴν ἀναλαβέσθαι, τοὺς δὲ τοῦτο ἐργασαμένους γεννήτορας ὑποκεῖσθαι τῷ ἀκουϊλίῳ.
75
pr.Ἐκ τοῦ ζ ' τί. κεφ. ζ΄. Γυνὴ κατηγορίας ἀφισταμένη οὐχ ὑποπίπτει τῷ κατὰ συκοφάντου νόμῳ.
76
pr.Ὁ μετὰ τὸ ἐγγράψασθαι μὴ δυνηθεὶς ἐπὶ πρῶτον ἢ δεύτερον ἐνιαυτὸν προκατάρξασθαι τοῦ ἄρχοντος ἀσχοληθέντος, οὐχ ὑποπίπτει τῷ κατὰ τῶν συκοφαντῶν νόμῳ το
77
pr.Οὐ κουφίζεται τῆς ποινῆς ὁ κατήγορος, ἐὰν μετὰ τὸ ἀποστῆναι αὐτὸν ἀποθάνῃ ὁ κατηγορούμενος· οὔτε γὰρ ὁ ἀποστὰς ἀκούεται θέλων μετὰ ταῦτα κινῆσαι.
78
pr.Ἐκ τοῦ θ΄ βι. τοῦ κώδ. τί. μς΄ 81. Τὸν ἐνάγοντα συκοφάντην χρὴ ἐλεγχθῆναι ἐν αὐτῷ τῷ δικαστηρίῳ παρόντα. μετὰ δὲ τὸ περαιωθῆναι ἅπαξ τὸ ἔγκλημα καὶ ἑκατέ ρους ὑπεξελθεῖν τοῦ δικαστηρίου οὐκέτι χρὴ τὸν ἐνάγοντα τιμωρηθῆναι.
79
pr.Οἱ συκοφαντήσαντες ἐν δημοσίῳ δικαστηρίῳ κινδυνεύουσιν, οὐ μὴν καὶ οἱ περὶ τύχης ἐνάγοντες καὶ ἀποτυχόντες.
80
pr.Ὁ νόμος κελεύει, τὸν δεσπότην τοῦ βασανισθέντος δούλου λαμβάνειν παρὰ τοῦ συκοφάντου τὸ διπλάσιον τῆς διατιμήσεως.
81
pr.Οἱ ποιοῦντες πιττακώματα ἀπαιτοῦνται αὐτὰ συστῆσαι.
82
pr.Καὶ οἱ εἰς βλάβην ἀνθρώπων δαίμονας ἐπικαλούμενοι ξίφει τιμωρείσθωσαν.
83
pr.Ὡς συκοφάνται τιμωροῦνται οἱ ἐπὶ βλάβῃ τινὸς χάρτην ἢ μαρτυρίας συσκευάσαντες ἢ γράψαντες ἢ ἐν δικαστηρίῳ παραγαγόντες.
84
pr.Ὁ τῷ χρόνῳ ἀποκλεισθεὶς καὶ μὴ δυνηθεὶς συστῆσαι τὸ μοιχικὸν, οὐχ ὑποπίπτει τῷ κατὰ συκοφαντῶν νόμῳ.
85
pr.Κατέχεται καὶ ὁ αἰσχρῶς συμφωνήσας 89. κἂν πατήρ ἐστι καὶ τὴν ἰδίαν θυγατέρα προύδωκεν εἰς τὸ φθαρῆναι, ζημιουμένου τοῦ φθείραντος τὴν νόμιμον ποινήν.
86
pr.Ὁ δεδωκὼς δικαστῇ ἢ τῷ ἀντιδίκῳ αὐτοῦ μὴ ἐπὶ διαλύσει, τῆς δίκης ἐκπίπτει, εἴτε καθολικὴ πάντων ἦν ἢ ἰδιωτικὴ ἢ καὶ ἡ τῷ δημοσίῳ ἀνήκουσα.
