IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.40

Abrir no leitor do IusCommune →

1

pr.Πρόλογος ῥοδίου νόμου ἐκτεθέντος ὑπὸ τιβερίου βασιλέως. – Τιβέριος καῖσαρ, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας, τοῦ τριακοστοῦ δευτέρου λόγου. ἐντυγχανόντων μοι τῶν ναυκλήρων, ἵνα τὰ ἐν τῇ θαλάσσῃ ζάλης συμβαίνοντα εἰς συμβολὴν ἔρχεσθαι, ἀποκριθεὶς ὁ νέρων εἶπεν· μέγιστε σοφῶν καὶ ἀνδρειώτατε τιβέριε καῖσαρ, τὰ ὑπὸ τοῦ σοῦ μεγέθους καθιστάμενα ἀναγκαῖον ἡγοῦμαι ἐνδείξασθαι. οὐδὲ διήγημα τῶν ἐμπλεόντων ἐν ῥόδῳ παρεπέμψατο, ἀλλ᾽ ἀκριβῶς ἐπιζητήσας καὶ ἀναθέμενος τὰς πράξεις τῶν ἐμπλεόντων ναυκλήρων τε καὶ ἐμπόρων καὶ ἐπιβατῶν, ἐνθηκῶν τε καὶ κοινωνιῶν, καὶ πλοίων πράσεών τε καὶ ἀγοράσεων, ναυπηγίας καὶ ναυτῶν ἐργασίας, παραθηκῶν τε χρυσίου καὶ ἀργυρίου καὶ εἰδῶν διαφόρων, αὐτὰ πάντα τῇ ψήφῳ θεματίσας τιβέριος καῖσαρ σφραγίσας παρέδωκεν ἀνθρωπίνῳ ' φαιδροτάτῳ ὑπάτῳ. ὑπάτοις τοῦτο προσφέρουσιν ἐν τῇ πανευδαίμονι καὶ κορυφῇ τῶν πόλεων ῥώμῃ, ἐπὶ ὑπάτων κλαύρου καὶ ἀγριππίνου φαιδροτάτων. οὗτοι προσήγαγον τῷ μεγίστῳ καὶ αὐτοκράτορι οὐεσπασιανῷ βασιλεῖ, καὶ σφραγίσας ἐπὶ τῆς λαμπροτάτης συγκλήτου ἀπέλυσεν. οὔλπιος τραϊανὸς ὁ βασιλεὺς ἅμα καὶ τῇ φαιδροτάτῃ συγκλήτῳ σφραγίσαντες ἀπέλυσαν. νιρεὺς ὁ βασιλεὺς σφραγίσας ἀπέλυσεν. αὐτοκράτωρ ἀδριανὸς ἐπὶ ὑπάτων κλαύρου καὶ ἀλεξάνδρου σφραγίσας ἀπέλυσεν, εἶναι τὸν ῥόδιον νόμον δίκαιον καὶ ἐπίκρισιν ἔχοντα. τιβέριος καῖσαρ, οὐδένα μείζονα κίνδυνον εἶναι λέγω· τῆς καταρτίου αὐτομάτως ἐκβεβλημένης, εἰς συμβολὴν ἔρχεσθαι. ἐὰν δὲ καὶ ἀνάγκη, ὁ πρωρεὺς καὶ ὁ ναυπηγὸς τὰ σίδηρα προσφερέτωσαν, καὶ κοπτέτωσαν τὸν κατάρτιον, ἵνα μὴ τὸ πλοῖον καταποντισθῇ· καὶ ταῦτα εἰς συμβολὴν ἐρχέσθωσαν.

2

pr.Νόμος ναυτικὸς ῥοδίωνος. - Ναυκλήρου μισθὸς μέρη δύο. κυβερνήτου μέρος ᾶ. πρωρέως μισθὸς μέρος ᾶ. ναυπηγοῦ μισθὸς μέρος ᾶ. ναύτου μισθὸς μέρος α. καράβου μισθὸς [μέρος ἕν]. παρασχαρίτου μισθὸς μέρος ζ. ἐμπόρῳ ἔχειν ἐξὸν εἰς πλοῖον [πόδας] δύο· τὸν δὲ ναῦλον ἀποδιδότω. ἐπιβάτου τόπος ἐν πλοίῳ μῆκος πηχέων τριῶν, πλάτος πήχεως μιᾶς. γυναικὸς τόπος ἐν πλοίῳ πῆχυς μία· τοῦ δὲ παιδὸς τοῦ τελείου πήχεως τὸ ἥμισυ. ἐπιβάτης ἐν πλοίῳ μὴ τηγανιζέτω Lege ἀντωνίνῳ. ἰχθύν· ὁ ναύκληρος αὐτῷ μὴ συγχωρείτω. ἐπιβάτης ἐν πλοίῳ ξύλα μὴ σχιζέτω. ἐπιβάτης ἐν πλοίῳ ὕδωρ μέτρῳ λαμβανέτω οὐγκίας β. ἐὰν εἰσέλθῃ ἐπιβάτης ἐν πλοίῳ καὶ ἔχῃ χρυσίον, παραθέσθω αὐτὸ τῷ ναυκλήρῳ· εἰ δὲ μὴ παραθέμενος εἴποι, ὅτι χρυσίον ἀπώλεσα ἢ ἀργύριον, ἄκυρα ἤτω ἐπὶ τῷ ναυκλήρῳ ὃ οὐ παρέθετο· ὁ δὲ ναύκληρος καὶ οἱ ἐπιβάται καὶ οἱ ναῦται ὅρκον εὐαγγελίου παρεχέτωσαν αὐτῷ. εἶναι τὴν χιλιάδα τοῦ μοδισμοῦ χρυσίων ν, μετὰ πάσης τῆς ἐξαρτίας αὐτῶν, καὶ εἰς συμβολὴν ἐρχέσθω. ὁ νόμος κελεύει· τὰ ἐν τῇ θαλάσσῃ δανειζόμενα ἔγγυα καὶ ἀκίνδυνα μὴ γραφέτωσαν κατὰ τὸν ῥόδιον νόμον.

