IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.37

Ἐκ τοῦ μ ' τίτλου περὶ ἁρπαγῆς πραγμάτων καὶ ἀγρῶν καὶ περὶ στασιαστῶν [καὶ περὶ] ἐμπρησμῶν καὶ περὶ τάφων '.

Abrir no leitor do IusCommune →

1

pr.Ὁ δίχα ἄρχοντος ἀπαιτῶν τὸν ἴδιον χρεώστην, ἢ πρᾶγμα αὐτοῦ παραγνώμην αὐτοῦ λαμβάνων, καὶ βίαν ἁμαρτάνει καὶ τοῦ χρέους ἐκπίπτει.

2

pr.Ἐὰν χωρὶς δικαστικῆς ἀποφάσεως ἀφέληταί τις πρᾶγμα, εἰ μὲν ἴδιον αὐτοῦ ἦν, ἐκπίπτει τῆς αὐτοῦ δεσποτείας· εἰ δὲ ἀλλότριον, παρεχέτω αὐτὸ τὸ πρᾶγμα καὶ τὴν διατίμησιν αὐτοῦ.

3

pr.᾿Αρχὴ τῆς β διατάξεως. Τὸ κατὰ βίαν ἢ φόβον γενόμενον οὐχ ἡγήσομαι κύριον 4. σημ. ὁ βίαν ἢ φόβον ποιῶν ἐνάγεται καὶ ὑπὸ τῶν κληρονόμων τοῦ βιασθέντος ὡς κακὸς νομεύς.

4

pr.Ὁ ἁρπάζων ἢ ἀποκρύπτων ἀλλοτρίαν δούλην πόρνην οὖσαν οὔτε τῷ δὲ βὶ οὔτε τῇ φούρτη κατέχεται· οὐ γὰρ κλοπῆς, ἀλλ᾽ ἡδονῆς χάριν ἐποίησε τοῦτο· εἰ γὰρ καὶ τὰς θύρας τὶς κλάσει πόρνης, καὶ εἰσελθόντες ἕτεροι μὴ παρ᾽ αὐτοῦ εἰσαχθέντες κλέψωσι τὰ πράγματα αὐτῆς, οὐκ ἐνέχεται ὡς κλέπτης.

5

pr.Ἡ βίαν ὑποστᾶσα οὐχ ὑπόκειται τῷ νόμῳ, κἂν ἐρυθριῶσα τὸ γενόμενον οὐκ ἀνήγγειλεν τῷ ἀνδρὶ παραχρῆμα· καὶ ἀποθανούσης ἐν τῷ γάμῳ τῆς γυναικὸς, δύναται ὁ ἀνὴρ τῷ μοιχῷ κατηγορεῖν.

6

pr.Τὸ τῆς μοιχείας ἔγκλημα διὰ τῆς πενταετίας σβέννυται· ἀλλὰ τοῦτο λέγομεν περὶ τῶν εἰς ἑκοῦσαν ἡμαρτηκότων Τ.

7

pr.Ἡ ἁρπαγὴ μείζων ἐστὶν τῆς μοιχείας, καὶ ὁ ἁρπάσας γεγαμημένην ἐσχάτως τιμωρεῖται, καὶ ὁ ἀποκλείων καὶ τύπτων σφοδρῶς τινα, καὶ ὁ ἄρχων φονεύων ἢ τύπτων τὸν ἐγκαλεσάμενον καὶ κλοιὰ περιθεὶς αὐτῷ, καὶ ὁ ποιήσας τὸν δικαστὴν κατὰ δόλον ψηφίσασθαι, εἰς τὸ τετραπλοῦν ἔχειν τὴν ἀπαίτησιν.

8

pr.Ὅπλα λέγονται πάντα τὰ βέλη, λίθοι, ξύλα, ῥομφαίαι, ῥόπαλα.

9

pr.Οἱ μεθ᾽ ὅπλων ἐπιόντες καὶ πορθοῦντες ἀλλοτρίους οἴκους ἢ ἀγροὺς εἰς κεφαλὴν τιμωροῦνται.