87
pr.Ὁ διδάσκαλος ἀνελὼν ἢ τραυματίσας ἐν τῷ διδάσκειν τὸν μαθητὴν, ὑπόκειται μὲν τῷ ἀκουϊλίῳ, περὶ δὲ τοῦ μισθοῦ οἱ ἀμφιβάλλεται· μετρίως γὰρ σωφρονίζειν δεῖ. οὐκ ἐνέχεται δὲ τῇ περὶ ὕβρεως ἀγωγῇ, ἐπειδὴ οὐκ ἐφ᾽ ὕβρει ἔτυψεν. ἡ δὲ πολλὴ τοῦ διδασκάλου τραχύτης ἔοικε τῇ ῥαθυμίᾳ.
88
pr.Καὶ ὁ πατὴρ τοῦ ὑπεξουσίου μαθητοῦ κινεῖ κατὰ τοῦ διδασκάλου, εἰς ὃ προφάσει τοῦ τραύματος οὐ δύναται σχεῖν, καὶ εἰς τὰς δαπάνας τῆς ἐπιμελείας κατέχεται. ὡσαύτως ἐνέχεται καὶ οἱῳδήποτε ὀργάνῳ φονεύων.
89
pr.Ὁ ἰατρὸς ἀπείρως τεμὼν δοῦλον ἢ τῇ μισθώσει ἢ τῷ ἀκουϊλίῳ ἐνέχεται.
90
pr.Ἐάν τις σφαιρίζων ῥίψῃ τὴν σφαῖραν εἰς τὴν χεῖρα τοῦ κουρέως καὶ λαρυγγοτομηθῇ ὁ κουρευόμενος δοῦλος, ὁ κου ρεὺς ἐνέχεται, ἐὰν ἐκούρευσεν ἔνθα κατὰ συνήθειαν ἦν τὸ παίγνιον ἢ ἔνθα συνεχὴς ἦν ἡ πάροδος.
91
pr.Ἐάν τις κρατῶν κύνα παρασκευάσῃ αὐτὸν δακεῖν καὶ πλήξῃ, ὑπόκειται τῷ ἀκουϊλίῳ.
92
pr.Ὁ ἀκουΐλιος κατὰ μὲν τοῦ συνομολογοῦντος εἰς τὸ ἁπλοῦν κινεῖται, κατὰ δὲ τοῦ ἀρνουμένου εἰς τὸ διπλοῦν.
93
pr.Ὁ μήτε ὀμνύων μήτε ἀνεπάγων τὴν καταδίκην ὑφίσταται.
94
pr.Ἐκ τοῦ θ΄ βι. τῶν κωδ. περὶ ποινῶν. Οὐδέποτε διὰ τὴν ἡλικίαν συγχωρεῖται ἡ τιμωρία τοῦ ἁμαρτήματος, ἐάν ἐστι πλησιάζων τῇ ἥβῃ τις, ὅτε καὶ αἰσθάνεται τῶν παρ'᾿ αὐτοῦ ἁμαρτανομένων.
95
pr.Βί. α΄ τί. ε΄ τῶν διατ. Ἡ ἔγκυος, πρὶν ἢ τέκῃ, οὐ τιμωρεῖται οὔτε βασανίζεται. ὁ δὲ τεχθεὶς ἐλευθε ροῦται.
96
pr.Ποινὴ μετάλλου ἐστὶ τὸ καταδικασθῆναί τινα ἄσβεστον ποιεῖν ἢ θεῖον ὀρύττειν.
97
pr.Οὐχ ὑφίσταται σπῖλον ὁ υἱὸς ἀπὸ πατρῴου ἐγκλήματος ἢ ποινῆς, οὐδέ τις ἕτερος ἐξ ἁμαρτήματος ἑτέρου.
98
pr.Οἱ τὸν δῆμον ἐρεθίζοντες εἰς στάσιν ἢ θόρυβον, πρὸς τὴν ἀξίαν αὐτῶν ἢ φουρκίζονται ἢ θηρίοις παραδίδονται ἢ περιορίζονται.
99
pr.Ὁ ἐντολεὺς τὰ τῆς δίκης προδοὺς δικαιώματα, εὐτελὴς μὲν ὢν μεταλλίζεται, τίμιος δὲ δημεύεται εἰς τὸ ἥμισυ καὶ διηνεκῶς ἐξορίζεται.