3

pr.Νόμος ναυτικὸς ῥοδίωνος, ὃν ἐθέσπισαν οἱ θειότατοι αὐτοκράτορες ἀδριανὸς, ἀντώνιος, τιβέριος, σεπτίμιος σευῆρος, οὐεσπασιανὸς, περτίναξ ἀεισέβαστοί τε καὶ λόγιοι. – Ἐὰν πλοῖον ὁρμᾷ ἐπὶ λιμένα ἢ ἐν ἀκτῇ, καὶ σύλα πάθῃ τῶν ἀγκύρων, καὶ κατασχεθῇ ὁ κλέπτης καὶ ὁμολογήσῃ, τοῦτον κελεύει ὁ νόμος βασανίζεσθαι καὶ τὴν προσγινομένην ζημίαν ἀπολογεῖσθαι κατὰ τὸ διπλάσιον.

4

pr.Ἐὰν βουλήσει τοῦ ναυκλήρου οἱ ναῦται σύλα ποιήσωσιν ἀγκύρων πλοίου ἑτέρου ὁρμῶντος ἐν λιμένι ἢ ἐν ἀκτῇ, καὶ συμβῇ ἐντεῦθεν ἀπώλειαν γενέσθαι τοῦ πλοίου τοῦ τὰς ἀγκύρας συληθέντος, καὶ τούτων οὕτως ἐν ἀκριβείᾳ ἀποδεικνυμένων, πᾶσαν τὴν προσγινομένην ζημίαν ἐν τῷ πλοίῳ σῶαν ἀποδιδότω ὁ ναύκληρος ὁ τὰ σύλα ἐπιτρέψας γενέσθαι.

5

pr.Ἐάν τις κλέψῃ σκεύη πλοίου ἢ τι τῶν ἐν τῷ πλοίῳ χρηματιζόντων, τουτέστι σχοινίον ἢ ἄρμενον ἢ διφθέραν καὶ πλοίων καὶ καράβων, διπλὰ ἀποδιδότω ὁ τὰ σύλα ποιήσας.

6

pr.Ἐὰν ναύτης κελεύσει τοῦ ναυκλήρου κλοπὴν ποιήσῃ ἐμπόρου ἢ ἐπιβάτου καὶ καταληφθεὶς κατασχεθῇ, ὁ ναύκληρος διπλὰ ἀποδιδότω τοῖς τὰ σύλα παθοῦσιν, ὁ δὲ ναύτης λαμβανέτω ξυλαγώγια ρ. εἰ δὲ αὐτοβουλήτως τοῦτο ποιήσῃ καὶ κατασχεθῇ ἢ ὑπὸ μαρτύρων ἐλεγχθῇ, σφοδρῶς βασανιζέσθω καὶ τὴν ἀποκατάστασιν τῶν συληθέντων ποιείτω.

7

pr.Ἐὰν ἐν τόπῳ συλουμένῳ ἢ ληστευομένῳ κατάξῃ πλοῖον, μαρτυρουμένων τῶν ἐπιβατῶν τῷ ναυκλήρῳ τὴν τοῦ τόπου αἰτίαν, καὶ συμβῇ συληθῆναι, ἐπιδιδότω ὁ ναύκληρος τοῖς συληθεῖσιν· εἰ δὲ τοῦ ναυκλήρου ἐπιμαρτυρουμένου καταγάγωσιν οἱ ἐπιβάται τὸ πλοῖον καὶ συμβῇ τι, ὑποκείσθωσαν.

8

pr.Ἐὰν ναῦται μάχην ποιήσωσι, λόγοις ποιείτωσαν, καὶ μηδεὶς κρουέτω τὸν ἕτερον· εἰ δέ τις κρούσῃ κατὰ κεφαλῆς καὶ ἀνοίξῃ ἢ ἑτέρως πῶς κηλώσῃ, παρεχέτω ὁ κρούσας τὸν μισθον τοῖς ἰατροῖς καὶ τὰ ἀναλώματα τῷ ἀδικηθέντι καὶ τὸν μισθὸν ὅλου τοῦ χρόνου τῆς ἀργίας καὶ ἐπιμελείας.

