JGR IV 2.39
Ἐκλογαὶ τοῦ παρὰ θεοῦ διὰ τοῦ μωυσῆ δοθέντος νόμου τοῖς ἰσραηλίταις.
Abrir no leitor do IusCommune →1
pr.Περὶ κρίματος καὶ δικαιοσύνης τῆς ἐξόδου. – Οὐ παραλήψει ἀκοὴν ματαίαν, οὐ συγκαταθήσει μετὰ τοῦ ἀδί κου γενέσθαι μάρτυς ἄδικος. οὐκ ἔσῃ μετὰ πλειόνων ἐπὶ κακίαν, ὥστε ἐκκλῖναι κρίσιν, οὐ προτεθήσει μετὰ πλήθους ἐκκλῖναι. καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει. ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήσει. ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς, καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ. καὶ δῶρα οὐ λήψει· τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, καὶ λυμαίνεται σοφῶν ῥήματα δίκαια.
2
pr.Τοῦ λευιτικοῦ κεφ. 57. - Οὐ ποιήσετε ἄδικον ἐν κρίσει, οὐ λήψει πρόσωπον πτωχοῦ, οὐδὲ θαυμάσῃς πρόσωπον δυνάστου. ἐν δικαιοσύνῃ κρινεῖς τὸν πλησίον σου, οὐ πορεύσῃ δόλῳ ἐν τῷ ἔθνει σου. οὐκ ἐπιστήσεις ἐφ᾽ αἵματι τοῦ πλησίον σου· ἐγὼ κύριος ὁ θεός σου.
3
pr.Περὶ τῶν δέκα λόγων. τῆς ἐξόδου καὶ τοῦ δευτερονομίου. – Ἐγὼ εἰμὶ κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον· οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. οὐ προσκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς. οὐ λήψει τὸ ὄνομα κυρίου τοῦ θεοῦ ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσει κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν. ἓξ ἡμέρας ἔργα καὶ ποιήσει πάντα τὰ ἔργα σου, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα κυρίῳ τῷ θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί. τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς. οὐ μοιχεύσεις. οὐ φονεύσεις. οἰ κλέψεις. οὐ ψευδομαρτυρήσεις κατὰ τοὺς πλησίον σου μαρτυρίαν ψευδῆ. οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐδὲ τὸν ἀγρὸν αὐτοῦ, οὐδὲ πάντα ὅσα τῷ πλησίον σου εἰσί.
4
pr.Περὶ δανείου. Ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ σου τῷ πενιχρῷ τῷ παρά σοι, οὐκ ἔσῃ αὐτῷ κατεπείγων, οὐκ ἐκποιήσεις αὐτῷ τόκον. ἐὰν δὲ ἐνεχειρίσματα ἐνεχειριάσεις τὸ ἱμάτιον τοῦ πλησίον σου, πρὸς δυσμὰς ἡλίου ἀποδώσεις αὐτῷ. ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτοῦ τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται; ἐὰν οὖν καταβοήσῃ πρός με, εἰσακούσωμαι αὐτοῦ, ἐλεήμων γὰρ εἰμί.
5
pr.Τοῦ λευιτικοῦ κεφ. ριθ. Ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετά σου καὶ ἀδυνατήσῃ ταῖς χερσὶν αὐτοῦ παρά σοι, ἀντιλήψεις αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου, καὶ ζήσεται ὁ ἀδελφός σου ἐν σοί.
6
pr.Οὐκ ἀποστερήσεις μισθὸν μισθωτοῦ ἢ πένητος ἢ παντὸς ἐργαζομένου σοι, αὐθήμερον ἀποδώσεις τὸν μισθὸν αὐτοῦ· οὐκ ἐπιδύσεται ὁ ἥλιος, ἐπ᾿ αὐτῷ ἔχει τὴν ἐλπίδα.
