JGR IV 2.35
Ποιναλίου περὶ φαρμάκων καὶ γοήτων.
Abrir no leitor do IusCommune →1
pr.Τοῦ μη βιβλίου διγ. Ἐὰν γυνὴ λαβοῦσα χρήματα παρὰ τῶν ἰνστιτούτων κληρονόμων ἐπὶ τὸ ἀμβλῶναι τὸν ἐγκυμονούμενον παρ᾿ αὐτῆς ἰνστιτοῦτον ὄντα κληρονόμον διά τινος φαρμάκου ἐκτρώσει, κεφαλικῶς τιμωρεῖται '.
2
pr.Ἐκ τοῦ αὐτοῦ βιβλίου. - Οἱ ἐπὶ τὸ ἐκτρῶσαι παρέχοντες πόμα ἢ ἐρωτικὸν, εἰ μὴ κατὰ δόλον τοῦτο ποιοῦσιν, ἐπειδὴ κάκιστόν ἐστιν τὸ ὑπόδειγμα, εὐτελεῖς μὲν ὄντες μετάλλῳ παραδίδονται, σεμνότεροι δὲ εἰς νῆσον ἐξορίζονται δημευόμενοι εἰς μέρος. εἰ δὲ ἐκ τούτου τελευτήσει γυνὴ ἢ ἄνθρωπος, τὴν ἐσχάτην ὑπομένουσιν τιμωρίαν.
3
pr.Ὁ φάρμακα ἀντὶ ἰατρείας δούλῳ δεδωκὼς ὑπόκειται [εἰς] τὸ ἔργον ὡς αἰτίαν θανάτου παρασχών.
4
pr.Ἡ ἰατρίνα εἰ μὲν τῇ δούλῃ δῷ φάρμακον, ἡ δὲ λαβοῦσα τελευτήσῃ, οὐ χώρα τῇ [εἰς] τὸ ἔργον· εἰ δὲ χερσὶν οἰκείαις ἡ ἰατρίνα τὸ φάρμακον ἐπέβαλεν, ὁ ἀκουΐλιος ἁρμόζει, ὡς ὅτε τὶς ἀλείψει τινὰ φάρμακον ἢ ἐμβάλῃ αὐτὸ διὰ στόματος ἢ κλυστῆρος βίᾳ ἢ συμβουλῇ.
5
pr.Οὐ διαιροῦνται μεταξὺ τῶν κληρονόμων τὰ ἐν τῇ κληρόνομίᾳ εὑρεθέντα κακὰ φάρμακα ἢ μαγικά βιβλία ἢ τὰ ὅμοια, ἀλλ᾽ ὑπὸ τῆς ἐξουσίας τοῦ δικαστοῦ φθείρονται.
6
pr.Τῷ περὶ φονέων καὶ γοήτων κατέχεται ὁ ποιήσας φάρμακα ἐπὶ ἀναιρέσει ἀνθρώπων ἢ ἐσχηκὼς ἢ πωλήσας, καὶ ὁ δημοσίως δηλητήρια ἀναιρετικὰ πιπράσκων ἢ ἔχων. ἐστὶν δὲ καὶ καλὰ φάρμακα· τὸ γὰρ ὄνομα τοῦ φαρμάκου τῶν μέσων ἐστὶν, καὶ περιλαμβάνει καὶ τὰ πρὸς ὑγείαν κατασκευαζόμενα φάρμακα καὶ τὰ πρὸς ἀναίρεσιν καὶ τὰ ἐρωτικὰ ἤτοι φίλτρα λεγόμενα. ἐπινένεκται δὲ τῷ νόμῳ ὁ ἐπὶ ἀναιρέσει ἀνθρώπων ἐσχηκὼς τοιοῦτον φάρμακον· ἀπὸ δὲ δόγματος συγκλητικῶν ἐξορισθῆναι ἐκελεύσθη γυνή, μὴ κακῇ μὲν προαιρέσει, κακῷ δὲ ὑποδείγματι παρεσχηκυῖα φάρμακον.
7
pr.Κατέχεται καὶ ἀποκεφαλίζεται ὁ διὰ τὸ φονεῦσαι ἄνθρωπον φάρμακα ποιῶν ἢ πιπράσκων· εἰσὶ δὲ φάρμακα καὶ τὰ λεγόμενα φίλτρα· εἰ δὲ καί τις μὴ κακῷ λογισμῷ δώσει γυναικὶ συλληπτικὸν, καὶ τελευτήσει ἡ λαβοῦσα, ἐξορίζεται. καὶ ὁ πιμεντάριος ὁ προπετῶς διδοὺς τὸ κόνιον ἢ σαλαμάνδραν ἢ ἀκονιτὸν ἢ πιτυοκόμπην ἢ βούβρωστιν ἢ μανδραγόραν ἢ κανθαρίδας· ὡς ἡ τρίτη διάταξις ἀναγορεύει· καὶ ἀνάγν. τὴν ἃ διάταξιν τοῦ αὐτοῦ τίτλου.
8
pr.Ὁ ποιῶν ἢ ἔχων ἀπηγορευμένας θυσίας τῷ ἀποκεφαλισμῷ ὑπόκειται.
9
pr.Ὁ ποιῶν τι πρὸς τὸ διαστρέψαι τοὺς ἁπλουστέρους εἰς τὴν περὶ τὸ θεῖον θρησκείαν, ἐξορίζεται.
10
pr.Ἐὰν ἀστρολόγος ἢ ἑτέραν ἀπηγορευμένην μαντείαν μετιὼν ἐρωτηθεὶς εἴπῃ κλέπτην τὸν μὴ ὄντα, τῇ μὲν ἀτιμίᾳ οὐκ ἐνέχεται, ὑπόκειται δὲ ταῖς διατάξεσιν.
11
pr.Τοῦ κώδικος. Ὁ διὰ θυσιῶν μαντευόμενος ἱερεὺς τῶν ἑλλήνων εἰσιὼν εἰς οἶκον ἀλλότριον, καιέσθω· ὁ δὲ μετακαλεσάμενος αὐτὸν δημευέσθω καὶ ἐξοριζέσθω.
12
pr.Ὁ μάγος κἂν μηδὲν· ποιῶν ἐξ αὐτοῦ τοῦ εἰδέναι κολάζεται.
13
pr.Οἱ μάγοι θηρίοις παραδιδόσθωσαν.
14
pr.Οἱ ἐν κωνσταντινουπόλει μαντευόμενοι, εἰ καὶ ἀξιωματικοί εἰσιν, ἐν ξύλῳ ἀναρτάσθωσαν καὶ ζεσέσθωσαν.