100
pr.Ὁ τὰ παρατεθέντα αὐτῷ δικαιώματα διδοὺς τῷ ἑνὶ ἀπολιμπανομένου τοῦ ἄλλου, ἢ τῷ ἀντιδίκῳ, πρὸς τὴν αἵρεσιν τοῦ οἰκείου προσώπου ἢ μεταλλίζεται ἢ περιορίζεται.
101
pr.Ὁ ποιήσας ὀχλαγώγιον ἢ κατὰ δόλον παρασκευάσας γενέσθαι ἐνέχεται. ἐστὶ δὲ ὀχλαγώγιον πολλῶν σύνοδος, ὅτε πολλῶν τινων φωναὶ παρὰ τοὺς ἀγαθοὺς τῆς πόλεως τρόπους εἰς ταὐτὸν συντρέχουσιν εἰς φόνον καὶ ἀτιμίαν τινός.
102
pr.Ὁ ἐν τελείᾳ ἡλικίᾳ ὢν καὶ ἐνωμότως διαλυσάμενος, εἰ πειραθῇ διὰ προσελεύσεως ἀνατρέψαι τὴν διάλυσιν, ἀτιμοῦται καὶ τῆς ἀγωγῆς ἐκπίπτει καὶ τὸ πρόστιμον ἀπαιτεῖται μεθ᾽ ὧν ἔλαβεν ἐπὶ διαλύσει, ἰσχυούσης τῆς διαλύσεως, εἴπερ μετὰ παρέλευσιν τοῦ νομίμου χρόνου, τοῦ ἴσως εἰ περιεγράφη βοηθοῦντος αὐτῷ, ἐνάγει.
103
pr.Ἐκ τοῦ περὶ ὕβρεων. - Κατηγόρησέ τις ἐγκληματικὴν αἰτίαν τινὸς, καὶ ἐπειδὴ ἀποδεῖξαι τὴν κατηγορίαν ἀληθῆ οὐκ ἠδυνήθη, ἐκέλευσεν αὐτὸν καὶ ῥοπάλοις τύπτεσθαι, καὶ τὸν κήρυκα ἐπιβοᾶν αὐτῷ οὕτως· κατηγορίαν ἄνευ τινὸς δικαίας ὑποστάσεως ἀγεννὴς ὑπάρχων μὴ ἐνίστασο. λέγει τοίνυν ἡ διάταξις, τὸν ταῦτα ὑπομείναντα ἄτιμον εἶναι, ὡς περὶ συκοφαντίας ἐν δημοσίῳ δικαστηρίῳ κατακριθέντα.
104
pr.Ἐὰν ἐναγόμενός τις ἀρνήσηται χεῖρα ἰδίαν προσφερομένην ἐν γραμματείῳ, ἐν προικὶ ἢ ἐν ἑτέρῳ χάρτῃ, εἰ μὲν ἀπὸ συγκρίσεως ἐλεγχθῇ, τουτέστιν ἑτέρας αὐτοῦ φερομένης χειρὸς καὶ ἴσης εὑρισκομένης, διδόναι λόγῳ προστίμου τῷ ἐνάγοντι κατ᾿ αὐτοῦ νομίσματα κδ. εἰ δὲ συμβολαιογράφος ἐστὶ, πρὸς τῷ ἐπιτιμίῳ καὶ καθαιρείσθω.
105
pr.Ἐν ἐγκλήμασι μὴ ἄλλος ἀντ᾿ ἄλλου κρατείσθω καὶ ζημιούσθω, μηδὲ [τὰ πράγματα] τοῦ ἁμαρτήσαντος ἀφαιρείτω τὶς, ἀλλ᾽ αὐτὸς τιμωρείσθω, οὐ δυνάμενος δόσει χρημάτων διαδράσαι τὰς ποινάς.
106
pr.Δύο χεῖρας ἢ πόδας μηδεὶς ἄρχων δι οἱονδήποτε ἔγκλημα ἀφαιρείσθω, ἀλλὰ μηδὲ ἐξαρθρούτω.
