JGR IV 2.34
Ῥούφου καὶ ποιναλίου περὶ στρατιωτικῶν ἐπιτιμίων.
Abrir no leitor do IusCommune →1
pr.Οἵτινες τολμήσουσιν συνουσίαν ἢ φρατρίαν ἢ στάσιν κατὰ τοῦ ἰδίου ἄρχοντος ποιῆσαι ὑπὲρ οἱασδήποτε αἰτίας, κεφαλικῇ ὑποβληθήσονται τιμωρίᾳ, καὶ ἐξαίρετον οἱ πρῶτοι καὶ αἴτιοι τῆς συνουσίας ἢ τῆς στάσεως γενόμενοι.
2
pr.Ἐὰν στρατιώτης τῷ ἰδίῳ πεντάρχῳ μὴ ὑπακούσας ἐναντιωθῇ, σωφρονιζέσθω· ὁμοίως καὶ ὁ πένταρχος, ἐὰν τῷ ἰδίῳ δεκάρχῳ μὴ ὑπακούσῃ· ὡσαύτως δὲ καὶ ἐὰν δέκαρχος τῷ ἰδίῳ ἑκατοντάρχῳ. εἰ δέ τις τῶν τοῦ τάγματος τολμήσει ἐναντιωθῆναι τῷ μείζονι ἄρχοντι αὐτοῦ, ἤγουν κόμητι ἢ τριβούνῳ, τῇ ἐσχάτῃ ὑποκείσθω τιμωρίᾳ.
3
pr.Ἐάν τις ἀκούσας τὸ μανδάτον τοῦ δεκάρχου αὐτοῦ μὴ φυλάξῃ, σωφρονιζέσθω· εἰ δὲ ἀγνοῶν τὰ μανδάτα πταίσῃ, ὁ δέκαρχος σωφρονιζέσθω δι ὧν οὐ προεδίδαξεν αὐτόν.
4
pr.Ἐὰν στρατιώτης ἀδικηθῇ ὑπό τινος, τῷ ἄρχοντι τοῦ τάγματος ἐγκαλείτω. εἰ δὲ παρὰ τοῦ ἄρχοντος ἀδικηθῇ, τῷ μείζονι ἄρχοντι τοῦ τάγματος ἐγκαλείτω.
5
pr.Εἴ τις τολμήσει βαγεῦσαι ὑπὲρ τὸν χρόνον τοῦ κομμεάτου, καὶ τῆς στρατείας ἐκβαλλέσθω, καὶ ὡς παγανὸς τοῖς πολιτικοῖς ἄρχουσιν ἐκδιδόσθω.
6
pr.Εἴ τις ἐν καιρῷ τοῦ πολέμου διὰ κομμεάτου στρατιώτην ἀπολύσαι τολμήσει, Σ νομίσματα ποινὴν διδότω· ἐν καιρῷ δὲ παραχειμαδίου [δύο] ἢ καὶ τριῶν μηνῶν ποιείτω κομμεάτα ὁ στρατιώτης· ἐν καιρῷ δὲ εἰρήνης κατὰ τὸ διάστημα τῆς ἰδίας ἐπαρχίας τὰ κομμεάτα τῷ στρατιώτῃ γενέσθω.
7
pr.Εἴ τις ἐλεγχθῇ θελήσας ἑαυτὸν τοῖς ἐχθροῖς παραδιδόναι, τῇ ἐσχάτῃ ὑποβληθήσεται τιμωρίᾳ· οὐ μόνον αὐτὸς, ἀλλὰ καὶ οἱ συγγνώσαντες αὐτῷ καὶ σιωπήσαντες.
8
pr.Εἴ τις ζημιώσει στρατιώτην ἢ συντελεστὴν, ἐν διπλῇ ποσότητι τὸ αὐτὸ ἀποκαταστήσει τῷ ζημιωθέντι· εἰ δὲ οἱοσδήποτε ἄρχων ἐν παραχειμαδίῳ ἢ κατὰ πάροδον ἢ εἰς τὰ σέδετα ζη μιώσει στρατιώτην ἢ συντελεστὴν, καὶ τοῦ δέοντος οὐκ ἀποθεραπεύσει, ἐν διπλῇ ποσότητι τὸ ζημιωθὲν ἀποκαταστήσει.
9
pr.Εἰ δέ τις ἄλογον ζῶον ἢ ἕτερόν τι εἶδος μικρὸν ἢ μέγα εὑρὼν μὴ φανερώσει αὐτὸ καὶ τῷ ἰδίῳ ἄρχοντι δώσει, ὡς κλέπτης σωφρονιζέσθω αὐτὸς καὶ οἱ συγγνόντες αὐτῷ καὶ σιωπήσαντες.
10
pr.Ἐάν τις στρατιώτης ἐν καιρῷ τοῦ πολέμου ῥίψῃ τὰ ὅπλα αὐτοῦ, κελεύομεν τοῦτον τιμωρεῖσθαι ὡς ἑαυτὸν γυμνώσαντα καὶ τοὺς ἐχθροὺς ὁπλίσαντα.