9

pr.Ἐάν τις τῶν ναυκλήρων ἢ ἐμπόρων ἢ ναυτῶν κρούση τινὰ γρόνθῳ καὶ πηρώσῃ, ἢ λὰξ δώσας κηλητώσῃ, δώσει ὁ κρούσας τὰς ἰατρείας· καὶ ὑπὲρ μὲν τοῦ ὀφθαλμοῦ δώσει χρυσίνους δώδεκα· ὑπὲρ δὲ τῆς κήλης δέκα. εἰ δὲ ὁ τὸ λὰξ κρουσθεὶς εἰς θάνατόν ἐστιν, ἔνοχος ἔσται ὁ κρούσας τῆς δίκης τοῦ θανάτου.

10

pr.Ἐὰν ναῦται μάχην ποιήσουσι καὶ κρούσῃ τὶς ξύλῳ ἢ λίθῳ, πάλιν δὲ ὁ κρουσθεὶς πατάξῃ τὸν πρῶτον κρούσαντα, ὡς βιασθεὶς [ἐποίησεν. εἰ δὲ] καὶ ἀποθάνῃ καὶ μαρτυρηθῇ, ὅτι πρῶτον ἔκρουσεν, ἀκίνδυνος ἔστω ὁ θανατώσας αὐτόν. ὃ γὰρ ἤθελε ποιῆσαι, ἔπαθεν.

11

pr.Ἐὰν ὁ ναύκληρος πιστευθῇ τὸ πλοῖον καὶ ἀποδράσῃ μετὰ χρυσίου βουλήσει τῶν ναυτῶν, τὰ μὲν οἰκεῖα αὐτῶν ἅπαντα, κινητὰ καὶ ἀκίνητα ὅσα ὑπάρχει αὐτοῖς καὶ αὐτοκίνητα, κατασχεθήσονται. καὶ ἂν μὴ ἡ τούτων ἐκτίμησις ἱκανοποιήσει τὸ πλοῖον καὶ τὴν ἐργασίαν τοῦ χρόνου ἐν τῷ πιπράσκεσθαι αὐτὰ, οἱ ναῦται ἅμα τῷ πρωτοναυκλήρῳ μισθούσθωσαν καὶ τὴν ἀποπλήρωσιν τῆς ζημίας ποιείτωσαν.

12

pr.Ἐὰν περὶ ἐκβολῆς βουλεύσεται ὁ ναύκληρος, ἐπερωτάτω τοὺς ἐπιβάτας, οἷς τὰ χρήματά ἐστιν ἐν τῷ πλοίῳ· ὅτι δὲ ἐὰν γένηται τοῦτο, ψῆφον ποιείτωσαν· συμβαλλέσθωσαν δὲ εἰς συμβολὴν καὶ τὰ χρήματα· στρώματα δὲ καὶ ἱμάτια καὶ σκεύη πάντα ἐκτικάσθω· καὶ ἐὰν γένηται ἐκβολὴ τῷ ναυκλήρῳ καὶ τοῖς ἐπιβάταις μὴ πλείονος μιᾶς λίτρας, κυβερνήτῃ δὲ καὶ πρωρεῖ μὴ πλείονος ἡμιλίτρου, ναύτῃ γράμματα 7. παῖδες καὶ εἴ τις ἄλλος συμπλέει μὴ ἐπὶ πράσει ἀγόμενος, κατὰ τιμὴν ὤν 2. ἐὰν δέ τις ἐπὶ πράσει ἄγεται καὶ κατὰ δύο μῆνας. κατὰ τοῦτο δὲ, ἐὰν χρήματα ἀφαρπαγῇ ὑπὸ πολεμίων [ἢ] λῃστῶν ἢ στρατείᾳ κοινῇ σὺν τῶν διαφερόντων τοῖς ναύταις, καὶ ταῦτα εἰς τὸν συμψηφισμὸν εἰσερχέσθωσαν. εἰ δὲ σύμφωνον [ἐπὶ] κέρδει κοινωνίας ἐστὶν μετὰ [τὸ] ἅπαντα συμψηφισθῆναι τὰ ἐν τῷ πλοίῳ, κατὰ τὸ κέρδος ἕκαστος ἐπιγινωσκέτω καὶ τὴν προσγινομένην ζημίαν.

13

pr.Ἐὰν ναύκληρος ἅμα τοῖς ναύταις ἀμελήσῃ, καὶ συμβῇ ζημία ἢ ναυάγιον, ὁ ναύκληρος καὶ οἱ ναῦται ὑποκείσθωσαν τῷ ἐμπόρῳ εἰς τὴν ἀπόδοσιν τῆς ζημίας. εἰ δὲ ἀπὸ ἀμελείας τοῦ ἐμπόρου συμβῇ ἀπώλειαν τοῦ πλοίου καὶ τοῦ γόμου γενέσθαι, ὑποκείσθω ὁ ἔμπορος ἐν τῇ ζημίᾳ τοῦ ναυαγίου καὶ τοῦ πλοίου. εἰ δὲ τοῦ ναυκλήρου μὴ ἐμποδίσαντος μηδὲ τῶν ναυτῶν μηδὲ τοῦ ἐμπόρου συμβῇ ζημία ἢ ναυάγιον, τὰ σωζόμενα μέρη τοῦ πλοίου καὶ φορτίων εἰς συμβολὴν ἐρχέσθωσὰν.