107
pr.Αἱ περιουσίαι τῶν δ᾽ ἔγκλημα θανάτῳ ἢ δημεύσει ὑποκειμένων τοῖς μὲν κατιοῦσιν αὐτοῦ πιστευέσθωσαν, τοῖς δὲ ἀνιοῦσι μέχρι τρίτου βαθμοῦ διαφερέτωσαν.
108
pr.Ἐκ τῆς νεαρᾶς λέοντος βασιλέως. – Ἡ μοιχευθεῖσα γυνὴ ῥινὸς ἐκτομῇ κινδυνεύει, ἄλλως τε δὲ καὶ ὁ συμφανεὶς μοιχὸς τῇ ὁμοίᾳ ποινῇ ὑποκείσθω. ὁ δὲ ἀδικηθεὶς ἀνὴρ τὴν περιουσίαν τῆς μοιχαλίδος κερδαινέτω ἅμα τοῖς παισὶ καὶ τῇ μονῇ, ἐν ᾗ βάλλεται. εἰ δὲ μὴ παῖδές εἰσιν, οἱ γονεῖς ἀντ᾿ αὐτῶν καλοῦνται. εἰ δὲ καὶ γονέων ἀπορῇ, οἱ λοιποὶ συγγενεῖς.
109
pr.Ὁ ἀνδραποδίζων ἀλλότριον οἰκέτην σὺν τῇ ἀποδόσει αὐτοῦ ἀπαιτεῖται καὶ νομίσματα κ.
110
pr.Τοὺς αὐτομολοῦντας πρὸς τοὺς πολεμίους εἶτα πρὸς τὴν πατρίδα αὖθις ἐπαναδραμόντας ἑκουσίως, ἅπαξ τοῦτο ποιοῦντας συγγινώσκεσθαι· δὶς δὲ, πρὸς δούλωσιν τριετῆ πωλεῖσθαι· ἐκ τρίτου δὲ, εἰς ἀΐδιον ἐκδίδοσθαι δουλείαν πιπρασκομένους. εἰ δὲ αὐτόμολος οὐκ ἐξ οἰκείας γνώμης καταλάβῃ, ἀλλὰ ληφθεὶς ὑφ᾽ ἑτέρων εἰς τὴν πατρίδα ἐπανέλθῃ, καὶ μάλιστα εἰ εἰς ἐμφύλιον αἷμα μεμόλυσται, ὁ τοιοῦτος ξίφει τιμωρείσθω.
111
pr.Δεῖ τὸν πλαστογραφήσαντα ἀποτέμνεσθαι, καὶ τῇ αὐτῇ παραδίδοσθαι τιμωρίᾳ, ἣν καθ᾽ ἑτέρου ἐσκέψατο.
112
pr.Ὁ ὀφθαλμούς τινος ἐκκεντήσας οὕτως τιμωρεῖται· εἰ μὲν τὸν ἕνα τυχὸν ἐξορύξει, καὶ αὐτὸς τῷ αὐτῷ ὁμοιωθῇ· εἰ δὲ τοὺς δύο, αὐτὸς μὲν τοῦ ἑνὸς στερηθήσεται, καὶ ἀντὶ τῆς ὀφειλομένης ἀνοσίου χειρὸς ἐκκοπῆς εὔπορος ὢν τὴν διμοιρίαν τῆς ὑπάρξεως καταθήσει τῷ ὑπ᾽ αὐτοῦ λωβηθέντι, εἰ δὲ ἄπορος ᾖ, τὴν ταὐτοπάθειαν ὑπομενέτω. ὡσαύτως δὲ καὶ τοὺς ὡς εἰκὸς συμπράξαντας, εἰ μὲν αὐτόχειρες γεγόνασι τῆς συμφορᾶς τῷ ἀνθρώπῳ, καὶ αὐτοὶ κατὰ τὴν εἰρημένην διάταξιν τιμωρείσθωσαν· εἰ δὲ ἀπέσχοντο τῆς τιμωρίας, σφοδρῶς τυπτόμενοι καὶ τὸ τρίτον ἕκαστος διδότω τῆς περιουσίας αὐτοῦ τῷ παθόντι.
