IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Epanagoge aucta

JGR IV 3.53

Περὶ διαμερισμῶν σκύλων.

Abrir no leitor do IusCommune →

1

pr.Οἱ κατὰ πολεμίων τρόπαιον στήσαντες, σκύλων τινῶν ὡς εἰκὸς εὑρισκομένων, τοῦ ἕκτου μέρους μόνου ἀφαιρουμένου τῷ δημοσίῳ, τὸ δὲ λοιπὸν οἱ ἄρχοντες καὶ οἱ ἀρχόμενοι μεριζέσθωσαν. ἀρκεῖ γὰρ τοῖς ἄρχουσιν ἡ προσθήκη τῶν ῥογῶν αὐτῶν. εἰ δὲ εὑρεθῶσί τινες ἐκ τῶν ἀρχόντων διαφερόντως ἀνδρισάμενοι, ὁ στρατηγὸς ἐκ τοῦ εἰρημένου μέρους τοῦ δημοσίου ἄδειαν ἐχέτω φιλοτομεῖσθαι αὐτούς. κατὰ δὲ τὴν μερίδα τοῦ ἐν τῷ πολέμῳ ἐξ αὐτῶν εὑρισκομένου παρόμοιαν καὶ ὁ ἐν τοῖς τούλδοις καταλειπόμενος λήψεται '.

2

pr.Ἐκ τοῦ γ΄ τῶν ποινῶν 2. – Μηδεὶς τὸν ἐν ἐκκλησίᾳ προσφεύγοντα βίᾳ ἀφαιρείσθω, ἀλλὰ τὴν αἰτίαν τοῦ πρόσφυγος δηλοποιείτω τῷ ἱερεῖ καὶ παρ᾽ αὐτὰ τὰ κατ᾿ αὐτοῦ. εἰ δέ τις κατατολμήσῃ χειρὶ τοῦτον ἀναλαβέσθαι, ὁ τοιοῦτος σωφρονιζέσθω, καὶ τότε τὰ κατ᾿ ἀλλήλων ζητείσθω.

3

pr.Ὁ σῶμα ἐλεύθερον κλέπτων καὶ πιπράσκων χειροκοπείσθω.

4

pr.Περὶ αἱρετικῶν ἐκ τοῦ ε΄ τί. β΄ διατ. Αίρετικοὶ μὴ διδασκέτωσαν ἢ ἐμφανιζέτωσαν τὴν πίστιν αὐτῶν, μήτε ποιείτωσαν κληρικοίς. αἱρετικὸς δὲ ἐστι καὶ τοῖς κατὰ τῶν αἱρετικῶν ὑπόκειται νόμοις ὁ μικρὸν γοῦν ἐκκλίνων τῆς ὀρθοδόξου πίστεως.

5

pr.Ἡ ὀρθόδοξος ἐκκλησία τὰ τῶν αἱρετικῶν συνακτήρια λαμβάνει, κἂν ἐν ἰδιοκτήτοις ὦσιν οἴκοις. οὐ λιτανεύουσι δὲ νύκτωρ ἢ μεθ᾽ ἡμέραν. εἰ δὲ τι τοιοῦτον ἢ ἐν δημοσίᾳ ἢ ἰδιωτικῷ οἴκῳ γένηται, ἡ τάξις αὐτοὺς προτιμάσθω.

6

pr.Τὰ προφάσει τῆς θρησκείας φιλοτιμηθέντα προνόμια οὐκ ἔχουσιν οἱ αἱρετικοὶ, ἀλλὰ καὶ ταῖς λειτουργίας ὑπόκεινται.

7

pr.Ἰουδαῖος οὐ τυγχάνει ἀξιώματος οὔτε ἄρχειν δύναται, τῇ τύχῃ δὲ τῶν κοορταλίνων ὑπόκειται καὶ τοῖς ἐντεῦθεν βάρεσιν.

8

pr.Αἱρετικοὶ συνακτήρια ποιεῖν οὐ δύνανται ἢ παρασυνάξεις ἢ συνόδους ἢ χειροτονίας ἢ βαπτίσματα ἢ ἐκδικίας ἐγχειρίζεσθαι ἢ φροντίζειν ἢ διοικεῖν χωρία ἢ δι ἑαυτῶν ἢ διὰ παρενθέντων προσώπων ή τι τῶν ἀπηγορευμένων ποιεῖν. ὁ δὲ παραβαίνων ἐσχάτως κινδυνεύει.

9

pr.Ὁ ἔχων βιβλία μανιχαϊκὰ καὶ μὴ φανερὰ ποιῶν αὐτὰ, εἰς τὸ καυθῆναι τιμωρεῖται.