7
pr.Τῆς ἐξόδου κεφ. περὶ πάσης καταθήκης. Ἐάν τις δῷ τῷ πλησίον αὐτοῦ ἀργύριον ἢ σκεύη φυλάξαι, καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου, ἐὰν εὑρεθῇ ὁ κλέψας, [ἀποτίσει διπλοῦν. ἐὰν δὲ μὴ εὑρεθῇ ὁ κλέψας,] προσελεύσεται ὁ κύριος τῆς οἰκίας ἐνώπιον τοῦ θεοῦ καὶ ὀμεῖται, εἰ μὴ αὐτὸς πεπονήρευται ἐφ᾿ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον κατὰ πᾶν ῥητὸν ἀδίκημα, περὶ τε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀντιλογίας τῆς ἐγκαλουμένης. ὅτι ἐὰν οὖν ἐνώπιον τοῦ θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων, ἢ μὴ μετασχεῖν αὐτὸν καθόλου τῆς παρακαταθήκης τοῦ πλησίον αὐτοῦ, καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτοῦ καὶ οὐκ ἀποτίσει.
8
pr.Τῆς ἐξόδου κεφ. ξη περὶ [τοῦ λαμβάνοντος] πᾶν κτῆνος [φυλάξαι]. - Ἐὰν δῷ τις τῷ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πᾶν κτῆνος φυλάξαι, καὶ συντριβῇ ἢ ἀποθάνῃ ἢ αἰχμάλωτον γένηται, καὶ μηδεὶς γνῷ, ὅρκος ἔσται τοῦ θεοῦ ἀναμέσον ἀμφοτέρων, ἢ μὴ αὐτὸν πεπονηρεῦσθαι καθ ' ὅλου τῆς παρακαταθήκης τοῦ πλησίον, καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτοῦ καὶ οὐκ ἀποτίσει. ἐὰν δὲ κλαπῇ ἀπ᾿ αὐτοῦ, ἀποτίσει τῷ κυρίῳ. ἐὰν δὲ θηριάλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν, καὶ οὐκ ἀποτίσει.
9
pr.Περὶ τοῦ αἰτουμένου κτῆνος παρὰ τοῦ πλησίον. Ἐὰν αἰτήσῃ τὶς παρὰ τοῦ πλησίον κτῆνος καὶ συντριβῇ ἢ ἀποθάνῃ ἢ αἰχμάλωτον γένηται, ὁ δὲ κύριος μὴ ἦν μετ᾿ αὐτοῦ, ἀποτίσει· ἐὰν δὲ ὁ κύριος αὐτοῦ μετ᾿ αὐτοῦ ᾖ, οὐκ ἀποτίσει· ἐὰν δὲ μισθωτὸς ᾖ, ἔστω αὐτῷ ἀντὶ τοῦ μισθοῦ αὐτοῦ.
10
pr.Περὶ τοῦ μὴ κακῶσαι χήραν ἢ ὀρφανόν. τῆς ἐξόδου κεφ. ξη. – Πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε· ἐὰν κακίᾳ κακώσητε αὐτοὺς, καὶ κράξαντες καταβοήσωσιν πρός με, καὶ ἀκοῇ ἀκούσομαι τῆς βοῆς αὐτῶν, καὶ ὀργισθήσομαι θυμῷ καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι καὶ τὰ τέκνα ὑμῶν ὀρφανά.
11
pr.Περὶ κληρονόμων. τῶν ἀριθμῶν. – Εἶπεν ὁ κύριος πρὸς μωυσῆν· τοῖς υἱοῖς ἰσραὴλ λαλήσεις λέγων· ἐὰν ἄνθρωπος ἀποθάνῃ καὶ υἱὸς μὴ ἢ αὐτῷ, περιθήσετε τὴν κληρονομίαν αὐτοῦ τῇ θυγατρὶ αὐτοῦ. ἐὰν δὲ μὴ ἢ αὐτῷ θυγάτηρ, δώσετε τὴν κληρονομίαν αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοὶ, δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ τοῦ πατρὸς αὐτοῦ. ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοὶ τοῦ πατρὸς αὐτοῦ, δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ ἔγγιστα αὐτοῦ, ἵνα ἐκ τῆς φυλῆς αὐτοῦ κληρονομήσῃ αὐτόν.