113
pr.Ὁ κατασχεθεὶς ἐπὶ μοιχείᾳ ἢ κλοπῇ ἢ τινι ἁμαρτήματι, ἐὰν δῷ τι ἢ ὁμολογήσῃ, ὥστε μὴ παραδοθῆναι, ἔχει τὴν περὶ τῆς δόσεως αἰτίαν, εἰ καὶ τὰ μάλιστα οὐ πάντα μοιχὸν ἢ κλέπτην ἔξεστι φονεύειν, ἀλλὰ τὸν ἀκοντίῳ ἑαυτὸν διεκδικοῦντα. ὁ δὲ λαβὼν ὑπὲρ προφανοῦς μοιχικοῦ καὶ εἰς τὸ περὶ μοιχείας ἐνέχεται.
114
pr.Ὁ λαβὼν ἢ ὁμολογηθεὶς ἐπὶ τὸ φυλάξαι ἢ ἐλευθερῶσαί τινα λῃστῶν ἢ πολεμίων, οὐκ ἐνέχεται, εἰ μὴ μετέσχε τῆς βίας· ὑπουργίας γὰρ μισθὸν ἔλαβεν.
115
pr.Ἐὰν τὸν δοῦλόν μου δεδεμένον ἔλυσας ἵνα φύγῃ, εἰ μὲν ὡς ἐλεῶν, χώρα τῇ εἰς τὸ ἁπλοῦν ἀγωγῇ, εἰ δὲ μὴ, τῇ περὶ κλοπῆς εἰς τὸ διπλάσιον ἀγωγῇ.
116
pr.Ὁ κύνα ἄγριον ἢ κάπρον ἢ λύκον ἢ ἄρκτον ἢ παν θῆρα ἢ λέοντα ἢ ἕτερον βλαπτικὸν ζῶον λελυμένον ἔχων ἐν δημοσίᾳ παρόδῳ, καὶ ἄνθρωπος ἐλεύθερος ἐκ τούτου βλαβεὶς τελευτήσει, νομίσματα διακόσια δίδωσιν. εἰ δ᾽ οὐ τελευτήσει, εἰς ὃ ἐβλάβη ἐνέχεται. τῶν δὲ λοιπῶν πραγμάτων διπλὴν δίδωσι τὴν ζημίαν.
117
pr.Ἐὰν τιμωρηθῇ ἀπελεύθερος ἢ διὰ φόβον ἐγκλήματος ἑαυτὸν ἀνέλῃ ἢ τὴν πολιτείαν διαφύγῃ, ὁ μὲν πάτρων τὸ χρε ωστούμενον αὐτῷ μέρος τρίτον λαμβάνει, καὶ τὸ λοιπὸν δημεύεται.
118
pr.Εἴ τις τὴν ἰδίαν γαμετὴν μάστιξιν ἢ ξύλοις τυπτήσῃ χωρίς τινος τῶν αἰτιῶν, ἃς κατὰ τῶν γυναικῶν πρὸς τὴν τοῦ γάμου διάλυσιν ἀρκεῖν παρεσκευασάμεθα, γάμου μὲν διάλυσιν ἐκ τούτου γίνεσθαι οὐ βουλόμεθα, τὸν δὲ ἄνδρα κελεύομεν τοσοῦτον ὑπὲρ τῆς τοιαύτης ὕβρεως ἐκ τῆς ἄλλης αὐτοῦ περιουσίας διδόναι τῇ γυναικὶ καὶ συνεστῶτος τοῦ γάμου, ὅσον τῆς προγαμιαίας δωρεᾶς τὸ τρίτον μέρος εἶναι γινώσκεται.
119
pr.Ὁ γαμετὴν ἀλλοτρίαν ἐκ τῆς ὁδοῦ ἀναλαβὼν καὶ εἰς τὸν ἴδιον οἶκον ἀπιὼν, κἀκεῖθεν στείλας διαζύγιον τῷ ἀνδρὶ αὐτῆς, ἐπὶ τριετίαν ἐξορίζεται.