10

pr.Αἱ τῶν σαμαρειτῶν συναγωγαὶ καθαιροῦνται, καὶ ἐὰν ἑτέρας ἐπιχειρήσωσι ποιεῖν, τιμωροῦνται.

11

pr.Οἱ αἱρετικοὶ συνάξεις καὶ βαπτίσματα ποιοῦντες τι μωροῦνται.

12

pr.Οἱ ἀρειανοὶ καὶ μακεδονιανοὶ, πνευματομάχοι καὶ ἀπολιναρισταὶ, ναυατιανοὶ ἤγουν τεσσαρεσκαιδεκατίται, οὐαλεντινιανοὶ, παπιανισταὶ, μοντανισταὶ, πρισκιλλιανισταὶ τουτέστι φρύγες, πεποζίται, μαρκιονισταί, βορβοριανοί, μεσαλλιανοὶ, ὑδροπαραστάται, ἀσκοδροῦγοι, βαθρακίται, ἑρμίται, παυλιανοὶ, μαρκελλιανοὶ, ὀφίται, ἐγκρατίται, ἀποτακτίται, σακκοφόροι καὶ οἱ μανιχαῖοι οὐ δύνανται συνάγεσθαι ἢ εὔχεσθαι. οἱ δὲ μανιχαῖοι τῶν πόλεων ἐκβάλλονται καὶ ἐσχάτως τιμωροῦνται. καὶ κύρια ἔσται πάντα τὰ κατὰ τῶν αἱρετικῶν νομοθετηθέντα.

13

pr.Ὁ ἀπὸ χριστιανῶν γενόμενος ἰουδαῖος δημεύεται.

14

pr.Ἐπίσκοπος δίς τινα ἀναβαπτίζων καθαιρείσθω.

15

pr.Ὁ ἀναβαπτίζων ὀρθόδοξον σὺν αὐτῷ ἐσχάτως τιμωρεῖται.

16

pr.Οἱ μετὰ τὸ ἅγιον βάπτισμα τῇ πλάνῃ τῶν ἑλλήνων ἐπιμένοντες, ἐσχάτως τιμωροῦνται. οἱ δὲ μήπω βαπτισθέντες, ἑαυτοὺς καὶ παῖδας καὶ γαμετὰς καὶ πάντας τοὺς ἑαυτῶν προσαγαγέτωσαν ταῖς ἁγίαις ἐκκλησίαις. καὶ τὰ μὲν αὐτῶν τέκνα μικρὰ ὄντα χωρὶς ἀναβολῆς βαπτίζονται, οἱ δὲ τέλειοι πρότερον τὰς γραφὰς κατὰ τοὺς κανόνας διδάσκονται. εἰ δὲ τυχὸν διὰ τὸ τυχεῖν ἀξίας ἢ στρατείας σχηματίζονται βαπτίζεσθαι, καὶ τοὺς παῖδας ἢ τὰς γαμετὰς αὐτῶν ἢ τοὺς ἐν τοῖς οἴκοις αὐτῶν ἐπὶ τῆς πλάνης ἐάσουσι, δημεύονται καὶ δεόντως τιμωροῦνται καὶ τῆς πολιτείας οὐ μετέχουσιν.

17

pr.Ὁ σαμαρείτης τῆς τῶν χριστιανῶν πίστεως ἀποστῆσαί τινα πειραθεὶς, καὶ δημεύσει ὑποβάλλεται καὶ τὴν κεφαλὴν ἀποτέμνεται.

18

pr.Οἱ τὸν οὐρανὸν θρησκεύοντες τοῖς κατὰ τῶν αἱρετικῶν ὑπόκεινται νόμοις, καὶ τὰ συνακτήρια αὐτῶν ἡ ἐκκλησία λαμβάνει.

19

pr.Μανιχαῖοι βαπτίζονται, φρύγες βαπτίζονται, εὐνομιανοὶ χρίονται, ἀρειανοὶ χρίονται, παυλιανισταὶ βαπτίζονται, ἀπολιναρισταὶ ἀπαγγέλλουσι τὴν ἐν νικαίᾳ ἐκτεθεῖσαν πίστιν.

20

pr.Ὁ μοιχεύων τὴν ὑπὸ πολλῶν διὰ κέρδος ἀφανιζομένην, οὐ κατέχεται εἰς τὰ περὶ μοιχείας ἐγκλήματα, ὡς οὐδὲ ὁ μοιχεύων τὴν ἐν ἐργαστηρίῳ ὑπηρετοῦσαν.