14

pr.Φορτία μεγάλα καὶ πολύτιμα μὴ ἐμβαλλέσθωσαν οἱ ἔμποροι καὶ οἱ ἐπιβάται εἰς πλοῖον παλαιόν. εἰ δὲ ἐμβάλλωσι [καὶ] τοῦ πλοίου ἀρμενίζοντος πάθῃ τὸ ἢ διαφθαρῇ, ὁ φορτώσας τὸ παλαιὸν πλοῖον ἑαυτὸν ἀπὸ τῆς γῆς ἀπώλεσεν. ὅταν δὲ οἱ ἔμπόροι ναυλοῦνται, ἐρωτάτωσαν ἀκριβῶς παρὰ τῶν ἄλλων ἐμπόρων τῶν πρὸ αὐτῶν ἀποπλευσάντων, καὶ οὕτως ἐπιβαλλέτωσαν ἐνθήκας. ἐὰν δὲ ἔχῃ τὸ πλοῖον πᾶσαν ἐπιχειρίαν τελείως, ἱστὸν, κεραίαν ἰσχυρὰν, ἄρμενά τε καὶ διφθέρας, ἀγκύρας τε καὶ σχοινία κανναβικὰ διάφορα καὶ καράβους ἐξηρτισμένους, αὐχένας τε ἐπιτηδείους, καὶ ναύτας τοὺς ἀρκοῦντας, γοργοὺς γρηγοροῦντας, τὰ πλάγια μὴ παραλελυμμένα· καὶ ἁπλῶς οἱ ἔμποροι τὰ πάντα ἐπιζητείτωσαν, καὶ οὕτως ἐμβαλλέτωσαν.

15

pr.Ἐάν τις παραθῇ ἐν πλοίῳ ἢ ἐν οἴκῳ, γνωστῷ καὶ πιστικῷ παραθέσθω ἐπὶ μαρτύρων τριῶν. ἐὰν δὲ ᾖ τὸ θέμα βαρὺ, ἐγγράφως τὴν παραθήκην παραδιδότω. ἐὰν δὲ εἴπῃ ὁ φυλάσσων ταύτην, ὅτι ἀπώλετο, δεῖ δειχθῆναι τὴν διωρυγὴν ἢ τὰ σύλα τὸ πόθεν ὑπέστη, καὶ ὀμνύειν, ὅτι αὐτὸς οὐκ ἐδολιεύσατο. ἐὰν δὲ μὴ δείξῃ, καθὼς παρέλαβεν, ἀποδότω σῶα.

16

pr.Ἐὰν δὲ ὁ δεξάμενος τὴν παραθήκην ἀρνῇται ταύτην, καὶ ἐν καιρῷ εὑρεθῇ ἐν αὐτῷ τῷ ὀμόσαντι ἢ ἐγγράφως ἀποταξαμένῳ, διπλῆν ταύτην ἐπιτελέσει· τῆς δὲ ἐπιορκίας τὴν τιμωρίαν ὑπομενέτω.

17

pr.Ἐὰν πλοῖον φέρῃ ἐπιβάτας ἢ ἐμπόρους, ἢ δούλους παραθήκην λαβὼν ὁ ναύκληρος ἔλθῃ ἐν πόλει τινὶ ἢ ἐν λιμένι ἢ ἐν ἀκτῇ, ἐὰν ἐξελθόντων τινῶν ἐκ τοῦ πλοίου καὶ συμβῇ διωγμὸν ἢ πειρατῶν ἐπιδρομὴν γενέσθαι, καὶ κελεύσας ὁ ναύκληρος ἐξειλήσῃ, σωθῇ δὲ τὸ πλοῖον καὶ τὰ τῶν ἐπιβατῶν καὶ ἐμπόρων κομιζόμενα, ἀπολαμβανέτω ἕκαστος τὰ ἴδια αὐτοῦ, καὶ οἱ ἐξελθόντες ἀπολαμβανέτωσαν. εἰ δὲ θελήσει τὶς τῷ ναυκλήρῳ ἀμφισβητῆσαι, ὅτι ἐν ἀκτῇ εἴασάς με ἐν τόπῳ ληστρικῷ, ἄκυρα ἔστω τὰ παρ᾽ αὐτοῦ λεγόμενα· ὅτι διωκόμενος ὁ ναύκληρος καὶ οἱ ναῦται ἔφυγον.

18

pr.Ἐὰν ἔμποροι ἢ ἐπιβάται δοῦλον ἐν παραθήκῃ ὄντα ἀλλότριον ἐάσονται οἱῳδήποτε τρόπῳ, τὴν ἀποκατάστασιν τῷ κυρίῳ τούτου ποιείτωσαν.

