IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.36

Ποιναλίου περὶ αἱρετικῶν καὶ μανιχαίων, καὶ τὸ πῶς ὁρκίζεται ἰουδαῖος, καὶ περὶ τοῦ μὴ ἔχειν αἱρετικὸν χριστιανὸν ἀνδράποδον.

Abrir no leitor do IusCommune →

1

pr.Οἱ μετὰ τὸ ἅγιον βάπτισμα τῇ πλάνῃ τῶν ἑλλήνων ἐπιμένοντες ἐσχάτως τιμωροῦνται. οἱ δὲ μήπω βαπτισθέντες ἑαυτοὺς καὶ παῖδας καὶ γαμετὰς καὶ πάντας τοὺς ὑπ᾿ αὐτῶν προσαγέτωσαν ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις, καὶ τὰ μὲν αὐτῶν τέκνα μικρὰ ὄντα χωρὶς ἀναβολῆς βαπτίζονται, οἱ δὲ τέλειοι πρότερον τὰς γραφὰς κατὰ τοὺς κανόνας διδάσκονται. εἰ δὲ διὰ τὸ τυχεῖν στρατείας ἢ ἀξίας, ἢ οὐσίαν ἔχειν, χρηματίζονται βαπτίζεσθαι, καὶ τοὺς παῖδας καὶ τὰς γαμετὰς καὶ τοὺς ἐν τῇ οἰκίᾳ αὐτῶν ἐν τῇ πλάνῃ ἐάσωσιν, δημεύονται, καὶ δεόντως τιμωροῦνται καὶ τῆς πολιτείας οὐ μετέχουσιν. εἰ δὲ μὴ βαπτισθῶσιν, οὐ μετέχουσίν τινος πολιτείας, οὔτε κυριεύουσιν οὐσίας κινητῆς ἢ ἀκινήτου, ἀλλὰ τὸ δημόσιον αὐτὰ ἐκδικεῖ καὶ ἁρμοδίως τιμωροῦνται καὶ ἐξορίζονται. εἰ δὲ φανῶσιν θυσιάζοντες ἢ εἰδωλολατροῦντες, ἐσχάτως ὡς οἱ μανιχαῖοι τιμωροῦνται '.

2

pr.Ὁ σαμαρείτης ἢ ἰουδαῖος τῆς τῶν χριστιανῶν πίστεως ἀποστῆσαί τινας πειρασθείς, καὶ δημεύσει ὑποβάλλεται καὶ τὴν κεφαλὴν ἀποτέμνεται.

3

pr.Οἱ αἱρετικοὶ συνακτήρια ποιεῖν οὐ δίνανται, ἢ παρασυνάξεις, ἢ συνόδους, ἢ χειροτονίας, ἢ βαπτίσματα, ἢ ἐξάρχους ἔχειν, ἢ πατερίας ἢ ἐκδικίας ἐγχειρίζεσθαι ἢ φροντίζειν, ἢ διοικεῖν χωρία δ᾽ ἑαυτῶν ἢ [διὰ παρενθέτων προσώπων, ἤ τι] τῶν ἀπηγορευμένων ποιεῖν· ὁ δὲ παραβαίνων, ἐσχάτως κινδυνεύει.

4

pr.Ὁ ἀπὸ μανιχαίων γενόμενος ὀρθόδοξος ἐὰν εὑρεθῇ τὰ τῆς πλάνης ποιῶν, ἢ συνδιάγων ἢ ὁμιλῶν μανιχαίοις, καὶ μὴ παραχρῆμα παραδιδοὺς αὐτοὺς νομίμῳ δικαστῇ, ἐσχάτως τιμωρεῖται. ὁ ἔχων βιβλία μανιχαῖα καὶ μὴ φέρων αὐτὰ ἐπὶ τὸ καυθῆναι, τιμωρεῖται. οἱ ἐν ἀξίαις καὶ στρατείαις ὄντες ἐπιμελῶς τοὺς ἐν αὐτοῖς τοιούτους ὄντας ἀναζητείτωσαν καὶ παραδιδότωσαν.

5

pr.Οἱ ἀρειανοὶ, οἱ μακεδονιανοὶ, οἱ πνευματομάχοι, οἱ ἀπολιναρισταὶ, οἱ ναβατιανοὶ, σαβατιανοὶ, οἱ εὐνομιανοὶ, οἱ τετραδίται ἤγουν δ καὶ δεκασταί, οἱ φρύγανες, οἱ βαλεντινιανοὶ, οἱ παπιανισταὶ ἤγουν πρισκιλιανίται, οἱ πεπουζίται, οἱ βορβοριανοὶ, οἱ μασαλιανοὶ, οἱ εὐτυχηταὶ ἤγουν θεσιασταὶ, οἱ δονατισταί, οἱ ὑδροπαραστάται, οἱ αὐδιανοὶ, οἱ ἀσκόδρουγοι, οἱ βραθρουκισταὶ, οἱ ἑρμιταὶ, οἱ παυλιανοὶ, οἱ μακελλιανοὶ, οἱ ὀφίται, οἱ ἐγκατισταὶ, οἱ ἀποτακτίται, οἱ σακκοφόροι, οἱ πάντων χείρονες μανιχαῖοι, οὐ δύνανται συνάγεσθαι ἢ εἴχεσθαι, ἀλλὰ καὶ τῶν πόλεων ἐκβάλλονται· κύρια δὲ ἐστὶν πάντα τὰ κατὰ τῶν αἱρετικῶν νομοθετηθέντα.