21

pr.Ἐκ τοῦ μη΄ βι. τῶν διατ. τί. η. Ἐὰν γυνὴ λαβοῦσα χρήματα παρὰ τῶν σουβστητούτων κληρονόμων ἐπὶ τὸ ἀμβλῶναι τὸν ἐγκυμονούμενον παρ᾽ αὐτῆς ἰνστητοῦτον κληρονόμον, καὶ διὰ τινος φαρμάκου ἐκτρώσει, κεφαλικῶς τιμωρεῖται.

22

pr.Οἱ περὶ τὸ ἐκτρῶσαι παρέχοντες πόμα ἐσχάτῃ ὑπόκεινται τιμωρίᾳ.

23

pr.Ὁ φάρμακα ἀντὶ ἰατρείας δούλῳ δεδωκὼς ὑπόκειται ὡς αἰτίαν θανάτου παρασχών.

24

pr.Ἐκ τοῦ μη΄ βι. τί. η΄ διγ. γ΄. Κατέχεται καὶ ἀποτέμνεται ὁ διὰ τὸ φονεῦσαι ἄνθρωπον φάρμακα ποιῶν ἢ πιπράσκων.

25

pr.Ἐκ τοῦ λη΄ διγ. Ὁ δεδωκὼς πόμα πρὸς φίλτρον ἢ ἀμβλωθρίδιον, κἂν χωρὶς δόλου, εὐτελὴς μὲν ὢν μεταλλίζεται, τίμιος δὲ ἐξορίζεται.

26

pr.Ἐκ τοῦ μζ΄ βι. τί. ι ' διγ. ιε΄. Ὁ παραφρονῆσαί τινα φαρμάκῳ ποιήσας ἐνέχεται εἰς ποινήν.

27

pr.Ὁ ἀστρολόγος καὶ ὁ ἀπηγορευμένην μαντείαν ποιῶν ἐὰν ἐρωτηθεὶς εἴπῃ κλέπτην τὸν μὴ ὄντα, τῇ μὲν ἀτιμίᾳ οὐκ ἐνέχεται, ὑπόκειται δὲ εἰς τὰ τῶν διατάξεων.

28

pr.Ὁ μάγος καὶ μηδὲν ποιῶν ἐξ αὐτοῦ τοῦ εἰδέναι ἐνέχεται.

29

pr.Ἐκ τῆς ζ΄ [διατ.]. Οἱ ἐν κωνσταντίνου πόλει μαντευόμενοι, εἰ καὶ ἀξιωματικοί εἰσιν, ἐν ξύλῳ ἀναρτούμενοι καίονται.

30

pr.Ἐὰν ἡνίοχος ἢ τις τοιοῦτος γόητα καλούμενος εὑρεθῇ, ἐσχάτως τιμωρεῖται.

31

pr.Ἐκ τοῦ ζ΄ τί. τῆς ε΄ διατ. Ὁ δοῦλον βιαζόμενος ἢ πείθων ἀπὸ χριστιανῶν εἰς ἀθέμιτον αἵρεσιν μετελθεῖν, ἀποτεμνέσθω.

32

pr.Ἰουδαῖος χριστιανὸν περιτεμὼν διηνεκῶς ἐξορίζεται.

33

pr.Ἐκ τοῦ α΄ βι. τοῦ κώδ. τί. ι΄. Μηδεὶς τῶν αἱρετικῶν ἢ ἰουδαίων ἢ ἑλλήνων ἔχει χριστιανὸν ἀνδράποδον, [ἐπεὶ] ἐλευθεροῦται, αὐτὸς [δὲ] κεφαλικῶς τιμωρεῖται.

34

pr.Εἴ τις τῶν ἀλλοδόξων ὢν σχῇ χριστιανὸν ἀνδράποδον, αὐτὸ μὲν ἐλευθεροῦται, ὁ δὲ τοιοῦτος δίδωσι τοῖς πριβάτοις ποινῆς ἕνεκα λίτρας λ.

35

pr.Βι. τοῦ αὐτοῦ. Ὁ δοῦλος οἱῳδήποτε αἱρετικῷ δουλεύων, εἰ καὶ μὴ ἐστι χριστιανὸς, θελήσει δὲ γενέσθαι, ἅμα τῷ σφραγισθῆναι ἐλευθεροῦται, μὴ δυναμένου τοῦ δεσπότου αὐτοῦ τῇ δουλείᾳ ἄγειν, εἰ καὶ αὐτὸς μετὰ ταῦτα χριστιανὸς γένηται.