JGR IV 3.1
Περὶ βασιλέως. Τί ἐστι βασιλεύς;
Abrir no leitor do IusCommune →1
pr.Βασιλεύς ἐστιν ἔννομος ἐπιστασία, κοινὸν ἀγαθὸν πᾶσι τοῖς ὑπηκόοις, μήτε κατὰ ἀντιπάθειαν τιμωρῶν, μήτε κατὰ προσπάθειαν ἀγαθοποιῶν, ἀλλὰ ἀναλόγως τοῖς ἀγωνοθέταις παρεχόμενος.
2
pr.Σκοπὸς τῷ βασιλεῖ τῶν τε ὄντων [καὶ ὑπαρχόντων] δυνάμεων δι᾽ ἀγαθότητος ἡ φυλακὴ καὶ ἀσφάλεια, καὶ τῶν ἀπολωλότων δι᾽ ἀγρύπνου ἐπιμελείας ἡ ἀνάληψις, καὶ τῶν ἀπόντων διὰ σοφίας καὶ δικαίων τρόπων καὶ ἐπιτηδευμάτων ἡ ἀνάκτησις.
3
pr.Τέλος τῷ βασιλεῖ τὸ εὐεργετεῖν, διὸ καὶ εὐεργέτης λέγεται. καὶ ἡνίκα τῆς εὐεργεσίας ἐξατονήσῃ, δοκεῖ κιβδηλεύειν κατὰ τοὺς παλαιοὺς τὸν βασιλικὸν χαρακτῆρα.
4
pr.Ὑπόκειται ἐκδικεῖν καὶ διατηρεῖν ὁ βασιλεὺς πρῶτον μὲν πάντα τὰ ἐν τῇ θείᾳ γραφῇ γεγραμμένα, ἔπειτα δὲ καὶ τὰ παρὰ τῶν ξ ἁγίων συνόδων δογματισθέντα· ἔτι δὲ καὶ τοὺς ἐγκεκριμμένους ῥωμαϊκοὺς νόμους.
5
pr.Ἐπισημότατος ἐν ὀρθοδοξίᾳ καὶ εὐσεβείᾳ ὀφείλει εἶναι ὁ βασιλεὺς, καὶ ἐν ζήλῳ θείῳ διαβόητος, ἔν τε τοῖς ὑπὲρ τῆς τριάδος δογματισθεῖσιν ἔν τε τοῖς ὑπὲρ τῆς οἰκονομίας λαμπρότατα καὶ ἀσφαλέστατα διὰ τὴν κατὰ σάρκα ἐπιδημίαν τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ὁρισθεῖσιν· τουτέστι τὸ ὁμοούσιον τῆς τρισυποστάτου θεότητος ἄτμητον καὶ ἀσυναίρετον διατηρῶν, καὶ τὴν ἐν τῷ ἑνὶ χριστῷ τῶν δύο φύσεων καθ᾽ ὑπόστασιν ἕνωσιν, ὡσαύτως ἀσύγχυτον καὶ ἀδιαίρετον τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον τὸν αὐτὸν, καὶ τὰ τούτοις ἑπόμενα, οἷον ἀπαθῆ καὶ παθητὸν, ἄφθαρτον καὶ φθαρτὸν, ἀναφῆ καὶ ἁπτὸν, ἀπερίγραπτον καὶ περίγραπτον, καὶ τὸ διττὸν τῶν θελημάτων καὶ τῶν ἐνεργειῶν [χωρὶς ἐναντιότητος], καὶ τὸ ἄγραπτον καὶ τὸ γραπτόν.
6
pr.Τὰ τοῖς παλαιοῖς νομοθετηθέντα τὸν βασιλέα δεῖ ἑρμηνεύειν, καὶ ἐκ τῶν ὁμοίων τέμνειν τὰ περὶ ὧν οὐ κεῖται νόμος.
7
pr.Ἐν τῇ τῶν νόμων ἑρμηνείᾳ δεῖ καὶ τῇ συνηθείᾳ προσέχειν τῆς πόλεως· τὸ δὲ παρὰ κανόνας εἰσαγόμενον οὐκ ἐᾶται πρὸς ὑπόδειγμα.
8
pr.Φιλαγάθως δεῖ τοὺς νόμους ἑρμηνεύειν τὸν βασιλέα. ἐν γὰρ τοῖς ἀμφιβόλοις τὴν φιλόκαλον ἑρμηνείαν προσιέμεθα.
9
pr.Οὐ δεῖ μεταποιεῖν τὰ πρόδηλον ἑρμηνείαν ἔχοντα.
10
pr.Περὶ ὧν ἐγγράφως οὐ κεῖται νόμος, παραφυλάττειν δεῖ τὸ ἔθος καὶ τὴν συνήθειαν. εἰ δὲ καὶ τοῦτο ἐκλείπῃ, ἀκολουθεῖν δεῖ τοῖς παραπλησίως ἔχουσι τῷ ζητουμένῳ.
11
pr.Ὥσπερ ἡ θέσις τοῦ νόμου ἢ ἐγγραφός ἐστιν ἢ ἄγραφος, οὕτω καὶ ἡ ἀναίρεσις αὐτοῦ ἢ δι᾽ ἐγγράφου [γίνεται νόμου] ἢ δι᾽ ἀγράφου, τουτέστι διὰ τῆς ἀχρηστίας.
12
pr.Τότε κεχρήμεθα συνηθείᾳ τινὸς πόλεως ἢ ἐπαρχίας, ὅτε ἀμφισβητηθεῖσα ἐν δικαστηρίῳ βεβαιωθῇ. τὰ γὰρ μακρᾷ συνηθείᾳ δοκιμασθέντα καὶ ἐπὶ πολλοὺς ἐνιαυτοὺς φυλαχθέντα οὐχ ἧττον τῶν ἐγγράφων κρατοῦσιν.
13
pr.Τὰ κακῶς ἐπινοηθέντα οὐδὲ μακρᾷ συνηθείᾳ βεβαιοῦσθαι βουλόμεθα.