6

pr.Τὰ ἱερὰ κλειέσθω καὶ μηδεὶς θυέτω· εἰ δέ τις ἁμαρτήσει τοῦτο, ἀποκεφαλιζέσθω.

7

pr.Αἱ τῶν σαμαρειτῶν συναγωγαὶ καθαιροῦνται Τ.

8

pr.Οἱ αἱρετικοῖς κοινωνοῦντες ἢ συνάξεις ἢ βαπτίσματα ποιοῦντες, τιμωροῦνται ὡς οἱ τὸν νόμον παραβαίνοντες.

9

pr.Ὁ ἀπὸ χριστιανῶν γενόμενος ἰουδαῖος δημεύεται.

10

pr.Ὁ ὀρθόδοξος ἢ κληρικὸς ἢ μοναχὸς θρησκεύων τὰ εὐτυχοῦς ἢ ἀπολιναρίου ὑπόκειται τοῖς κατὰ αἱρετικῶν νόμοις καὶ τῆς ῥωμαϊκῆς ἐξωθεῖται [πολιτείας κατὰ τὰ περὶ μανιχαίων] νομοθετηθέντα.

11

pr.Ὁ ἀναβαπτίζων ὀρθόδοξον σὺν αὐτῷ ἐσχάτως τιμωρεῖται, εἴγε ἡλικίας ἦν δεκτικῆς ἐγκλήματος.

12

pr.Οἱ μανιχαῖοι καὶ φρύγες βαπτίζονται, οἱ εὐνομιανοὶ καὶ οἱ ἀρειανοὶ χρίονται, οἱ παυλιανοὶ καὶ φωτιανοὶ βαπτίζονται, οἱ ἀπολιναρισταὶ ἀναγγέλλουσιν τὴν ἐν νικαίᾳ πίστιν.

13

pr.Οὐ δύναται ἰουδαῖος τυχεῖν ἀξιώματος οὔτε ἄρχειν οὔτε πράττειν οὔτε στρατιὰν ἔχειν· ὑπόκειται δὲ τῇ τύχῃ τῶν κοορταλλίνων καὶ τοῖς ἐντεῦθεν βάρεσιν. ὁ δὲ τῶν εἰρημένων ἐντὸς γενέσθαι σπουδάσας, καὶ τούτων ἐκπίπτειν καὶ ζημιοῦσθαι χρυσίου λίτρας Κ.

14

pr.Τὸ πῶς ὁρκίζεται ὁ ἰουδαῖος. Λύσον τὴν ζωστικὴν αὐτοῦ καὶ ζῶσον αὐτὸν βάτον, καὶ βάλε αὐτὸν εἰς τὴν θάλασσαν ἕως τοῦ τραχήλου αὐτοῦ, καὶ πιάσῃ τῇ χειρὶ αὐτοῦ τὴν θάλασσαν, καὶ εἴπῃ· μὰ τὸν θεὸν τὸν πλάσαντα τὸν ἀδὰμ καὶ τὴν εὔαν καὶ δώσαντα τῷ μωυσῇ νόμον καὶ σημεῖα μεγάλα καὶ ὡς διὰ ξηρᾶς ὁδηγήσαντα τὸν ἰσραὴλ καὶ ἑτοιμάσαντα τράπεζαν ἐν ἐρήμῳ καὶ θρέψαντα τὸν λαὸν ἄρτῳ οὐρανίῳ ὅτι ἀληθῶς λέγω [καὶ] οὐ ψεύδομαι τόδε καὶ τόδε.

15

pr.Ἕλλην καὶ ἰουδαῖος καὶ πᾶς μὴ ὢν ὀρθόδοξος οὐ δύναται χριστιανὸν ἀνδράποδον ἔχειν· ἐπεὶ αὐτὸς ἐλευθεροῦται, καὶ ὁ κτησάμενος διδότω τοῖς πριβάτοις χρισίου λίτρας λ. εἰ δὲ καὶ δοῦλος ἐστὶν, εὐθέως εἰς ἐλευθερίαν ἁρπαζέσθω.

16

pr.Ἐὰν ἰουδαῖος χριστιανὸν ἀνδράποδον κτήσηται καὶ περιτέμῃ, κεφαλικῶς τιμωρεῖται.

17

pr.Ὁ δουλεύων ἕλληνι ἢ ἰουδαίῳ ἢ σαμαρείτῃ ἢ αἱρετικῷ, εἰ καὶ μὴ ἔστιν χριστιανὸς, βούλεται δὲ γενέσθαι, ἅμα τῷ σφραγισθῆναι εἰς ἐλευθερίαν ἁρπάζεται, μὴ δυναμένου τοῦ δε σπότου αὐτοῦ τοῦτον ἀναδουλοῦν, εἰ καὶ αὐτὸς μετὰ ταῦτα χριστιανὸς γέγονεν.

18

pr.Ὁ δοῦλον βιαζόμενος ἢ πείθων ἀπὸ χριστιανῶν εἰς ἀθέμιτον αἵρεσιν μετελθεῖν, δημευθεὶς ἀποτεμνέσθω.