11
pr.Εἴ τις τὴν τάξιν ἢ τὸ βάνδον αὐτοῦ ἐάσῃ καὶ φύγῃ, τοῦτον κελεύομεν κεφαλικῶς τιμωρεῖσθαι.
12
pr.Ἐὰν ἐν καιρῷ δημοσίας παρατάξεως ἢ πολέμου γένηται τροπὴ ἄνευ τινὸς λόγου καὶ φανερᾶς αἰτίας, κελεύομεν τοὺς στρατιώτας· ἐκείνου τοῦ τάγματος τοῦ πρώτου φεύγοντος καὶ ἀναχωροῦντος ὑπὸ τῶν λοιπῶν ταγμάτων τοξεύεσθαι.
13
pr.Οἱ ἔξαρχοι καὶ οἱ ὁπωσοῦν διασώζοντες τὸ στράτευμα, ἐὰν ἀργυρολογῶσιν τὰ χωρία, εἰς τὸ διπλάσιον καταδικάζονται.
14
pr.Οἱ τῶν ἀταξιῶν ἔξαρχοι καὶ τὸν δῆμον θορυβοῦντες, κατὰ τὴν τῆς οἰκείας ἀταξίας ποιότητα ἢ ἀποτέμνονται ἢ ἐξορίζονται.
15
pr.Τοῦ μβ βιβλίου τῶν διγέστων. Ἐὰν στρατιώτης ἐναντιωθῇ τῷ ἰδίῳ ἄρχοντι βουλομένῳ αὐτὸν τυπτῆσαι, εἰ μὲν κατέσχεν μόνον τὴν ῥάβδον, τῆς στρατείας ἐξωθήτω· εἰ δὲ καὶ ἐξεπίτηδες ἔκλασεν αὐτὴν ἢ χεῖρας αὐτῷ ἐπήγαγεν, ἐσχάτως τιμωρεῖται.
16
pr.Ἐὰν τὸν ἴδιον ἔξαρχον οἱ στρατιῶται ἐγκαταλίπωσιν, ἢ παραχωρήσωσιν ὑπὸ ἐχθρῶν αὐτὸν συσχεθῆναι καὶ μὴ ὑπερασπίσωσιν αὐτὸν δυνάμενοι αὐτὸν διαφυλάξαι, κἀντεῦθεν συμβῇ αὐτὸν τελευτῆσαι, κεφαλικῶς τιμωροῦνται.
17
pr.Τοῦ αὐτοῦ βιβλίου. Ὁ ἀφορισθεὶς εἰς παραφυλακὴν τοῦ παλατίου καὶ καταλιπὼν τὰς περὶ αὐτὸ ἀγρυπνίας καὶ ἐξκούβιτα, ἐσχάτως τιμωρεῖται· εἰ δὲ φιλανθρωπίας ἀξιούμενος, τυπτόμενος ἐξοριζέσθω.
18
pr.Ὁ εἰς βαρβάρους ἀπιὼν, ἢ καὶ προφάσει πρεσβείας παραγινομένων αὐτῶν ὅπλα πιπράσκων εἰργασμένα ἢ ἀνέργαστα ἢ τὸ οἱονοῦν σιδήριον, τῇ ἐσχάτῃ ὑπόκειται τιμωρίᾳ.
19
pr.Ὁ τοὺς πολεμίους ἐρεθίζων ἢ παραδιδοὺς πολεμίοις ῥωμαῖον, κεφαλικῶς τιμωρεῖται.
20
pr.Τοὺς ἐκ τῶν ῥωμαϊκῶν μερῶν πρὸς τοὺς πολεμίους ἀποφεύγοντας ὡς πολεμίους ἔξεστιν ἀκινδύνως φονεύειν.
21
pr.Ὁ βουλόμενος αὐτομολῆσαι πρὸς βαρβάρους, ἐὰν ἐπισχεθῇ, κεφαλικῶς τιμωρεῖται.
22
pr.Ἐὰν στρατιώτης ἐν καιρῷ τοῦ πολέμου πρᾶγμα ἀπηγορευμένον αὐτῷ παρὰ τοῦ ἄρχοντος ποιήσῃ, ἐσχάτως τιμωρεῖται, εἰ καὶ καλῶς τὸ πρᾶγμα διοικήσῃ.
23
pr.Ἐὰν πολεμίων ἐπισταμένων βαγεύσῃ ὁ στρατιώτης, ἢ ἀπὸ τοῦ φοσσάτου ἀναχωρήσῃ, ἢ πρῶτος ἐν παρατάξει φύγῃ ἐπ᾿ ὄψεσιν τῶν συστρατιωτῶν, ἢ τὰ ἴδια ὅπλα ἀπολέσῃ, εἰς κε φαλὴν κολάζεται· εἰ δὲ φιλανθρωπίας τύχῃ, τυπτόμενος τὴν στρατείαν ἐναλλάττει.
24
pr.Ὁ λίθῳ τραυματίσας τὸν συστρατιώτην αὐτοῦ, ἢ καὶ ἑαυτὸν ἐξεπίτηδες τραυματίσας, τυπτόμενος τῆς στρατείας ἐξωθεῖται.