12
pr.Περὶ τῶν πραίδας ποιούντων. τῆς ἐξόδου. – Ἐὰν καταβοσκήσῃ τὶς ἀγρὸν ἢ ἀμπελῶνα, καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ καταβοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτίσει ἀντὶ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γένημα αὐτοῦ. ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ καὶ τοῦ ἀμπελῶνος ἀποτίσει.
13
pr.Περὶ τῶν ἐμπρησμὸν ποιούντων. Ἐὰν ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπυρίσῃ ἅλωνας ἢ στάχυν, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας.
14
pr.Περὶ τοῦ ἀνοίξαντος λάκκον. Ἐάν τις ἀνοίξῃ, λάκκον, ἢ λατομήσῃ καὶ οὐ καλύψῃ αὐτὸν, ἐμπέσῃ δὲ ἐκεῖ μόσχος ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει τὸ ἀργύριον [καὶ δώσει τῷ κυρίῳ] αὐτῶν· τὸ δὲ τεθνηκὸς αὐτῷ ἔσται.
15
pr.Περὶ κλέπτων. τῆς ἐξόδου. – Ἐάν τις κλέψῃ μόσχον ἢ πρόβατον καὶ σφάξῃ αὐτὸ, πέντε μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου, καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου. ἐὰν δὲ ἐν τῷ διωρύγματι εὑρεθῇ ὁ κλέπτης, καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἐστιν αὐτῷ φόνος· ἐὰν δὲ ἀνατελῇ ὁ ἥλιος ἐπ᾿ αὐτὸν, ἔνοχός ἐστιν, ἀνταποθανεῖται. ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραθήτω ἀντὶ τοῦ κλέμματος. ἐὰν δὲ καταληφθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα ἀπό τε μόσχου καὶ ὄνου ἕως προβάτου, διπλὰ αὐτῷ ἀνταποδώσει.
16
pr.Περὶ ταύρου κερατίσαντος ἄνθρωπον. τῆς ἐξόδου. – Ἐὰν κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα καὶ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῶος ἔσται. ἐὰν δὲ ὁ ταῦρος κερατίσῃ πρὸ τῆς χθὲς ἢ τρίτης ἡμέρας, καὶ διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀνέλῃ δὲ ἄνδρα ἢ γυναῖκα, ὁ ταῦρος λιθοβοληθήσεται, ὁ δὲ κύριος αὐτοῦ προσαποθανεῖται. ἐὰν δὲ λύτρα ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ, ὅσα ἂν ἐπιβάλλωσιν αὐτῷ· ἐὰν δὲ υἱὸν κερατίσει ὁ ταῦρος ἢ θυγατέρα, κατὰ δίκαιον τοῦτο ποιήσωσιν. ἐὰν δὲ παῖδα κερατίσῃ ὁ ταῦρος ἢ παιδίσκην, ἀργυρίου Η διδράχματα δώσει τῷ κυρίῳ αὐτοῦ, καὶ ὁ ταῦρος λιθοβοληθήσεται. ἐὰν κερατίσῃ ὁ ταῦρός τινος ταῦρον τοῦ πλησίον καὶ τελευτήσῃ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα, καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ, καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται. ἐὰν δὲ γνωρίζηται ὁ ταῦρος ὅτι κερατιστὴς ἦν πρὸ τῆς χθὲς καὶ τρίτης ἡμέρας, καὶ διαμαρτυρώμενοι ὦσιν τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀποτίσει ταῦρον ἀντὶ τοῦ ταύρου· ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται.
17
pr.Περὶ τοῦ μὴ καταδικάζεσθαι γονεῖς ὑπὲρ τέκνων ἢ τέκνα ὑπὲρ γονέων. Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων· ἕκαστος τῇ αὐτοῦ ἁμαρτίᾳ ἀποθανεῖται.
18
pr.Περὶ πατραλοίων. κεφ. ςδ. - Ανθρωπος ἐὰν κακῶς εἴπῃ ἢ τύπτῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα, θανάτῳ τελευτάτω.
