JGR IV 3.2
Περὶ πατριάρχου. Τί ἐστι πατριάρχης;
Abrir no leitor do IusCommune →1
pr.Πατριάρχης ἐστὶν εἰκὼν ζῶσα χριστοῦ καὶ ἔμψυχος, δι ἔργων καὶ λόγων χαρακτηρίζουσα τὴν ἀλήθειαν '.
2
pr.Σκοπὸς τῷ πατριάρχῃ, πρῶτον μὲν, οὓς ἐκ θεοῦ παρέλαβεν εὐσεβείᾳ καὶ σεμνότητι βίου διαφυλάξαι, ἔπειτα δὲ πάντας τοὺς αἱρετικοὺς κατὰ τὸ δυνατὸν αὐτῷ πρὸς τὴν ὀρθοδξίαν καὶ τὴν ἕνωσιν τῆς ἐκκλησίας ἐπιστρέψαι (αἱρετικοὶ δὲ· τοῖς νόμοις καὶ τοῖς κανόσι καλοῦνται καὶ οἱ τῇ καθολικῇ μὴ κοινωνοῦντες ἐκκλησίᾳ), ἔτι δὲ καὶ τοὺς ἀπίστους διὰ τῆς λαμπρᾶς καὶ περιφανεστάτης καὶ θαυμασίας αὐτοῦ πράξεως ἐκπλήττων μιμητὰς ποιῆσαι τῆς πίστεως.
3
pr.Τέλος τῷ πατριάρχῃ ἡ τῶν καταπεπιστευμένων αὐτῷ ψυχῶν σωτηρία, καὶ τὸ ζῆν μὲν χριστῷ, ἐσταυρῶσθαι δὲ τῷ κόσμῳ.
4
pr.Ἴδια τῷ πατριάρχῃ τὸ εἶναι διδακτικὸν, τὸ πρὸς πάντας ὑψηλούς τε καὶ ταπεινοὺς ἀστενοχωρήτως ἐξισοῦσθαι, καὶ πρᾷον μὲν εἶναι ἐν δικαιοσύνῃ, ἐλεγκτικὸν δὲ πρὸς τοὺς ἀπειθοῦντας, ὑπὲρ δὲ τῆς ἀληθείας καὶ τῆς ἐκδικήσεως τῶν δογμάτων λαλεῖν ἐνώπιον βασιλέων καὶ μὴ αἰσχύνεσθαι.
5
pr.Τὰ παρὰ τῶν παλαιῶν κανονισθέντα καὶ παρὰ τῶν ἁγίων συνόδων ἐκτεθέντα [τὸν πατριάρχην μόνον δεῖ ἑρμηνεύειν].
6
pr.Τὰ παρὰ τῶν ἀρχαίων πατέρων ἐν συνόδοις ἢ ἐν ἐπαρχίαις ἰδικῶς καὶ καθολικῶς πραχθέντα] καὶ οἰκονομηθέντα τὸν πατριάρχην δεῖ διακρίνειν.
7
pr.Οἱ προγενέστεροι κανόνες καὶ εἰς τοὺς μεταγενεστέρους ἕλκονται. ὡσαύτως δὲ καὶ αἱ προγενεστέραι πράξεις καὶ οἰκονομίαι καὶ εἰς τοὺς μεταγενεστέρους ἕλκονται, καὶ κρατοῦσιν ἐπὶ τῶν ὁμοίων προσώπων τε καὶ πραγμάτων Τ.
8
pr.Τῆς πολιτείας ἐκ μερῶν καὶ μορίων ἀναλόγως τῷ ἀνθρώπῳ συνισταμένης, τὰ μέγιστα καὶ ἀναγκαιότατα μέρη βασιλεύς ἐστι καὶ πατριάρχης. διὸ καὶ ἡ κατὰ ψυχὴν καὶ σῶμα τῶν ὑπηκόων εἰρήνη καὶ εὐδαιμονία βασιλείας ἐστὶ καὶ ἀρχιερωσύνης ἐν πᾶσιν ὁμοφροσύνη καὶ συμφωνία.
9
pr.Ὁ κωνσταντινουπόλεως θρόνος βασιλείᾳ ἐπικοσμηθεὶς ταῖς συνοδικαῖς ψήφοις πρῶτος ἐῤῥήθη, αἷς οἱ θεῖοι κατακολουθοῦντες νόμοι καὶ τὰς ὑπὸ τοὺς ἑτέρους θρόνους γινομένας ἀμφισβητήσεις ὑπὸ τὴν ἐκείνου προστάττουσιν ἀναφέρεσθαι διάγνωσιν καὶ κρίσιν.
10
pr.Πασῶν τῶν μητροπόλεων καὶ ἐπισκοπείων, μοναστηρίων τε καὶ ἐκκλησιῶν ἡ πρόνοια καὶ ἡ φροντὶς, ἔτι δὲ καὶ κρίσις καὶ κατάκρισις, τῷ οἰκείῳ πατριάρχῃ ἀνάκειται. τῷ δὲ κωνσταντινουπόλεως προέδρῳ ἔξεστι καὶ ἐν ταῖς τῶν ἄλλων θρόνων ἐνορίαις, ἐν αἷς οὐκ ἐστι προκαθιέρωσις ναοῦ, σταυροπήγια διδόναι· οὐ μὴν ἀλλὰ καὶ τὰς ἐν τοῖς ἄλλοις θρόνοις γενομένας ἀμφισβητήσεις ἐπιτηρεῖν καὶ ὀρθοῦσθαι καὶ πέρας ἐπιτιθέναι ταῖς κρίσεσιν.
11
pr.Τῶν ψυχικῶν ἁπάντων ἡ πρόνοια καὶ ἡ φροντὶς τῷοἰκείῳ πατριάρχῃ ἀνάκειται· ἀναφέρεται δὲ καὶ εἰς ἑτέρους, οἷς ἂν αὐτὸς ἀναφέρεσθαι ὁρίσῃ. ὡσαύτως δὲ καὶ μετανοίας καὶ ἐπιστροφῆς [ἀπὸ] ἁμαρτημάτων καὶ αἱρέσεων αὐτὸς καὶ μόνος καθίσταται διαιτητής τε καὶ γνώμων, καὶ οὓς ἂν αὐτὸς ὁρίσῃ. καὶ κατὰ τὰς μητροπόλεις δὲ καὶ ἐπισκοπὰς τοῖς μητροπολίταις καὶ ἐπισκόποις ἡ αὐτὴ φυλάττεται τάξις καὶ ἐξουσία.