10

pr.Κυρίως ἀπελάτης λέγεται, ὅστις θρέμματα ἀπὸ σκηνῆς ἢ βουκολίου ὑποσύρει ἢ ἀπὸ τῶν ἀγελῶν ἵππους· ὁ γὰρ βοῦν ἢ ἵππον πλανώμενον λαβὼν οὐκ ἐστὶν ἀπελάτης. εἰ γάρ τις χοῖρον ἢ αἶγα ἀπελάσει, οὐχ οὕτως σφοδρῶς τιμωρεῖται, ὡς ὁ τέλειον ζῶον.

11

pr.Ὁ ἀπελαύνων ἀγέλην θηρίοις ὑποβάλλεται.

12

pr.Δέκα πρόβατα ποιοῦσιν ἀγέλην καὶ χοῖροι πέντε.

13

pr.Οἱ τοὺς ἀπελάτας ὑποδεχόμενοι ἐπὶ δεκαετίαν τῆς ἰταλίας ἐξορίζονται.

14

pr.Ἡ ταφὴ τοῦ υἱοῦ χρέος ἐστὶν ἐπικείμενον τῷ πατρί.

15

pr.Ἐὰν ἀποθανούσης τῆς γυναικὸς καὶ ἐκ τῆς προικὸς αὐτῆς κερδήσῃ ὁ ἀνὴρ, ὑπόκειται τὰ δαπανήματα τῆς ταφῆς αὐτῆς.

16

pr.Ὁ τὴν γαμετὴν κληρονομῶν ἐκ τῆς προικὸς καὶ ἐκ τῆς κληρονομίας θαπτέτω αὐτήν.

17

pr.Ἐάν τις ἐν πόλει θάψῃ, δίδωσι τῷ φίσκῳ τεσσαράκοντα νομίσματα, καὶ ὁ τόπος φισκοῦται, καὶ τὸ λείψανον οὐ μεταφέρεται, κἂν ἡ συνήθεια τῆς πόλεως ἔχει θάπτειν ἐν αὐτῇ· τοὺς γὰρ γενικοὺς νόμους ἰσχύειν δεῖ πανταχοῦ.

18

pr.Οἱ τὰ λείψανα ἢ τὰ ὀστᾶ μετακινήσαντες, εὐτελεῖς μὲν ὄντες, κακαισχύντως τιμωροῦνται· ἔντιμοι δὲ δεπορτατεύονται, τουτέστιν ἐξορίζονται.

19

pr.Τὸ μὴ διηνεκεῖ ταφῇ δοθὲν λείψανον, καλῶς μεταφέρεται εἰς ἕτερον τόπον.

20

pr.Καὶ ἔσω πόλεως οὐδεὶς δύναται θάψαι νεκρόν· οὐδὲ ὑπὲρ νεκρῶν οὐδεὶς ἀπαιτεῖται τέλος.

21

pr.Ἐκ τοῦ μα τίτλου 22. — Ἐάν τις μνηστεύσηται ἣν οὐκ ἔξεστιν, καὶ δωρήσηται αὐτῇ, ὡς παρὰ ἀναξίας ὁ φίσκος τοῦτο ἀφαιρεῖται.

22

pr.Ἐὰν δοῦλοι περὶ μοιχείας κατηγορούμενοι, διὰ τὴν τῆς μοιχείας ἔρευναν βασανιζόμενοι, ἵνα μὴ φόβῳ τοῦ ὑποστρέψαι πρὸς τὸν δεσπότην ἀποκρύψωσι τὴν ἀλήθειαν, δημόσιοι γίνονται.

23

pr.Τῆς β διατάξεως. Τοῦ ἀνδρὸς μὴ ἐκδικοῦντος τὸν φόνον τῆς γυναικὸς, ἡ προῖξ καθ᾽ ὅσον διαφέρει αὐτῷ φισκοῦται.

24

pr.Ἐκ τοῦ μβ τίτλου 26. τῆς ιβ διατάξεως. Ὁ κωλυόμενος ἐν θαλάσσῃ πλεῦσαι, ἢ ἐν δημοσίῳ λουτρῷ λούσασθαι, ἢ ἐν θεάτρῳ θεωρῆσαι ἢ παῖξαι, τὴν ἰνιουριαρούμ ἔχει.

25

pr.Ἐὰν παίζων ἢ ἀγωνιζόμενος κρούσῃς τινὰ, οὐκ ἐνέχῃ τῇ ὕβρει, οὔτε μὴν ὁ τὸν ἐλεύθερον ὡς δοῦλον τύπτων.