25
pr.Ὁ στρατιώτης κλέπτων ἐν οἱῳδήποτε τόπῳ τὸ οἱονοῦν εἶδος, καὶ τὸ διπλάσιον παρέχει καὶ τῆς στρατείας ἀποβάλλεται.
26
pr.Ὁ κεφαλικῇ τιμωρίᾳ καταδικασθεὶς ἢ ἐξορίᾳ· ἢ ἑτέρῳ πουβλίκῳ ἐγκλήματι, κἂν τὴν τιμωρίαν διαφυγεῖν δυνηθῇ, οὐδέποτε στρατεύεται.
27
pr.Οἱ ἐξ͵ οἱασδήποτε αἰτίας ἐπ᾿ ἀτιμίᾳ ἐκπεσόντες τῆς στρατείας οὐδεμίαν τιμὴν δύνανται ἔχειν ποτὲ ἢ πράττειν.
28
pr.Οἱ στρατιῶται οὐδὲ διοικηταὶ οὔτε ἐγγυηταὶ ἀλλοτρίων πραγμάτων γίνονται.·
29
pr.Ὅστις στρατιώτης τῷ φόβῳ τῶν πολεμίων νοσεῖν τὸ σῶμα προσεποιήσατο, κεφαλικῶς τιμωρεῖται.
30
pr.Ἐάν τις τὸ χαράκωμα τὸ προσταγὲν αὐτῷ ἐξέλθῃ, κεφαλικὴν κολάζεται τιμωρίαν.
31
pr.Εἴ τις τὴν φόσσαν αὐτοῦ παρέλθῃ, τῆς στρατείας ἐκπίπτει.
32
pr.Ὁ ἁμαρτάνων εἰς βασιλέα δημεύεται καὶ φονεύεται· καὶ ἡ μνήμη αὐτοῦ κρίνεται μετὰ θάνατον.
33
pr.Ὁ στρατιώτης κλέπτων ὅπλα ἀλλότρια τοῦ βαθμοῦ τῆς στρατείας ἐξωθεῖται.
34
pr.Ὁ πρὸς τοὺς πολεμίους ἀποφυγὼν καὶ ὑποστρέψας, βασανιζόμενος θηρίοις παραδίδοται ἢ φουρκίζεται.
35
pr.Οἱ ἐπὶ μοιχείᾳ ἢ ἐν ἄλλῳ ἐγκλήματι πουβλίκῳ κατακριθέντες οὔκ εἰσι δεκτοὶ βουλόμενοι στρατευθῆναι.
36
pr.Ὅστις ἀποφύγῃ τοῦ στρατευθῆναι, στρατιωτικῶς κολάζεται· βαρὺ γὰρ ἁμάρτημά ἐστιν τὸ ἐκφυγεῖν τὰ λειτουργήματα τῆς στρατείας. οἱ γὰρ προσκαλούμενοι ἐπὶ τὸ στρατευ θῆναι καὶ ἀποφεύγοντες ὡς προδόται τῆς οἰκείας ἐλευθερίας καταδουλοῦνται.
37
pr.Ἐάν τις τὸν ἴδιον υἱὸν ἐν καιρῷ πολέμου ὑφέληται τῆς στρατείας αὐτοῦ, ἐξορίζεται καὶ εἰς μέρος τῆς οὐσίας αὐτοῦ δημεύεται.
38
pr.Εἴ τις τὸν υἱὸν αὐτοῦ ἐν καιρῷ πολέμοι ἀχρειώσει, ἵνα μὴ ἢ ἐπιτήδειος πρὸς τὴν στρατείαν, ἐξοριζέσθω.
39
pr.Ἐάν τις στρατιώτης χεῖρας ἐπιβάλλῃ τῷ ἰδίῳ πραιποσίτῳ, κεφαλικῶς τιμωρεῖται.
40
pr.Οἵτινες κατὰ οἶνον καὶ μέθην ἢ κατὰ ἄλλην τρυφὴν ὀλισθαίνοντες ἁμαρτάνωσιν, κεφαλικὴν τιμωρίαν συγχωροῦνται· ἐπιφέρεται δὲ αὐτοῖς ἡ τῆς στρατείας ἐναλλαγή.
41
pr.Ὁ τὴν τάξιν αὐτοῦ ἐν πολέμῳ παρελθὼν ἢ ῥοπάλοις τυπτέσθω ἢ τὴν στρατείαν ἐναλλαττέσθω.
42
pr.Ἐάν τινες φυλάττοντες πρόσωπα κατὰ ῥαθυμίαν ἀπολέσωσιν αὐτὰ, ἢ τύπτονται ἢ τὴν στρατείαν ἀποβάλλονται κατα τὸ μέτρον τοῦ ἁμαρτήματος.
43
pr.Εἴ τις τὸν ἴδιον συστρατιώτην τραυματίσῃ, εἰ μὲν λίθῳ τοῦτο ποιήσει, ἀπωθεῖται τῆς στρατείας· εἰ δὲ ξίφει, κεφαλικῶς τιμωρεῖται.