19

pr.Ἐάν τις δώσῃ ἐπὶ χρείᾳ κοινωνίας χρυσίον ἢ ἀργύριον καὶ ταῦτα κατὰ πλοῦν, καὶ ἐγγράψωνται καθὼς ἀρέσει ἕως πόσου ᾖ χρεωκοινωνία· ἐὰν ὁ λαμβάνων τὸ χρυσίον ἢ τὸ ἀργύριον πληρωθέντος τοῦ χρόνου μὴ ἀποστρέψῃ αὐτὸ τῷ κυρίῳ αὐτοῦ, καὶ συμβῇ ἀπὸ πυρὸς ἢ λῃστῶν ἢ ναυαγίου παραπεσεῖν, ἀζήμιον εἶναι τὸν κύριον τοῦ χρυσίου καὶ σῶα τὰ ἴδια ἀπολαμβάνειν. εἰ δὲ τοῦ χρόνου τῶν συνθηκῶν μὴ πληρωθέντος συμβῇ τῷ κατὰ θάλασσαν κινδύνῳ ἀπώλειαν γενέσθαι, καθάπερ τοῦ κέρδους ἔδοξεν, καὶ τὰς ζημίας πρὸς τὰ μέρη καὶ τὰς συνθήκας ἀναδέχεσθαι,

20

pr.Ἐάν τις χρήματα χρησάμενος ἀποδημήσῃ, ἐξελθόντος τοῦ χρόνου οὗ ἂν συνθῶνται, κομιζέσθωσαν ἐκ τῶν ἐγγύων κατὰ τὸν νόμον· ἐὰν δὲ μὴ ἔχωσι πῶς κομίσονται, ἔστω αὐτοῖς τὰ μὲν χρήματα ἔγγυα. οἱ δὲ τόκοι ναυτικοὶ παντὸς τοῦ χρόνου ὅσον ἀποδημεῖ, [καταβάλλονται].

21

pr.Ἐὰν πλοῖον ναυλώσηταί τις, δώσῃ ἀῤῥαβῶνα· εἰ δὲ ὁ ναύκληρος ἄλλως ποιήσει, ἀποδιδότω διπλοῦν τὸν ἀῤῥαβῶνα.

22

pr.Ἐάν τις ναυλώσηται πλοῖον, συνεσφραγισμένα κύρια ἔστω· εἰ δὲ μὴ, ἄκυρα. γραφέτωσαν δὲ καὶ ἐπιτίμια ἐὰν θέλωσιν. ἐὰν δὲ συγγράψωνται καὶ ψεύσωνται, εἰ μὲν ὁ ναυλούμενος ψεύσηται, παρέχει τὰ χρήματα οὐ τότε τοῦ ἐπὶ φόρτου, ἀποδότω τὸ ἥμισυ τοῦ ναύλου τῷ ναυκλήρῳ· εἰ δὲ ὁ ναύκληρος ψεύσηται, ἀποδότω τὸ ἥμισυ ναῦλον τῷ ἐμπόρῳ. ἐὰν δὲ θελήσῃ ὁ ἔμπορος ἐξελέσθαι τὰ φορτία, ἀποδώσει τὸ πᾶν ναῦλον τῷ ναυκλήρῳ· ἡ δὲ πράξις ἔσται τούτων τῶν ἐπιτιμίων, καθάπερ ἠδικήσατο.

23

pr.Ἐὰν κοινωνίαν ποιήσωσιν ἀγράφως δύο ναύκληροι, καὶ ἀμφότερα τὰ μέρη καθομολογήσωσιν, ὅτι κοινωνίαν καὶ ἄλλου καιροῦ ἐποιήσαμεν ἀγράφως καὶ πίστιν ἑαυτοῖς ἐφυλάξαμεν καὶ τὸ τέλος πάντοτε περὶ μιᾶς ἐνθήκης ἐτελέσαμεν· ἐὰν τὸ ἑνὶ πλοίῳ συμβῇ τι παθεῖν, εἴτε σάβορον εἴτε φορτώμενον, τὰ σωθέντα τῷ παθόντι τέταρτον μέρος ἐπιφερέτω. ἐπειδὴ ἐγγραφὰς οὐ προσφέρουσιν, ἀλλὰ λόγους μόνον κοινωνίας συνετάξαντο. τὰ δὲ ἐγγράφως σφραγιζόμενα βέβαια καὶ ἰσχυρὰ ἔστωσαν [καὶ] τὰ σωζόμενα τοῖς ἀπολλυμένοις συνεισερχέσθωσαν.

24

pr.Ὁ ναύκληρος μὴ ἀγέτω πλὴν ὕδατος καὶ ἐφοδίων ἀφ᾿ ὧν χρῶνται σχοινίων τὰ πλοῖα, ἐὰν ὁ ἔμπορος ἐμβάλληται τὸν γόμον ὅλον κατὰ συνθήκας τῶν ἐγγράφων. καὶ ἐὰν θελήσῃ ὁ ναύκληρος φορτία μεγάλα ἐπιφέρειν μετὰ ταῦτα, ἐὰν χωρεῖ τὸ πλοῖον, βαλλέτω· εἰ δὲ μὴ χωρεῖ, ὁ ἔμπορος ἐπὶ τριῶν μαρτύρων ἀντιτασσέτω τῷ ναυκλήρῳ καὶ τοῖς ναύταις, καὶ ἐὰν ἐκβολὴ γένηται, τῷ ναυκλήρῳ ἔσται· ἐὰν δὲ μὴ κωλύσῃ ὁ ἔμπορος, εἰς συμβολὴν ἐρχέσθω.