26

pr.Ὁ πάτρων φραγγελλίῳ τύπτων τὸν ἀπελεύθερον, τῇ περὶ ὕβρεως ἐνάγεται.

27

pr.Ὅτι ὁ ἐλεύθερος μὲν ὑβρίζων εἰς χρήματα καταδικάζεται, ὁ δὲ οἰκέτης μαστιγοῦται.

28

pr.᾿Ατιμώρητοι τύπτουσιν διδάσκαλοι μαθητὰς καὶ πατέρες παῖδας. κἂν σφοδρότερον τύπτουσιν οἱ διδάσκαλοι, οὐκ ἀτιμοῦνται· οὐχ ὡς ὑβρίζων τύπτει ἀλλ᾽ ὡς διδάσκων.

29

pr.Ἐὰν τὸ λείψανον ἢ ὀστᾶ τεθέντα ἐν τῷ ἐμῷ τόπῳ παραγνώμην ῥίψω ἢ ἀνασκάψω χωρὶς βασιλικῆς κελεύσεως, τῇ ὕβρει ἐνάγομαι ὡς ὑβρίζων τὸν τεθνεῶτα.

30

pr.Τοὺς μηδὲν ἡμαρτηκότας παῖδας τὰ τῶν πατέρων ἁμαρτήματα οὐ καταβλάπτει.

31

pr.Ὁ πρώτως τύπτων καὶ ἀντιτυφθεὶς σφοδρότερον, οὐ δύναται ἐγκαλεῖν.

32

pr.Καὶ τὸ εἰς φυλακὴν βληθῆναι ποινή ἐστιν.

33

pr.Δοῦλος ἴδια χρήματα ἔχειν οὐ δύναται 36. ὁ ἀγορασθεὶς ἐκ τῶν ἐμῶν χρημάτων, προσφέρων μοι τὸ τίμημα καὶ ἀξιῶν ἐλευθερωθῆναι, οὐκ ἀκουσθήσεται.

34

pr.Πατήρ κατὰ υἱοῦ, οὔτε υἱὸς κατὰ πατρὸς βασανίζεται.

35

pr.Οὐχ ὡς θέλει βασάνους ὁ κατήγορος ἐπιφέρειν δεῖ, ἀλλ᾽ ὡς ἡ χρεία ἀπαιτεῖ.

36

pr.Ὁ φυγὰς καὶ λέγων ἑαυτὸν ἐλεύθερον, ἐκεῖ ἐνάγεται, ὅπου τὸ πρῴην ἐδούλευσεν, τουτέστιν ὅθεν ἔφυγεν.

37

pr.Ἐὰν ὁ ὑποδεξάμενος τὸν φυγάδα λέγει αὐτὸν ἴδιον δοῦλον, ὀφείλει ὁ οἰκέτης βασανίζεσθαι καὶ εἰπεῖν τὸ ἀληθές.

38

pr.Ὁ παρθένον κόρην δούλην ἀνακομβῶν φθείρας, τῷ ἀκουϊλίῳ ἐνάγεται.

39

pr.Καὶ ἐὰν δοῦλος ἀλλοτρίᾳ δούλῃ συναφθῇ, τῇ ἰδίᾳ τύχῃ ἀναδίδοται.

40

pr.Ἐάν τις νομίσας ἐλευθέραν εἶναι τὴν ἐμὴν δούλην προῖκα ὑπὲρ αὐτῆς δῷ ὡς δωρούμενος, ἐγὼ γίνομαι τῶν διδομένων δεσπότης καὶ αὐτῆς.

41

pr.Εἰ καὶ δούλην τὶς διαπαρθενεύσει, εἰς δοῦλον στοῦπρον ἁμαρτάνει. διὸ οἰκέτης χαλεπωτάτῃ ὑπόκειται τιμωρίᾳ, ὅτε μὴ εἰς μόνην ζημίαν ὁ τοῦ ἀνδραπόδου δεσπότης, ἀλλὰ παντὸς τοῦ οἴκου αὐτοῦ.

