JGR IV 2.38
Ἐκ τοῦ βιβλίου ἀθανασίου σχολαστικοῦ ἐμεσινοῦ· τῶν ἅπερ ἐξελέξατο ἐκ τοῦ κώδικος καὶ τῶν νεαρῶν διατάξεων τοῦ μεγάλου Ἰουστινιανοῦ· ὁμοίως καὶ ἐκ τῶν παρατίτλων.
Abrir no leitor do IusCommune →1
pr.Περὶ χειροτονίας ἐπισκόπων '. Ὁ χειροτονῶν ἐπίσκοπον εἰς ἐπήκοον παντὸς τοῦ λαοῦ προσαγορευέτω τῷ μέλλοντι χειροτονεῖσθαι, ὡς μαθὼν αὐτὸν πάντα ἔχειν τὰ προειρημένα ἐπιτίθησιν αὐτῷ τὴν χειροτονίαν.
2
pr.Βίβλος β [περὶ τοῦ] μετὰ τὴν μνηστείαν ἢ μετὰ τὸ γαμῆσαι μονάσαντος 2. – Ὁ μονάσας ἀζημίως λύει τὴν πρὸς αὐτὸν συστᾶσαν μνηστείαν· εἰ δὲ γήμας μονάσει, τῷ ἀπὸ τελευτῆς ὑπόκειται κάσῳ· ἀμφοτέρων δὲ μονασάντων, ἀζήμιος ὁ γάμος λύεται.
3
pr.Περὶ ἀπὸ μοναστηρίου εἰς ἕτερον μετελθόντος μοναστήριον. τίτλος ᾶ. Ὁ ἀπὸ μοναστηρίου εἰς ἕτερον μετελθὼν μοναστήριον, τῷ προτέρῳ τὰ οἰκεῖα παρασκευάζει προσκυρωθῆναι.
4
pr.Περὶ ἀποκρισιαρίων μοναστηρίων. τίτλος β΄. – Οἱ μοναχοὶ διὰ τῶν ἀποκρισιαρίων τὰ οἰκεῖα πράγματα πραττέτωσαν.
5
pr.Περὶ τοῦ ἀπὸ μοναχῶν γενομένου κοσμικοῦ. Ὁ ἀπὸ μοναχῶν γενόμενος κοσμικὸς, μεθ᾽ ὧν ἐπεκτήσατο εἰς ἕτερον ἐμβαλλέσθω μοναστήριον· εἰ δὲ πάλιν γένηται κοσμικὸς, παραδιδόσθω παιδεύεσθαι.
6
pr.Περὶ μεταστάντων ἀπὸ μοναστηρίου εἰς ἕτερον μοναστήριον. – Μηδεὶς προσδεχέσθω τὸν ἀπὸ μοναστηρίου εἰς ἕτερον μοναστήριον μεταβαίνοντα· ἡ γὰρ τούτου ὑπόστασις τῷ προτέρῳ δίδοται μοναστηρίῳ.
7
pr.Περὶ διαίτης μοναχῶν τίτλος ἢ τοῦ κώδικος Ὁ αὐτὸς βασιλεὺς μηνᾷ ἐπισκόπῳ κωνσταντινουπόλεως. οὗ ἡ ἀρχή· Ὁ μονήρης βίος. Ἡ διάταξις κυροῦσα τὴν πρὸ αὐτῆς κειμένην ἐν τῷδε τῷ συντάγματι ἀκριβεστέραν ἐν τοῖς μοναχοῖς προτίθησιν δίαιτάν τε καὶ παραφυλακήν. κωλύει δὲ τοὺς ἄν δρας εἰς γυναικῶν γίνεσθαι μοναστήρια, καὶ γυναῖκας ἐν ἀνδρείοις θάπτεσθαι, ἑκάτερον ἁμαρτημάτων πρόξενον εἶναι λέγουσα· οὐδὲ γὰρ ἄλλης ἕνεκεν αἰτίας ἐν ἀνδρείοις μοναστηρίοις ὁρᾶσθαι [γυναῖκα συγχωρεῖ ἢ ἄνδρας] γυναικῶν παραβάλλειν μοναστηρίῳ· σημείωσαι κανόνα, ὅτι συγγένεια μοναχοῖς οὐκ ἔστιν, τοῖς γε τὸν ἐν οὐρανοῖς ζηλώσασι βίον. ἐγράφη τετάρτη νόννων μαρτίων βασιλείας ἰουστινιανοῦ τῷ τῷ ὑπατείας ἀπίονος.
8
pr.Περὶ τοῦ ἐπιμερίζεσθαι τὴν γονὴν τῶν γεωργῶν. Ὁ αὐτὸς βασιλεύς. Οἱ τὰ πράγματα πράττοντες τῆς ἁγιωτάτης ἐκκλησίας. Ὁ παρὼν τύπος διατάξεως ἐκφωνηθείσης μνήμην ποιεῖται βουλομένης ἐπὶ τῶν γεωργῶν τὴν γονὴν μερίζε σθαι· καὶ εἰ μὲν ἴσος ἐστὶν ὁ τῶν τεχθέντων ἀριθμὸς, εἰς δύο διαιρεῖσθαι· εἰ δὲ ἄνισος ᾖ καὶ εἷς μόνος ὁ τεχθεὶς, τηνικαῦτα τὴν γαστέρα πλέον ἔχειν, διότι καὶ μᾶλλον ἐμόχθησεν. καὶ [ἁπλῶς] εἰπεῖν εἷς μὲν ὢν παῖς ἀκολουθήσει τῇ μητρί· τριῶν δὲ ὄντων τῶν τεχθέντων, αἱ δύο τῆς μητρὸς ἔσονται, καὶ ὁ εἷς δὲ τῇ τοῦ πατρὸς ἀκολουθήσει δεσποτείᾳ· καὶ οἵτως ἀεὶ τὸ πλέον ἡ γαστὴρ ἔχει, καὶ τὸ ἐν πολλοῖς στασιαζόμενον χρόνοις τὴν προσήκουσαν τομήν.
9
pr.Περὶ χαμευρετῶν βρεφῶν καὶ τοῦ ἐλευθεροῦσθαι τὰ ἐκτιθέμενα βρέφη. τίτλος της. - Ὁ αὐτὸς βασιλεὺς ἡλίᾳ ἐπάρχῳ τοῦ ἰλλυρικοῦ. Ἔγκλημα τῆς ἀνθρωπίνης γνώμης ἀλλότριον. Τὰ παρὰ τῶν δεσποτῶν ἐκτιθέμενα βρέφη εἰς ῥύμας ἢ ἐκκλησίας ἢ ἑτέρους τόπους δουλικῆς καταστάσεως καθεστῶτα, ἐλεύθερα παραυτίκα εἶναι παρακελεύεται ὁ παρὼν πραγματικὸς τύπος, κἂν ἀκριβῶς τις σύστασις ὑπάρχει τῷ ἐνάγοντι εἰς τὸ δεῖξαι τὸ τοιοῦτον πρόσωπον διαφέρειν τῇ αὐτοῦ δεσποτείᾳ. βασιλεὺς γὰρ ἐκεῖνος ὁ νόμους δικαίους ἐκπέμπων, πρῶτον δὲ πράττων.