25

pr.Ἐὰν δὲ ὁ ἔμπορος μὴ παρέχῃ τὸν γόμον ὅλον, τῶν λοιπαζομένων παρεχέτω τὰ ναῦλα καθὼς συνεγράψαντο.

26

pr.Ἐὰν ὁ ναύκληρος λαβὼν τὰ ἡμίναυλα πλεύσῃ, καὶ βουληθῇ ὁ ἔμπορος ὑποστρέψαι, ἔγγραφα δὲ συνεσφραγίσαντο, διὰ τὴν ἐμπόδιον ἀπόλλειν τὸν ἔμπορον τὰ ἡμίναυλα. ἐὰν δὲ ὁ ναύκληρος τῶν ἐγγράφων γενομένων ἄλλως ποιήσῃ, διπλὰ ἀποδιδότω τὰ ἡμίναυλα.

27

pr.Ἐὰν ἡ προθεσμία τῶν ἐγγραφομένων ἡμερῶν παρέλθῃ ὡς ἡμερῶν δέκα, παρεχέτω ὁ ἔμπορος τὰς σιταρκίας τῶν ναυτῶν· ἐὰν δὲ παρέλθῃ ἡ δευτέρα προθεσμία, πρὸ πάντων πληρώσας τὸ ναῦλον ὁ ἔμπορος κατερχέσθω· εἰ δὲ θελήσει προσθεῖναι ποσότητα τοῦ ναύλου, ἐμπλεέτω καθὼς ἂν δόξει.

28

pr.Ἐάν τινος τῶν ναυτῶν ἢ ναυκλήρων ἐξωκοιτοῦντος ἐκ τοῦ πλοίου [συμβῇ ἀπώλειαν γενέσθαι τοῦ πλοίου] νυκτὸς ἢ ἡμέρας, πᾶσαν τὴν ζημίαν ἐφορᾶν τοὺς ἐξωκοιτοῦντας, τοὺς δὲ εἰς τὸ πλοῖον μείναντας ἀζημίους μένειν.

29

pr.Ἐὰν πλοῖον ἀπερχόμενον εἰς γόμον ἐμπόρου ἢ κοινωνίας συμβῇ παθεῖν ἢ διαφθαρῆναι κατὰ ἀμέλειαν τῶν ναυτῶν ἢ τοῦ ναυκλήρου, ἀκίνδυνα ᾖ τὰ φορτία τὰ ἐνόρια κείμενα· εἰ δὲ μαρτυρηθῇ, ὅτι ζάλης γενομένης ἀπώλετο, εἰς συμβολὴν ἐρχέσθωσαν τὰ σωζόμενα τοῦ πλοίου ἅμα καὶ φορτίοις, τὰ δὲ ἡμίναυλα κατεχέτω ὁ ναύκληρος. ἐὰν δὲ τις ἀρνήσηται τὴν κοινωνίαν καὶ ἐλεγχθῇ ὑπὸ τριῶν μαρτύρων, τὴν μὲν κοινωνίαν ἀποδότω, τῆς δὲ ἀρνήσεως τὴν τιμωρίαν ὑπομενέτω.

30

pr.Ἐὰν πλοῖον ἐν τῇ ἐκβολῇ ἐμποδισθῇ ὑπὸ ἐμπόρου ἢ τοῦ κοινωνοῦ πληρωθείσης τῆς προθεσμίας, καὶ συμβῇ ἀπώλειαν τὴν οἱανοῦν γενέσθαι τοῦ πλοίου, ὁ τὴν ἐμπόδιον ποιήσας ἐμφερέτω τὰς ζημίας τοῦ ναυαγίου.

31

pr.Εἰ δὲ ὁ ἔμπορος ἐν τῷ τόπῳ ὅθεν συγγράψωνται μὴ παράσχῃ τὰ φορτία πληρωθείσης τῆς προθεσμίας, καὶ συμβῇ τοῦ πλοίου γενέσθαι [ἀπώλειαν], ἐφορᾶν πᾶσαν τὴν ζημίαν τὸν ἔμπορον. ἐὰν δὲ μὴ πληρωθέντων τῶν ἡμερῶν τῆς προθε σμίας συμβῇ τι, εἰς συμβολὴν ἐρχέσθωσαν.