42

pr.Ὁ τὴν ἀλλοτρίαν θεράπαιναν ἡδονῆς ἕνεκεν πόρνην οὖσαν ἀποκρύπτων, οὐκ ἐνάγεται κλοπῇ· εἰ δὲ μή ἐστι πόρνη, ὑποπίπτει.

43

pr.Τῆς ζ διατάξεως. ᾿Αεὶ τὸ γῆρας σεβάσμιον ἐνομίσθη, καὶ πάσης τιμῆς ἄξιον.

44

pr.Ὁ μείζων τῶν ἑβδομήκοντα ἐτῶν καὶ ἐ παίδων πατὴρ ἐξκουσατίονα σιτωνίας καὶ τῶν ἄλλων λειτουργημάτων ἔχει.

45

pr.Πάνυ ἁπαλὴ λέγεται ἡ ἡλικία ὁ ἐλάττων τῶν εἴκοσι ὲ ἐτῶν καὶ πάνυ γεγηρακυῖα λέγεται ὁ μείζων τῶν σαράντα ἐτῶν.

46

pr.Κεφάλαια τοῦ μγ τίτλου. Τῶν κεφαλικῶν ἐγκλημάτων αἱ συκοφαντίαι κεφαλικὰς ἔχουσι τὰς τιμωρίας.

47

pr.Ἐπίσκοπος εἰ συκοφαντήσει τινὰ ἐν πουβλίκῳ δικαστηρίῳ, σαράντα λίτρας χρυσίου δίδωσι τῷ δημοσίῳ.

48

pr.Εἴσω ἑξήκοντα ἡμερῶν μετὰ ῥεπούδιον κατηγορῶν μοιχείαν ὁ ἀνὴρ τῇ γυναικὶ αὐτοῦ οὐκ ἀπαιτεῖται συκοφάντης.

49

pr.Ὁ κατηγορηθεὶς ἀντικατηγορεῖν οὐ δύναται, οὔτε ὁ ἐπὶ συκοφαντίᾳ τιμωρηθεὶς, οὔτε ὁ παιγνικὴν τέχνην μετιών, οὔτε ὁ δικαστὴς χρήματα λαβὼν ἐπὶ τὸ κατηγορῆσαί τινος.

50

pr.Ὁ γραφὴν κατηγορίας ἀποτιθέμενος ὀφείλει ἐμφανίζειν καὶ τὸ ἁμάρτημα καὶ τὸν χρόνον καὶ τὸν μῆνα καὶ τὸν τόπον, ἐν ᾧ ἡμαρτήθη τυχὸν ἡ μοιχεία, καὶ μετὰ ποίου προσώπου· τὴν δὲ ἡμέραν ἢ τὴν ὥραν οὐκ ἀναγκάζεται λέγειν· ὀφείλει καὶ ὑπογράφειν ἢ ἕτερος ὑπὲρ αὐτοῦ εἰ [οὐκ] οἶδεν γράμματα. ἐὰν δὲ μὴ οὕτως συντεθῇ ὁ λίβελλος, οὐ δύναται κατηγορεῖσθαι. ἐὰν δὲ ἀποθάνῃ ἢ ἐξ ἄλλης αἰτίας μὴ δυνηθῇ κατηγορῆσαι, καὶ ἕτερος ἀντ᾿ αὐτοῦ δύναται κατηγορεῖν ἐντὸς τριάκοντα ἡμερῶν. καὶ συντίθεται ὁ λίβελλος οὕτως· ὁ δεῖνα ὁμολογῶν παρὰ τῷδε τῷ ἄρχοντι δεικνύειν τήνδε πλημμελήσασαν μοιχείαν πρὸς τόνδε ἐν τῷδε τῷ οἴκῳ ἐπὶ τῆσδε τῆς ὑπατείας μηνὶ καὶ ἰνδικτιῶνι.

51

pr.Ὁ ἑαυτὸν καταμηνύων τῷ φίσκῳ ὡς ἔχων πρᾶγμα, ὅπερ οὐ δύναται λαβεῖν, δίδωσι τὸ ἥμισυ, καὶ τὸ ἥμισυ κρατεῖ ἔπαθλον. τοῦτο δὲ ἁρμόζει καὶ ἐπὶ γυναιξὶν καὶ ἀνήβοις τοῖς καταμηνύουσι τὸ ἔπαθλον.