19
pr.Περὶ τοῦ ἀθετοῦντος καὶ ἐνδιαβάλλοντος τὴν ἑαυτοῦ γυναῖκα. Ἐάν τις λάβῃ γυναῖκα συνοικῆσαι αὐτῇ, καὶ μισήσῃ αὐτὴν καὶ ἐπιθῇ ἐπ᾿ αὐτῇ προφασιστικοὺς λόγους καὶ κατενέγκῃ αὐτὴν λόγον πορνὸν λέγων· τὴν γυναῖκα ταύτην εἴληφα καὶ προσελθὼν αὐτῇ οὐχ εὕρηκα αὐτῇ παρθε νίαν, καὶ λαβὼν ὁ πατὴρ τῆς παιδὸς καὶ ἡ μήτηρ ἐξοίσουσιν τὰ παρθένια τῆς παιδὸς ἐπὶ τὴν γερουσίαν, καὶ ἐρεῖ ὁ πατὴρ τῆς παιδός· τὴν θυγατέρα μου δέδωκα τῷ ἀνθρώπῳ τούτῳ γυναῖκα, καὶ μισήσας αὐτὴν νῦν ἐπιτίθησιν προφασιστικοὺς λόγους, λέγων· οὐχ εὕρηκα τῇ θυγατρί σου παρθενίαν, καὶ ταῦτα τὰ παρθένια τῆς θυγατρός μου· καὶ ἀναπτύξουσιν τὸ ἱμάτιον ἔναντι τῆς γερουσίας τῆς πόλεως, καὶ λήψεται ἡ γερουσία τὸν ἄνθρωπον ἐκεῖνον, καὶ παιδεύσουσιν αὐτὸν καὶ ζημιώσουσιν αὐτὸν ῷ σίκλους καὶ δώσουσιν αὐτοὺς τῷ πατρὶ τῆς νεάνιδος, ὅτι ἐξήνεγκεν ὄνομα πορνὸν ἐπὶ παρθένον ἰσραηλίτιν· καὶ αὐτῷ ἔσται γυνὴ, οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ. ἐὰν δὲ ἐπ᾿ ἀληθείας γένηται ὁ λόγος οὗτος καὶ μὴ εὑρεθῇ παρθενία τῇ νεάνιδι, ἐξάξουσιν τὴν νεάνιδα ἐπὶ τὰς θύρας τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς, καὶ λιθοβολήσουσιν αὐτὴν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς ἐν λίθοις καὶ ἀποθανεῖται· ὅτι ἐποίησεν ἀφροσύνην ἐν υἱοῖς ἰσραὴλ ἐκπορνεύσασα τὸν οἶκον τοῦ πατρὸς αὐτῆς.
20
pr.Περὶ γυναικὸς ἀμβλώσης ὑπό τινων διαμαχομένων. – Ἐὰν μάχωνται δύο ἄνδρες καὶ πατάξωσιν γυναῖκα ἐν γαστρὶ ἔχουσαν καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται, καθ'᾽ ὅτι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῇ γυναικὶ δώσει μετὰ ζημιώματος. ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς.
21
pr.Περὶ γυναικὸς ἐν μάχῃ τὰ αἰδοῖα τοῦ ἀντιδίκου δρασσομένης. — Ἐὰν μάχωνται ἄνθρωποι ἐπὶ τῷ αὐτῷ, καὶ προσέλθῃ ἡ γυνὴ ἑνὸς αὐτῶν ἐξελέσθαι τὸν ἄνδρα αὐτῆς ἐκ χειρὸς τοῦ τύπτοντος αὐτὸν, καὶ τείνασα τὴν χεῖρα αὐτῆς ἐπιλάβηται τῶν διδύμων αὐτοῦ, ἀποκόψεις τὴν χεῖρα αὐτῆς· οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ᾿ αὐτῆς.
22
pr.Περὶ μοιχῶν. τοῦ δευτερονομίου. – Ἐὰν εὑρεθῇ ἄνθρωπος κοιμώμενος μετὰ γυναικὸς συνῳκισμένης ἀνδρὶ, ἀποκτείνετε ἀμφοτέρους.