32

pr.Ἐὰν πλοῖον ἀρμενίζον ἔλθῃ ἐπάνω ἑτέρου πλοίου ὁρμῶντος ἢ χαλάσαντος τὰ ἄρμενα, ἡμέρας οὔσης, πᾶσαν τὴν συντριβὴν καὶ τὴν ἀπώλειαν ἐφορᾶν τὸν τε ναύκληρον καὶ τοὺς ἐμπλέοντας· λοιπὸν δὲ καὶ τὸ φορτίον εἰς συμβολὴν ἐρχέσθω. εἰ δὲ ταῦτα νυκτὸς οὔσης συμβῇ, ὁ τὰ ἄρμενα χαλάσας πῦρ ἁπτέτω· εἰ δὲ πῦρ οὐκ ἔχει, κραυγὰς παρεχέτω. εἰ δὲ ἀμελήσας ὁ βιγλιοφόρος ἀποκοιμηθεὶς ὡς εἰς βράχος ᾤχετο ποιῆσαι, συμβῇ ἀπώλειαν [γενέσθαι], ἑαυτὸν ἀπώλεσεν, εἰ ταῦτα οὕτως μαρτυρηθῶσι. εἰ δὲ ὁ ἀρμενιστὴς ἀμελήσας καὶ ὁ βιγλιοφόρος ἀποκοιμηθῇ, ὡς εἰς βράχη ἀπώλετο ὁ ἀρμενίζων καὶ ὃν κρούσῃ ἀζήμιον φυλαττέσθω.

33

pr.Ἐὰν τὸ πλοῖόν τι πάθῃ, καὶ σωθῇ τὰ τῶν ἐμπόρων ἢ ἐπιβατῶν, τὸ δὲ πλοῖον ἀπόληται, τὰ μὲν ἐξάρτια σωζόμενα πέντε καὶ δεκάτας παρεχέτωσαν, ὁ δὲ ἔμπορος καὶ οἱ ἐπιβάται μὴ δότωσαν τῷ ναυκλήρῳ τὶ πλεῖον.

34

pr.Ἐὰν πλοῖον φορτώμενον σῖτον ἐν ζάλῃ καταληφθῇ, ὁ ναύκληρος διφθέρας παρεχέτω καὶ οἱ ναῦται ἀντλήτωσαν. εἰ δὲ ἀμελήσῃ καὶ βραχῇ ὁ φόρτος ἐκ τῆς ἀντλείας, οἱ ναῦται ζημιούσθωσαν. εἰ δὲ ἀπὸ τῆς ζάλης ὁ φόρτος ἀδικηθῇ, ἐπιγινωσκέτωσαν τὴν ζημίαν ὁ τε ναύκληρος καὶ οἱ ἐπιβάται καὶ ὁ ἔμπορος, τὰς δεκάτας δὲ τῶν σωζομένων κομίζεσθαι ὁ ναύκληρος ἅμα τῷ πλοίῳ καὶ τοῖς ναύταις. ἀπωλείας δὲ εἰς θάλασσαν γινομένης, ὁ ἔμπορος πρῶτον ῥιπτέτω καὶ οὕτως οἱ ναῦται ἐπιχειρήτωσαν.

35

pr.Ἐὰν πλοῖον συμβῇ ναυάγιον παθεῖν, καὶ σωθῇ μέρος τοῦ γόμου καὶ τοῦ πλοίου, ἐὰν οἱ ἐπιβάται βαστάζωσιν μεθ ' ἑαυτῶν χρυσίον ἢ ἀργύριον ἢ μαργαρίτας ἢ ὁλοσηρικὰ, τὸ μὲν χρυσίον σωζόμενον δεκάτας παρεχέτω, τὸ δὲ ἀργύριον πέμπτας παρεχέτω· τὰ δὲ ὁλοσηρικά, ἐὰν ἄβροχα σωθῶσιν, δεκάτας ἐπιφερέτωσαν· εἰ δὲ βραχῶσιν, κουφιζέσθωσαν τὴν ὑποτριβὴν καὶ τὴν ὑποβροχὴν, καὶ οὕτως εἰς συμβολὴν ἐρχέσθωσαν· εἰ δὲ μαργαρῖται, καθὼς ἐκτιμηθῶσιν, χρυσίου φόρτον τελείτωσαν ἀπώλειαν. -

36

pr.Ἐὰν δὲ τὸ πλοῖον ἀπόληται, τὰ δὲ τῶν ἐπιβατῶν σωθῇ, ἐπιφερέτωσαν οἱ ἐπιβάται εἰς τὴν ἀπώλειαν τοῦ πλοίου. ἐὰν δὲ δὺο ἐπιβάται ἢ τρεῖς ἀπολέσωσι τὸ χρυσίον αὐτῶν ἢ τὰ ἴδια, ἀπὸ πάντων λαμβανέτωσαν κατὰ τὴν δύναμιν πρὸς τὴν ἀπώλειαν ἅμα τῆς συμβολῆς τοῦ πλοίου.

37

pr.Ἐὰν ἐν πελάγει πλοῖον στραφῇ ἢ διαφθαρῇ, ὁ ἀποσώζων τὶ ἐξ αὐτοῦ ἐπὶ τὴν γῆν λαμβανέτω πέμπτον μέρος.

38

pr.Εἰ δὲ χρυσίον ἢ ἀργύριον ἢ ἑτερόν τι ἐκ βυθοῦ ἐπαρθῇ ἀπὸ οὐργιῶν ὀκτὼ, λαμβανέτω ὁ ἀποσώζων τὸ τρίτον μέρος· ἀπὸ δὲ οὐργιῶν δεκαπέντε, λαμβανέτω τὸ ἥμισυ διὰ τὸν κίνδυνον τοῦ βυθοῦ. τῶν δὲ ἐκριπτομένων ἀπὸ θαλάσσης εἰς γῆν καὶ εὑρισκομένων ἢ ἐπιφερομένων ἐπὶ πῆχυν μίαν λαμβανέτω ὁ ἀποσώζων τὸ δέκατον μέρος.