52

pr.Ὁ ποιήσας ἐκμαρτύρια πλαστὰ ἢ διαθήκας, ἢ ἐκδεδωκὼς, ἢ ὑποβάλλων εἰς ἀνάγνωσιν, τῷ κορνελίῳ ὑπόκειται.

53

pr.Ἐὰν υἱὸς ἀπαλείψῃ τὴν πατρῷαν διαθήκην, καὶ ἐξ ἀδιαθέτου κληρονομήσῃ [ἀφαιρεῖται τοῦ κληρονόμου αὐτοῦ πᾶσα ἡ τοῦ πατρὸς κληρονομία]· ἐπὶ γὰρ τῆς ἀσφραγίστου χώραν ὁ νόμος οὐκ ἔχει, ὅπερ οὐδέποτε τὰς βουλὰς ἐκ τοῦ πεπραμένου ἐξιβεδίς.

54

pr.Ὁ προσγράφων ἑαυτῷ λεγάτον ἢ κλῆρον ἐν ἀλλοτρίᾳ διαθήκῃ, ὡς πλαστογράφος τιμωρεῖται.

55

pr.Οὐ δύναται υἱὸς κατὰ τῆς μητρὸς κινεῖν τῷ κορνελίῳ ὡς ἄλλον υἱὸν ὑποβολιμαῖον κυησάσης ἢ πορισάσης.

56

pr.Ὁ τὴν τοῦ ζῶντος διαθήκην ἀνοίγων ἢ ἀποσφραγίζων ἢ ἀναγινώσκων, τῷ κορνελίῳ δε φάλσις ὑπόκειται.

57

pr.Ἐὰν ἐν τῷ πραθέντι οἴκῳ θησαυρὸς εὑρεθῇ, τῷ ἀγοραστῇ διαφέρει· εἰ δὲ ἐν δημοσίῳ τόπῳ ἢ ἐν μνημείῳ, τὸ ἥμισυ τῷ φίσκῳ διαφέρει καὶ τὸ ἥμισυ αὐτῷ τῷ εὑρόντι. εἰ δὲ ἀποκρύψει, ὅλον φισκοῦται.

58

pr.Ἐκ τοῦ μδ τίτλου περὶ κλέπτων καὶ ὑποδεκτῶν καὶ ἱεροσύλων καὶ ἐξανδραποδιστῶν 4. Πάντες οἱ κινδυνεύοντες ἐπὶ ἀλλοτρίῳ πράγματι κλαπέντος αὐτοῦ ἔχουσι τὴν φούρτη.

59

pr.ἀλλὰ τὴν ἀδ ἐξιβενδούμ.

60

pr.Ὁ κλέπτης μὴ ἀποκαθιστῶν, ὅπερ ἔκλεψεν, κινδυνευέτω εἰς τὰ τυχηρά.

61

pr.Ἐὰν τὰ δοθέντα τῷ ἀνδρὶ ἐνέχειρα ὑποκλέψῃ γυνή, τῷ φουρτίβῳ κονδικτικίῳ ἐνάγεται.

62

pr.Ὅτι ἡ μὲν φούρτη τὸ διπλοῦν ἔχει, ὁ δὲ κονδικτίκιος τὸ ἁπλοῦν ἀπαιτεῖται. ὁ ἁρπάζων τῷ κονδικτικίῳ ἐνάγεται [εἰς] ὅτι εὐπορώτερος γίνεται.

63

pr.Ἐὰν ἀπὸ βήλου ἀργυροῦ κλαπέντος γένηται σκεῦος, ἢ ἀπὸ σταφυλῶν κλοπιμαίων γένηται μοῦστος, καὶ ἐπὶ τῷ μούστῳ καὶ ἐπὶ τοῖς σκεύεσιν κινεῖται ὁ φούρτιβος κονδικτίκιος 7ο.

64

pr.Ὁ κλέπτης μήτε μέλους ἀποκοπὴν ὑφιστάσθω μήτε ἀποθνησκέτω. κλέπτης νοεῖται λάθρα καὶ χωρὶς ὅπλων [ἁμαρτάνων· ὁ γὰρ βίᾳ πλημμελῶν μετὰ ὅπλων ἢ χωρὶς ὅπλων] ἐν οἱῳδήποτε τόπῳ τὰς ἀπὸ τῶν νόμων ὑπομένει ποινάς.