23
pr.Περί φθορέων. τοῦ δευτερονομίου. Ἐάν τις εὕρῃ τὴν παῖδα τὴν παρθένον, ἥτις οὐ μεμνήστευται ἀνδρὶ, καὶ βιασάμενος κοιμηθῇ μετ᾿ αὐτῆς καὶ εὑρεθῇ, δώσει ὁ ἄνθρωπος ὁ κοιμηθεὶς μετ᾿ αὐτῆς τῷ πατρὶ αὐτῆς ν δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνὴ, ἀνθ᾽ ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ. ἐὰν εὕρῃ τὶς ἐν πόλει παρθένον μεμνηστευμένην ἀνδρὶ, καὶ κοιμηθῇ μετ᾿ αὐτῆς, ἐξάγετε ἀμφοτέρους ἐπὶ τὸν πύλον τῆς πόλεως αὐτῶν, καὶ λιθοβοληθήσονται ἐν λίθοις καὶ ἀποθανοῦνται· τὴν νεᾶνιν, ὅτι οὐκ ἐβόησεν ἐν τῇ πόλει, καὶ τὸν ἄνθρωπον, ὅτι ἐταπείνωσεν τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ· καὶ ἐξαρεῖτε τὸ πορνὸν ἐξ ὑμῶν αὐτῶν· ἐὰν ἐν πεδίῳ εὕρῃ ὁ ἄνθρωπος τὴν παῖδα τὴν μεμνηστευμένην, καὶ βιασάμενος κοιμηθῇ μετ᾿ αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνθρωπον τὸν κοιμώμενον μετ᾿ αὐτῆς μόνον· τῇ δὲ νεάνιδι οὐ ποιήσετε οὐδέν. οὐκ ἔστιν αὐτῇ ἁμαρτία θανάτου, ὅτι ὥσπερ ἐπανέστη ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ φονεύσει τὴν αὐτοῦ ψυχὴν, οὕτως καὶ τὸ πρᾶγμα τοῦτο· ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτὴν καὶ ἐβόησεν ἡ νεᾶνις ἡ μεμνηστευμένη, καὶ ὁ βοηθήσων οὐκ ἔστιν αὐτῇ.
24
pr.Περὶ γυναικὸς ἀλογευομένης. - Γυνὴ ἥτις προσελεύσεται πρὸς πᾶν κτῆνος, βιβασθῆναι αὐτὴν ὑπ᾿ αὐτοῦ, ἀποκτενεῖτε τὴν γυναῖκα καὶ τὸ κτῆνος.
25
pr.Πᾶν κοιμώμενον μετὰ κτήνους θανάτῳ ἀποθανεῖται.
26
pr.Περὶ ἀσελγῶν. τοῦ αὐτοῦ. Ὃς ἂν κοιμηθῇ μετὰ ἄῤῥενος κοίτην γυναικὸς, βδέλυγμα ἐποίησεν· ἀμφότεροι θανατούσθωσαν.
27
pr.Περὶ τοῦ φονεύοντος ἢ παραμέλους ποιοῦν - τος τὸν ἴδιον οἰκέτην. τῆς ἐξόδου. Ἐάν τις πατάξῃ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήσεται· τὸ ἀργύριον αὐτοῦ ἐστιν. ἐάν τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ ἢ τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν. ἐὰν δὲ τὸν ὀδόντα αὐτοῦ ἐκκόψῃ, ὡσαύτως ποιείτω.
28
pr.Περὶ τοῦ ἐν μάχῃ τύπτοντος τὸν πλησίον. — Ἐὰν λοιδορῶνται δύο ἄνδρες καὶ πατάξωσι τὸν πλησίον ἐν λίθῳ ἢ ἐν πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ κοίτην· ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδῳ, ἀθῶος ἔσται ὁ πατάξας. πλὴν τὰς ἀργίας αὐτοῦ ἀποτίσει καὶ τὰς ἰατρείας.
29
pr.Περὶ φόνων ἑκουσίων καὶ ἀκουσίων. Ἐὰν πατάξῃ τίς τινα καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. ὁ δὲ οὐχ ἑκὼν, ἀλλ᾽ ὁ θεὸς παρέδωκεν αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, δώ σουσι τόπον, οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. ἐὰν δὲ τις ἐπιθῆται τῷ πλησίον αὐτοῦ κτεῖναι αὐτὸν δόλῳ, καὶ καταφυγὴν ἐπὶ τοῦ θυσιαστηρίου οὐ λήψει αὐτὸν θανατῶσαι.