39

pr.Εἰ δὲ κάραβος ἀπὸ ἰδίου πλοίου τοῦ σχοινίου διαῤῥηξας ἀπόληται ἅμα καὶ τοῖς ἐμπλέουσιν ἐν αὐτῷ, ἐὰν ἀπόλωνται ἢ ἀποθάνωσιν, τὸν μισθὸν τὸν ἐνιαυσιαῖον ἀποδότω ὁ ναύκληρος εἰς πλῆρες τοῦ ἐνιαυτοῦ τοῖς τούτων κληρονόμοις. ἐάν τις κάραβον ἀποσώσῃ σὺν τῶν ἐφολκιῶν, καθὼς ἐν ἀληθείᾳ εὑρίσκει πάντα ἀποδώσας, λαμβανέτω τὸ πέμπτον μέρος.

40

pr.Ἐὰν ναύτης ἀποτακτάρις ἢ μερίτης, δεξάμενος μετὰ συνθηκῶν μέρος, πᾶσαν ἐπιταγὴν τοῦ πλοίου ποιεῖ καὶ τοῦ καιροῦ πληρουμένου ἐξὸν κατέρχεσθαι. ἐὰν δὲ θελήσῃ τοῦ καιροῦ μὴ πληρωθέντος ἐξελθεῖν, λαμβανέτω ξυλαγώγια ὁ καὶ οὗτως αὐτὸν πλέειν· εἰ δὲ εὑρεθῇ κλέπτων, λαμβάνειν αὐτὸν ξυλαγώγια ρ. καὶ τὸ μέρος ἀπολείτω.

41

pr.Ἐὰν ναύτης πεμφθῇ παρὰ τοῦ ναυκλήρου ἐπὶ ξύλα ἢ ἀλλαχοῦ, ὅπου ἂν, συνερχέσθω, καὶ παρελήφθη, ὁ ναύκληρος διαλυέσθω. ἐὰν μὴ συνέρχεται, ἐὰν νεώτερος γένηται κατὰ τοῦ πεμφθέντος, ὁ ναύκληρος διαλυέσθω.

42

pr.Ἐὰν ναύτης ἑαυτομίσθωτος γενόμενος γινώσκῃ τὸ ἑαυτὸν δοῦλον εἶναι καὶ ἑαυτὸν πεπρακέναι, πᾶσαν δὲ ἐπιταγὴν αὐτὸν ποιεῖν· καὶ πιστῶς ἐκπεμπόμενος ἐκτελείτω ἀκλόπως, ἀκακουργήτως, καὶ πάσῃ σπουδῇ εὐνοῶν ἀξίως, εἰς πλῆρες τὰς ἐπιμισθίας κομιζόμενος. ἐὰν δὲ σύλα ποιήσῃ, χρυσίον ἢ ἀργύριον ἀπολέσας, ἀντὶ τὴν ἐλευθερίαν μίσθωσιν δοῦλος γενέσθω ἑαυτὸν παραδόσας εἰς τιμωρίαν.

43

pr.Ἐὰν δοῦλος ὑπὸ τοῦ ἰδίου δεσπότου μισθωθῇ εἰς ἐργαστήριον, λεγέτω ὁ κύριος αὐτοῦ τὰ τῆς πίστεως αὐτοῦ· ἐὰν δὲ μὴ, εἴπερ ὁ δοῦλος σύλα ποιήσει καὶ ἀποδράσει τῷ ἰδίῳ Ecloga ad Prochiron mutata. Titulus XL. δεσπότῃ καὶ αὐτὰ τὰ σύλα καὶ ἡ φυγὴ καὶ ὁ θάνατος διὰ τοῦ μισθώσαντος αὐτὸν ἐκδιδόσθω.

44

pr.Ὁ ἁρπάζων τὶ ἐκ τῶν ναυκλήρων, τὸ τετραπλάσιον ἀποδώσει.

45

pr.Οἱ ἐκ τῆς ἐλεεινοτάτης τῶν ναυαγησάντων ὑποστάσεως ἁρπάζοντες τὸ οἱονοῦν ἢ κερδαίνοντες κατὰ δόλον πονηρὸν, τὸ τετραπλοῦν τοῖς ἀδικηθεῖσιν παρεχέτωσαν.

46

pr.Ὁ δὲ βραδυτέρᾳ πραίδᾳ καὶ βίᾳ [ἀφελόμενος πράγματα] ἀπὸ ναυαγίου, μετὰ τὴν τούτων ἀποκατάστασιν, εἰ μὲν ἐλεύθερός ἐστιν, ἐπὶ τριετῆ χρόνον ἐξοριζέσθω· εἰ δὲ ῥυπαροί εἰσιν, εἰς ἔργον δημόσιον ἐμβάλλονται τὴν αὐτὴν ἐγχρονίαν· εἰ δὲ δοῦλοί εἰσιν, εἰς βαρύτερον ἔργον τοῦ φίσκου ὁμοίως ἐκπέμπονται.