65

pr.Ὁ ὑποδεξάμενος ἀπελεύθερον καταβαλλέτω τὰς ὑπὲρ αὐτοῦ ὀπέρας, τουτέστι δουλείας καὶ καμάτους.

66

pr.Ζητείτω ὁ ἄρχων τοὺς φεύγοντας οἰκέτας, καὶ ἀναδιδότω αὐτοὺς τοῖς οἰκείοις δεσπόταις.

67

pr.Οὐδεὶς τὸ ἴδιον πρᾶγμα ἀπαιτεῖ διὰ τοῦ κονδικτικίου, ἀλλὰ τῇ φούρτη, εἰ μὴ παρὰ μόνου κλέπτου.

68

pr.Οὐ δύναται ὅρκον ἀντεπιφέρειν τῷ ἐνάγοντι αὐτῷ, ὅτι ὄμοσον, ὅτι κλέπτης εἰμί.

69

pr.Ὁ ἐν δουλείᾳ κλέψας καὶ μετὰ ἐλευθερίαν ὑπόκειται τῇ κλοπῇ.

70

pr.Ὁ ὑπονοθεύων δοῦλον ἀλλότριον ἢ κλέψαι ἢ φυγεῖν τῇ φούρτη καὶ τῇ σερβικορρούπτη ἐνάγεται.

71

pr.Ἐὰν ὁ δεσμοφύλαξ τὸν ὀφείλοντα ἀποδοθῆναι τῷ δεσπότῃ φυγάδα δοῦλον ἀπολέσῃ, ἀπαιτεῖται τὸ τίμημα αὐτοῦ.

72

pr.Ἐὰν φυγάδες εὑρεθῶσι παρ᾽ ἐμοὶ, μισθωσάμενοί μοι τὰς ὀπέρας αὐτῶν ἐπὶ τὸ τρέφεσθαι, οὐκ εἰμὶ ἀνδραποδιστής.

73

pr.Τῆς β διατάξεως. – Ὁ κοινωνός μου κλέπτων τὸ κοινὸν πρᾶγμα ὑπόκειται τῇ κλοπῇ.

74

pr.Οἱ ἀπελεύθερον ἀνδραποδίζοντες, τυπτόμενοι καὶ κουρευόμενοι χειροκοπείσθωσαν.

75

pr.᾿Απαγορεύει ἡ διάταξις ἀμφοτέρας τὰς χεῖρας ἢ τοὺς πόδας τέμνεσθαι.

76

pr.Ὁ φονεύων τὴν γυναῖκα αὐτοῦ, οὐ κερδαίνει τὴν προῖκα ὡς ἐν συνεστῶτι τῷ γάμῳ τῆς γυναικὸς τελευτώσης.

77

pr.᾿Ακινδύνως τὶς φονεύει τὸν βιασάμενον αὐτὸν ἢ τοὺς αὐτοῦ πρὸς ἀσέλγειαν ὠθοῦντα. εἰ δὲ καί τις τὴν αὐτοῦ γαμετὴν συλλαβὼν μοιχευομένην φονεύσει, εὐτελὴς μὲν [εἰς] ἐξίλιον πέμπεται· εἰ δὲ τίμιός ἐστιν, προσκαίρως ἐξορίζεται.

78

pr.Περὶ εὐνούχων. – Ὁ διὰ ἡδονὴν ἢ δι ἐμπορίαν εὐνουχίσας τινὰ, ἐπὶ μὲν τῶν ἐντίμων δεπορτατίων ἐστὶν καὶ τελεία δήμευσις· ἐπὶ δὲ τῶν εὐτελῶν ξίφει καὶ θηρίοις ὑποβάλλεσθαι.

79

pr.Ὁ συμβουλεύων παιδὶ ἢ γυναικὶ αἰσχρόν τι ἢ ὑπονοθεύων ἢ ἀφελὼν τὸν ἀκόλουθον ἢ διδοὺς ἐπὶ αἰσχρότητι δῶρα, πραχθέντος μὲν τοῦ ἁμαρτήματος, κεφαλικῶς κολάζεται· μὴ πραχθέντος, δεπορτατεύεται.