120
pr.Περὶ γονέων τιμῆς ἐκ τοῦ λα΄ βι. τοῦ β΄ τί. Ὁ στρατιώτης υἱὸς τὴν εὐσέβειαν χρεωστεῖ τῷ πατρὶ, καὶ ἁμαρτάνων εἰς αὐτὸν κολάζεται πρὸς τὸ μέτρον τοῦ ἁμαρτήματος.
121
pr.Καὶ οἱ συνελευθερωθέντες τῇ μητρὶ παῖδες τιμᾶν αὐτὴν ὀφείλουσιν.
122
pr.Ὁ πατέρα ἢ μητέρα ὑβρίζων ἢ τύπτων, οὓς προσκυνεῖν ὀφείλει, κατὰ τὸ μέτρον τοῦ ἁμαρτήματος τιμωρείσθω. πρὸς γὰρ τὴν δημοσίαν εὐσέβειαν ἀναφέρεται καὶ τοῦτο.
123
pr.Ὁ πατέρα ἢ μητέρα, ὑφ᾽ ὧν ἀνετράφη, γόητας εἰπὼν, ἀνάξιός ἐστι στρατείας.
124
pr.Ὁ ὑπεξούσιος, ὅσα τῷ πατρὶ προσεπόρισεν, οὐ δύναται ἐκποιεῖν. εἰ δὲ ὑβριστικῶς αὐτῷ κέχρηται, σωφρονιζέσθω παρ᾿ αὐτοῦ πατρικῇ ἐξουσίᾳ. ἐπιμένων δὲ τῇ αὐτῇ προπετείᾳ, δίδοται παρ᾿ αὐτοῦ τῷ ἄρχοντι πρὸς τὸ σωφρονισθῆναι.
125
pr.Καὶ ὁ πατὴρ τῷ υἱῷ καὶ ὁ πάτρων τῷ ἀπελευθέρῳ τίμιος καὶ ἅγιος νομίζεται.
126
pr.Τὸν υἱὸν οὐ δύναται ἀρνεῖσθαι ὁ πατὴρ, τοῦτο μὲν διὰ τὸ δόγμα, τοῦτο δὲ καὶ διὰ τὴν ποινὴν ὁμοίως τοῦ προκρίματος, καὶ διὰ τοῦτο τρέφεσθαι αὐτὸν παρὰ τοῦ πατρὸς μείζω ὄντα τριῶν ἐνιαυτῶν.
127
pr.Ἐκ τοῦ η΄ τί. τοῦ α΄ βι. τῶν διατ. ποιναί. Ὁ διὰ τείχους εἰσιὼν κεφαλικῶς τιμωρεῖται. καὶ ῥεμὸς ἐφονεύθη θελήσας ὑπερπηδῆσαι τείχους.
128
pr.Κορνήλιος κινεῖται κατὰ τοῦ ποιήσαντος πλαστὰ ἐκμαρτύρια ἢ διαθήκας, ἢ ἐκδεδωκότος ἢ ὑποβάλλοντος εἰς ἀνάγνωσιν. τῷ κορνηλίῳ ὑπόκειται ὡσαύτως καὶ ὁ χρήματα λαβὼν ἢ συμφωνήσας ἢ κοινωνήσας ἢ μαρτυρήσας κατὰ τῶν ἀνευθύνων, καὶ ὁ λαβὼν χρήματα ἐπὶ τὸ κατηγορῆσαι ἢ μὴ κατηγορῆσαι, εἰδὼς μαρτυρῆσαι ἢ μὴ μαρτυρῆσαι, καὶ ὁ ὑποφθείρας ἢ ὑποφθαρῆναι δικαστὴν σπουδάσας. κεκίνηται κατὰ τοῦ ἀνοίξαντος ζῶντος διαθήκην καὶ κατὰ τοῦ προδόντος τὰ παρακατατιθέντα αὐτῷ δικαιώματα τῷ ἀντιδίκῳ τοῦ παραθεμένου. καὶ ὁ διαθήκην κρύψας ἢ ἀπαλείψας ἢ ἁρπάσας ἢ παραλείψας ἢ ἀποσφραγίσας ἢ ἀναγνοὺς κατὰ δόλον, πάντες τιμωρίᾳ τοῦ κορνηλίου ὑπόκεινται.