30
pr.Ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξῃ τὶς τὸν πλησίον, καὶ τελευτήσῃ, φονευτής ἐστιν· θανάτῳ θανατούσθω ὁ φονεύσας. ἐὰν δὲ ἐν λίθῳ ἐκ χειρὸς, ἐν ᾧ ἀποθανεῖται ἐν αὐτῷ, πατάξῃ αὐτὸν, καὶ ἀποθάνῃ, φονευτής ἐστιν· θανατούσθω ὁ φονεύσας.
31
pr.Ἐὰν δέ τις εἰσέλθῃ μετὰ τοῦ πλησίον αὐτοῦ εἰς τὸν δρυμὸν καὶ συνάγῃ ξύλα, καὶ ἐκκρουσθῇ ἡ χεῖρ αὐτοῦ τῇ ἀξίνῃ κόπτων τὸ ξύλον, καὶ ἐκπεσὸν τὸ σιδήριον ἀπὸ τοῦ ξύλου τύχῃ τοῦ πλησίον καὶ ἀποθάνῃ, οὗτος καταφεύξεται ἐπὶ μίαν τῶν πόλεων καὶ ζήσεται, ὡς ἀκουσίως καὶ οὐ μισῶν αὐτὸν πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης.
32
pr.Καὶ ὃς ἂν πατάξῃ κτῆνος καὶ ἀποθάνῃ, ἀποτισάτω· ψυχὴν ἀντὶ ψυχῆς.
33
pr.Περὶ μαρτύρων καὶ παροράσεων. τῶν ἀριθμῶν. – Μάρτυς εἷς οὐ μαρτυρήσει ἐπὶ ψυχὴν ἀποθανεῖν. καὶ οὐ λήψεσθε λύτρα ἐπὶ ψυχῆς παρὰ τοῦ φονεύσαντος τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι. θανάτῳ γὰρ θανατωθήσεται.
34
pr.Ἐπὶ δυσὶ μάρτυσιν ἢ τρισὶν ἀποθανεῖται ὁ ἀποθνήσκων· οὐκ ἀποθανεῖται ἐφ᾽ ἑνὶ μάρτυρι· καὶ ἡ χεὶρ τῶν μαρτύρων ἔσται ἐπ᾿ αὐτῷ ἐν πρώτοις θανατῶσαι αὐτὸν, καὶ ἡ χεὶρ παντὸς τοῦ λαοῦ ἔσται ἐπ᾿ ἐσχάτων· καὶ ἐξαρεῖτε τὸν πορνὸν ἐξ ὑμῶν αὐτῶν.
35
pr.Κατὰ πᾶσαν ἁμαρτίαν καὶ ἀδικίαν, ἣν ποιήσει ἄνθρωπος, οὐκ ἐμμενεῖ μάρτυς εἷς μαρτυρῆσαι· ἐπὶ στόματος δὲ δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
36
pr.Περὶ ἐγγαστριμύθων καὶ ἐπαοιδῶν. Οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις καὶ ἐπαοιδοῖς, οὐ κολληθήσεσθε ἐκμιανθῆναι εἰς αὐτούς, ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. ψυχὴ ἢ ἂν ἐπακολουθήσει ἐγγαστριμύθοις καὶ ἐπαοιδοῖς, ὥστε ἐκπορεῦσαι ὀπίσω αὐτῶν, ἐπιστρέψω τὸ πρόσωπόν μου ἀπὸ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολῶ αὐτὴν ἀπὸ τοῦ λαοῦ αὐτῆς. κἂν ἀνὴρ ἢ γυνὴ, ὃς ἂν γένηται αὐτῷ ἐγγαστρίμυθος ἢ ἐπαοιδὸς, θανάτῳ θανατούσθωσαν· λίθοις λιθάσατε αὐτοὺς, ἔνοχοί εἰσιν.